Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 837
Septuagint Complete Greek and English Edition Page 837

by Septuagint


  [15] καὶ ηὐφράνθησαν πᾶς Ιουδα περὶ τοῦ ὅρκου, ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν, καὶ εὑρέθη αὐτοῖς καὶ κατέπαυσεν αὐτοῖς κύριος κυκλόθεν. –

  [15] And all Juda rejoiced concerning the oath: for they swore with all their heart, and they sought him with all their desires; and he was found of them: and the Lord gave them rest round about.

  [16] καὶ τὴν Μααχα τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρῳ Κεδρων.

  [16] And he removed Maacha his mother from being priestess to Astarte; and he cut down the idol, and burnt it in the brook of Kedron.

  [17] πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν, ἔτι ὑπῆρχεν ἐν τῷ Ισραηλ· ἀλλ’ ἢ καρδία Ασα ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ.

  [17] Nevertheless they removed not the high places: they still existed in Israel: nevertheless the heart of Asa was perfect all his days.

  [18] καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου κυρίου τοῦ θεοῦ, ἀργύριον καὶ χρυσίον καὶ σκεύη.

  [18] And he brought in the holy things of David his father, and the holy things of the house of God, silver, and gold, and vessels.

  [19] Καὶ πόλεμος οὐκ ἦν μετ’ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ασα.

  [19] And there was no war waged with him until the thirty-fifth year of the reign of Asa.

  CHAPTER 16

  [1] καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ασα ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ᾠκοδόμησεν τὴν Ραμα τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ασα βασιλεῖ Ιουδα.

  [1] And in the thirty-eighth year of the reign of Asa, the king of Israel went up against Juda, and built Rama, so as not to allow egress or ingress to Asa king of Juda.

  [2] καὶ ἔλαβεν Ασα χρυσίον καὶ ἀργύριον ἐκ θησαυρῶν οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν τοῦ Αδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων

  [2] And Asa took silver and gold out of the treasures of the house of the Lord, and of the king’s house, and sent them to the son of Ader king of Syria, which dwelt in Damascus, saying,

  [3] Διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον, δεῦρο καὶ διασκέδασον ἀπ’ ἐμοῦ τὸν Βαασα βασιλέα Ισραηλ καὶ ἀπελθέτω ἀπ’ ἐμοῦ.

  [3] Make a covenant between me and thee, and between my father and thy father: behold, I have sent thee gold and silver: come, and turn away from me Baasa king of Israel, and let him depart from me.

  [4] καὶ ἤκουσεν υἱὸς Αδερ τοῦ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ισραηλ καὶ ἐπάταξεν τὴν Ιων καὶ τὴν Δαν καὶ τὴν Αβελμαιν καὶ πάσας τὰς περιχώρους Νεφθαλι.

  [4] And the son of Ader hearkened to king Asa, and sent the captains of his host against the cities of Israel; and smote Æon, and Dan, and Abelmain, and all the country round Nephthali.

  [5] καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασα ἀπέλιπεν τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ραμα καὶ κατέπαυσεν τὸ ἔργον αὐτοῦ.

  [5] And it came to pass when Baasa heard it he left off building Rama, and put a stop to his work:

  [6] καὶ Ασα ὁ βασιλεὺς ἔλαβεν πάντα τὸν Ιουδαν καὶ ἔλαβεν τοὺς λίθους τῆς Ραμα καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησεν Βαασα, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαε καὶ τὴν Μασφα. –

  [6] then king Asa took all Juda, and took the stones of Rama, and its timber, with which Baasa had built; and he built with them Gabae and Maspha.

  [7] καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ανανι ὁ προφήτης πρὸς Ασα βασιλέα Ιουδα καὶ εἶπεν αὐτῷ Ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ κύριον θεόν σου, διὰ τοῦτο ἐσώθη δύναμις Συρίας ἀπὸ τῆς χειρός σου.

  [7] And at that time came Anani the prophet to Asa king of Juda, and said to him, Because thou didst trust on the king of Syria, and didst not trust on the Lord thy God, therefore the army of Syria is escaped out of thy hand.

  [8] οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος, εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ κύριον παρέδωκεν εἰς τὰς χεῖράς σου.

  [8] Were not the Ethiopians and Libyans a great force, in courage, in horsemen, in great numbers? and did not He deliver them into thy hands, because thou trustedst in the Lord?

  [9] ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος.

  [9] For the eyes of the Lord look upon all the earth, to strengthen every heart that is perfect toward him. In this thou hast done foolishly; henceforth there shall be war with thee.

  [10] καὶ ἐθυμώθη Ασα τῷ προφήτῃ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν, ὅτι ὠργίσθη ἐπὶ τούτῳ· καὶ ἐλυμήνατο Ασα ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ.

  [10] And Asa was angry with the prophet, and put him in prison, for he was angry at this: and Asa vexed some of the people at that time.

  [11] Καὶ ἰδοὺ οἱ λόγοι Ασα οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ.

  [11] And, behold, the acts of Asa, the first and the last, are written in the book of the kings of Juda and Israel.

  [12] καὶ ἐμαλακίσθη Ασα ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησεν κύριον, ἀλλὰ τοὺς ἰατρούς.

  [12] And Asa was diseased in his feet in the thirty-ninth year of his reign, until he was very ill: but in his disease he sought not to the Lord, but to the physicians.

  [13] καὶ ἐκοιμήθη Ασα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ,

  [13] And Asa slept with his fathers, and died in the fortieth year of his reign.

  [14] καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι, ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυιδ, καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τῆς κ�
�ίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα.

  [14] And they buried him in the sepulchre which he had dug for himself in the city of David, and they laid him on a bed, and filled it with spices and all kinds of perfumes of the apothecaries; and they made for him a very great funeral.

  CHAPTER 17

  [1] Καὶ ἐβασίλευσεν Ιωσαφατ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ, καὶ κατίσχυσεν Ιωσαφατ ἐπὶ τὸν Ισραηλ.

  [1] And Josaphat his son reigned in his stead, Josaphat strengthened himself against Israel.

  [2] καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν Εφραιμ, ἃς προκατελάβετο Ασα ὁ πατὴρ αὐτοῦ.

  [2] And he put garrisons in all the strong cities of Juda, and appointed captains in all the cities of Juda, and in the cities of Ephraim, which Asa his father had taken.

  [3] καὶ ἐγένετο κύριος μετὰ Ιωσαφατ, ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα,

  [3] And the Lord was with Josaphat, for he walked in the first ways of his father, and did not seek to idols;

  [4] ἀλλὰ κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη, καὶ οὐχ ὡς τοῦ Ισραηλ τὰ ἔργα.

  [4] but he sought to the Lord God of his father, and walked in the commandments of his father, and not according to the works of Israel.

  [5] καὶ κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἔδωκεν πᾶς Ιουδα δῶρα τῷ Ιωσαφατ, καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή.

  [5] And the Lord prospered the kingdom in his hand; and all Juda gave gifts to Josaphat; and he had great wealth and glory.

  [6] καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου, καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα.

  [6] And his heart was exalted in the way of the Lord; and he removed the high places and the groves from the land of Juda.

  [7] καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν, διδάσκειν ἐν πόλεσιν Ιουδα,

  [7] And in the third year of his reign, he sent his chief men, and his mighty men, Abdias and Zacharias, and Nathanael, and Michaias, to teach in the cities of Juda.

  [8] καὶ μετ’ αὐτῶν οἱ Λευῖται Σαμουιας καὶ Ναθανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωθ καὶ Ιωναθαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευῖται, καὶ μετ’ αὐτῶν Ελισαμα καὶ Ιωραμ οἱ ἱερεῖς,

  [8] And with them were the Levites, Samaias, and Nathanias, and Zabdias, and Asiel, and Semiramoth, and Jonathan, and Adonias, and Tobias, and Tobadonias, Levites, and with them Elisama and Joram, the priests.

  [9] καὶ ἐδίδασκον ἐν Ιουδα, καὶ μετ’ αὐτῶν βύβλος νόμου κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόν.

  [9] And they taught in Juda, and there was with them the book of the law of the Lord, and they passed through the cities of Juda, and taught the people.

  [10] καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς ταῖς κύκλῳ Ιουδα, καὶ οὐκ ἐπολέμουν πρὸς Ιωσαφατ·

  [10] And a terror of the Lord was upon all the kingdoms of the land round about Juda, and they made no war against Josaphat.

  [11] καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ Ιωσαφατ δῶρα καὶ ἀργύριον καὶ δόματα, καὶ οἱ Ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους.

  [11] And some of the Philistines brought to Josaphat gifts, and silver, and presents; and the Arabians brought him seven thousand seven hundred rams.

  [12] καὶ ἦν Ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ιουδαίᾳ καὶ πόλεις ὀχυράς.

  [12] And Josaphat increased in greatness exceedingly, and built in Judea places of abode, and strong cities.

  [13] καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ιερουσαλημ.

  [13] And he had many works in Judea: and the mighty men of war, the men of strength, were in Jerusalem.

  [14] καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν· τῷ Ιουδα χιλίαρχοι, Εδνας ὁ ἄρχων καὶ μετ’ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες·

  [14] And this is their number according to the houses of their fathers; even the captains of thousands in Juda were, Ednas the chief, and with him mighty men of strength three hundred thousand.

  [15] καὶ μετ’ αὐτὸν Ιωαναν ὁ ἡγούμενος καὶ μετ’ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες·

  [15] And after him, Joanan the captain, and with him two hundred eighty thousand.

  [16] καὶ μετ’ αὐτὸν Αμασιας ὁ τοῦ Ζαχρι ὁ προθυμούμενος τῷ κυρίῳ καὶ μετ’ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως.

  [16] And after him Amasias the son of Zari, who was zealous for the Lord; and with him two hundred thousand mighty men of strength.

  [17] καὶ ἐκ τοῦ Βενιαμιν δυνατὸς δυνάμεως Ελιαδα καὶ μετ’ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες·

  [17] And out of Benjamin there was a mighty man of strength, even Eliada, and with him two hundred thousand archers and targeteers.

  [18] καὶ μετ’ αὐτὸν Ιωζαβαδ καὶ μετ’ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου.

  [18] And after him Jozabad, and with him a hundred and eighty thousand mighty men of war.

  [19] οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ιουδαίᾳ.

  [19] These were the king’s servants besides those whom the king put in the strong cities in all Judea.

  CHAPTER 18

  [1] Καὶ ἐγενήθη τῷ Ιωσαφατ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Αχααβ.

  [1] And Josaphat had yet great wealth and glory, and he connected himself by marriage with the house of Achaab.

  [2] καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Αχααβ εἰς Σαμάρειαν, καὶ ἔθυσεν αὐτῷ Αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ καὶ ἠπάτα αὐτὸν τοῦ συναναβῆναι μετ’ αὐτοῦ εἰς Ρ
αμωθ τῆς Γαλααδίτιδος.

  [2] And he went down after a term of years to Achaab to Samaria: and Achaab slew for him sheep and calves, in abundance, and for the people with him, and he much desired him to go up with him to Ramoth of the country of Galaad.

  [3] καὶ εἶπεν Αχααβ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα Πορεύσῃ μετ’ ἐμοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ Ὡς ἐγώ, οὕτως καὶ σύ· ὡς ὁ λαός σου, καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον.

  [3] And Achaab king of Israel said to Josaphat king of Juda, Wilt thou go with me to Ramoth of the country of Galaad? And he said to him, As I am, so also art thou, as thy people, so also is my people with thee for the war.

  [4] καὶ εἶπεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ Ζήτησον δὴ σήμερον τὸν κύριον.

  [4] And Josaphat said to the king of Israel, Seek, I pray thee, the Lord to-day.

  [5] καὶ συνήγαγεν ὁ βασιλεὺς Ισραηλ τοὺς προφήτας, τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς Εἰ πορευθῶ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν Ἀνάβαινε, καὶ δώσει ὁ θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως.

  [5] And the king of Israel gathered the prophets, four hundred men, and said to them, Shall I go to Ramoth Galaad to battle, or shall I forbear? And they said, Go up, and God shall deliver it into the hands of the king.

  [6] καὶ εἶπεν Ιωσαφατ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ’ αὐτοῦ;

  [6] And Josaphat said, Is there not here a prophet of the Lord besides, that we may enquire of him?

  [7] καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν κύριον δι’ αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστιν προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μιχαιας υἱὸς Ιεμλα. καὶ εἶπεν Ιωσαφατ Μὴ λαλείτω ὁ βασιλεὺς οὕτως.

 

‹ Prev