Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 829
Septuagint Complete Greek and English Edition Page 829

by Septuagint


  [17] And I know, Lord, that thou art he that searches the hearts, and thou lovest righteousness. I have willingly offered all these things in simplicity of heart; and now I have seen with joy thy people here present, willingly offering to thee.

  [18] κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρὸς σέ.

  [18] O Lord God of Abraham, and Isaac, and Israel, our fathers, preserve these things in the thought of the heart of thy people for ever, and direct their hearts to thee.

  [19] καὶ Σαλωμων τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.

  [19] And to Solomon my son give a good heart, to perform thy commandments, and to observe thy testimonies, and thine ordinances, and to accomplish the building of thy house.

  [20] καὶ εἶπεν Δαυιδ πάσῃ τῇ ἐκκλησίᾳ Εὐλογήσατε κύριον τὸν θεὸν ὑμῶν· καὶ εὐλόγησεν πᾶσα ἡ ἐκκλησία κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ κυρίῳ καὶ τῷ βασιλεῖ.

  [20] And David said to the whole congregation, Bless ye the Lord our God. And all the congregation blessed the Lord God of their fathers, and they bowed the knee and worshipped the Lord, and did obeisance to the king.

  [21] καὶ ἔθυσεν Δαυιδ τῷ κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας, μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ισραηλ.

  [21] And David sacrificed to the Lord, and offered up whole-burnt-offerings to the Lord on the morrow after the first day, a thousand calves, a thousand rams, a thousand lambs, and their drink-offerings, and sacrifices in abundance for all Israel.

  [22] καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμων υἱὸν Δαυιδ καὶ ἔχρισαν αὐτὸν τῷ κυρίῳ εἰς βασιλέα καὶ Σαδωκ εἰς ἱερωσύνην.

  [22] And they ate and drank joyfully that day before the Lord: and they made Solomon the son of David king a second time, and anointed him king before the Lord, and Sadoc to the priesthood.

  [23] καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνου Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήθη, καὶ ἐπήκουσαν αὐτοῦ πᾶς Ισραηλ·

  [23] And Solomon sat upon the throne of his father David, and was highly honoured; and all Israel obeyed him.

  [24] οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ τοῦ βασιλέως Δαυιδ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ.

  [24] The princes, and the mighty men, and all the sons of king David his father, were subject to him.

  [25] καὶ ἐμεγάλυνεν κύριος τὸν Σαλωμων ἐπάνωθεν ἐναντίον παντὸς Ισραηλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.

  [25] And the Lord magnified Solomon over all Israel, and gave him royal glory, such as was not upon any king before him.

  [26] Καὶ Δαυιδ υἱὸς Ιεσσαι ἐβασίλευσεν ἐπὶ Ισραηλ

  [26] And David the son of Jessae reigned over Israel forty years;

  [27] ἔτη τεσσαράκοντα, ἐν Χεβρων ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ ἔτη τριάκοντα τρία.

  [27] seven years in Chebron, and thirty-three years in Jerusalem.

  [28] καὶ ἐτελεύτησεν ἐν γήρει καλῷ πλήρης ἡμερῶν πλούτῳ καὶ δόξῃ, καὶ ἐβασίλευσεν Σαλωμων υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

  [28] And he died in a good old age, full of days, in wealth, and glory: and Solomon his son reigned in his stead.

  [29] οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυιδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουηλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Ναθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων Γαδ τοῦ βλέποντος

  [29] And the rest of the acts of David, the former and the latter, are written in the history of Samuel the seer, and in the history of Nathan the prophet, and in the history of Gad the seer,

  [30] περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ καὶ οἱ καιροί, οἳ ἐγένοντο ἐπ’ αὐτῷ καὶ ἐπὶ τὸν Ισραηλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς.

  [30] concerning all his reign, and his power, and the times which went over him, and over Israel, and over all the kingdoms of the earth.

  II Chronicles

  CHAPTER 1

  [1] Καὶ ἐνίσχυσεν Σαλωμων υἱὸς Δαυιδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ κύριος ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος.

  [1] And Solomon the son of David was established over his kingdom, and the Lord his God was with him, and increased him exceedingly.

  [2] καὶ εἶπεν Σαλωμων πρὸς πάντα Ισραηλ, τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσιν τοῖς ἄρχουσιν ἐναντίον Ισραηλ, τοῖς ἄρχουσι τῶν πατριῶν,

  [2] And Solomon spoke to all Israel, to the captains of thousands, and to the captains of hundreds, and to the judges, and to all the rulers over Israel, even the heads of the families;

  [3] καὶ ἐπορεύθη Σαλωμων καὶ πᾶσα ἡ ἐκκλησία μετ’ αὐτοῦ εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαων, οὗ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ θεοῦ, ἣν ἐποίησεν Μωϋσῆς παῖς κυρίου ἐν τῇ ἐρήμῳ·

  [3] and Solomon and all the congregation went to the high place that was in Gabaon, where was God’s tabernacle of witness, which Moses the servant of the Lord made in the wilderness.

  [4] ἀλλὰ κιβωτὸν τοῦ θεοῦ ἀνήνεγκεν Δαυιδ ἐκ πόλεως Καριαθιαριμ, ὅτι ἡτοίμασεν αὐτῇ σκηνὴν εἰς Ιερουσαλημ,

  [4] But David had brought up the ark of God out of the city of Cariathiarim; for David had prepared a place for it, for he had pitched a tabernacle for it in Jerusalem.

  [5] καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν, ὃ ἐποίησεν Βεσελεηλ υἱὸς Ουριου υἱοῦ Ωρ, ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς κυρίου, καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμων καὶ ἡ ἐκκλησία,

  [5] And the brazen altar which Beseleel the son of Urias, the son of Or, had made, was there before the tabernacle of the Lord: and Solomon and the congregation enquired at it.

  [6] καὶ ἀνήνεγκεν ἐκεῖ Σαλωμων ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον κυρίου τὸ ἐν τῇ σκηνῇ καὶ ἀνήνεγκεν �
�π’ αὐτὸ ὁλοκαύτωσιν χιλίαν. –

  [6] And Solomon brought victims thither to the brazen altar that was before the Lord in the tabernacle, and offered upon it a thousand whole-burnt-offerings.

  [7] ἐν τῇ νυκτὶ ἐκείνῃ ὤφθη ὁ θεὸς τῷ Σαλωμων καὶ εἶπεν αὐτῷ Αἴτησαι τί σοι δῶ.

  [7] In that night God appeared to Solomon, and said to him, Ask what I shall give thee.

  [8] καὶ εἶπεν Σαλωμων πρὸς τὸν θεόν Σὺ ἐποίησας μετὰ Δαυιδ τοῦ πατρός μου ἔλεος μέγα καὶ ἐβασίλευσάς με ἀντ αὐτοῦ·

  [8] And Solomon said to God, Thou hast dealt very mercifully with my father David, and hast made me king in his stead.

  [9] καὶ νῦν, κύριε ὁ θεός, πιστωθήτω τὸ ὄνομά σου ἐπὶ Δαυιδ πατέρα μου, ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς ὁ χοῦς τῆς γῆς·

  [9] And now, O Lord God, let, I pray thee, thy name be established upon David my father; for thou hast made me king over a people numerous as the dust of the earth.

  [10] νῦν σοφίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι· ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον;

  [10] Now give me wisdom and understanding, that I may go out and come in before this people: for who shall judge this thy great people?

  [11] καὶ εἶπεν ὁ θεὸς πρὸς Σαλωμων Ἀνθ ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν, ὅπως κρίνῃς τὸν λαόν μου, ἐφ’ ὃν ἐβασίλευσά σε ἐπ’ αὐτόν,

  [11] And God said to Solomon, Because this was in thy heart, and thou hast not asked great wealth, nor glory, nor the life of thine enemies, and thou hast not asked long life; but hast asked for thyself wisdom and understanding, that thou mightest judge my people, over whom I have made thee king:

  [12] τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι, ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέ σου καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως.

  [12] I give thee this wisdom and understanding; and I will give thee wealth, and riches, and glory, so that there shall not have been any like thee among the kings before thee, neither shall there be such after thee.

  [13] καὶ ἦλθεν Σαλωμων ἐκ βαμα τῆς ἐν Γαβαων εἰς Ιερουσαλημ ἀπὸ προσώπου σκηνῆς μαρτυρίου καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ.

  [13] And Solomon came from the high place that was in Gabaon to Jerusalem, from before the tabernacle of witness, and reigned over Israel.

  [14] Καὶ συνήγαγεν Σαλωμων ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων, καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ιερουσαλημ.

  [14] And Solomon collected chariots and horsemen: and he had fourteen hundred chariots, and twelve thousand horsemen: and he set them in the cities of chariots, and the people were with the king in Jerusalem.

  [15] καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἐν τῇ Ιουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.

  [15] And the king made silver and gold in Jerusalem to be as stones, and cedars in Judea as sycamores in the plain for multitude.

  [16] καὶ ἡ ἔξοδος τῶν ἵππων τῶν Σαλωμων ἐξ Αἰγύπτου, καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως· ἐμπορεύεσθαι ἡγόραζον

  [16] And Solomon imported horses from Egypt, and the charge of the king’s merchants for going was as follows, and they traded,

  [17] καὶ ἀνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα· καὶ οὕτως πᾶσιν τοῖς βασιλεῦσιν τῶν Χετταίων καὶ βασιλεῦσιν Συρίας ἐν χερσὶν αὐτῶν ἔφερον.

  [17] and went and brought out of Egypt a chariot for six hundred pieces of silver, and a horse for a hundred and fifty pieces of silver:

  [18] Καὶ εἶπεν Σαλωμων τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.

  and so they brought for all the kings of the Chettites, and for the kings of Syria by their means.

  CHAPTER 2

  ΚΑΙ εἶπε Σαλωμὼν τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.

  [1] And Solomon said that he would build a house to the name of the Lord, and a house for his kingdom.

  [2] καὶ συνήγαγε Σαλωμὼν ἑβδομήκοντα χιλιάδας ἀνδρῶν νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπ’ αὐτῶν τρισχίλιοι ἑξακόσιοι.

  [2] And Solomon gathered seventy thousand men that bore burdens, and eighty thousand hewers of stone in the mountain, and there were three thousand six hundred superintendents over them.

  [3] καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ βασιλέα Τύρου λέγων· ὡς ἐποίησας μετὰ Δαυὶδ τοῦ πατρός μου καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ,

  [3] And Solomon sent to Chiram king of Tyre, saying, Whereas thou didst deal favourably with David my father, and didst send him cedars to build for himself a house to dwell in,

  [4] καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾶν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διὰ παντὸς καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωΐ καὶ τὸ δείλης καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς τοῦ Κυρίου Θεοῦ ἡμῶν· εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν ᾿Ισραήλ.

  [4] behold, I also his son am building a house to the name of the Lord my God, to consecrate it to him, to burn incense before him, and to offer shewbread continually, and to offer up whole-burnt-offerings continually morning and evening, and on the sabbaths, and at the new moons, and at the feasts of the Lord our God: this is a perpetual statute for Israel.

  [5] καὶ ὁ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ μέγας, ὅτι μέγας Κύριος ὁ Θεὸς ἡμῶν παρὰ πάντας τοὺς θεούς.

  [5] And the house which I am building is to be great: for the Lord our God is great beyond all gods.

  [6] καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκον; ὅτι ὁ οὐρανὸς καὶ ὁ οὐρα�
�ὸς τοῦ οὐρανοῦ οὐ φέρουσι τὴν δόξαν αὐτοῦ. καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον; ὅτι ἀλλ’ ἢ τοῦ θυμιᾶν κατέναντι αὐτοῦ.

  [6] And who will be able to build him a house? for the heaven and heaven of heavens do not bear his glory: and who am I, that I should build him a house, save only to burn incense before him?

  [7] καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ καὶ ἐν τῷ ἀργυρίῳ καὶ ἐν τῷ χαλκῷ καὶ ἐν τῷ σιδήρῳ καὶ ἐν τῇ πορφύρᾳ καὶ ἐν τῷ κοκκίνῳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετ’ ἐμοῦ ἐν ᾿Ιούδᾳ καὶ ἐν ῾Ιερουσαλήμ, ἃ ἡτοίμασε Δαυὶδ ὁ πατήρ μου.

  [7] And now send me a man wise and skilled to work in gold, and in silver, and in brass, and in iron, and in purple, and in scarlet, and in blue, and one that knows how to grave together with the craftsmen who are with me in Juda and in Jerusalem, which materials my father David prepared.

  [8] καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασι κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου

  [8] And send me from Libanus cedar wood, and wood of juniper, and pine; for I know that thy servants are skilled in cutting timber in Libanus: and, behold, thy servants shall go with my servants,

 

‹ Prev