by Septuagint
[10] καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δοῦλος ὁ Αμμωνι, καὶ πονηρὸν αὐτοῖς ἐγένετο ὅτι ἥκει ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς Ισραηλ.
[10] And Sanaballat the Aronite heard it, and Tobia the servant, the Ammonite, and it was grievous to them that a man was come to seek good for the children of Israel.
[11] Καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ ἤμην ἐκεῖ ἡμέρας τρεῖς.
[11] So I came to Jerusalem, and was there three days.
[12] καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετ’ ἐμοῦ· καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ Ισραηλ, καὶ κτῆνος οὐκ ἔστιν μετ’ ἐμοῦ εἰ μὴ τὸ κτῆνος, ᾧ ἐγὼ ἐπιβαίνω ἐπ’ αὐτῷ.
[12] And I rose up by night, I and a few men with me; and I told no man what God put into my heart to do with Israel; and there was no beast with me, except the beast which I rode upon.
[13] καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλα καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ιερουσαλημ, ὃ αὐτοὶ καθαιροῦσιν καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί.
[13] And I went forth by the gate of the valley by night, and to the mouth of the well of fig trees, and to the dung-gate: and I mourned over the wall of Jerusalem which they were destroying, and her gates were devoured with fire.
[14] καὶ παρῆλθον ἐπὶ πύλην τοῦ Αιν καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως, καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου.
[14] And I passed on to the fountain gate, and to the king’s pool; and there was no room for the beast to pass under me.
[15] καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τῷ τείχει. καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος καὶ ἐπέστρεψα.
[15] And I went up by the wall of the brook by night, and mourned over the wall, and passed through the gate of the valley, and returned.
[16] καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ, καὶ τοῖς Ιουδαίοις καὶ τοῖς ἱερεῦσιν καὶ τοῖς ἐντίμοις καὶ τοῖς στρατηγοῖς καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσιν τὰ ἔργα ἕως τότε οὐκ ἀπήγγειλα.
[16] And the sentinels knew not why I went, nor what I was doing; and until that time I told it not to the Jews, or to the priests, or to the nobles, or to the captains, or to the rest of the men who wrought the works.
[17] καὶ εἶπα πρὸς αὐτούς Ὑμεῖς βλέπετε τὴν πονηρίαν, ἐν ᾗ ἐσμεν ἐν αὐτῇ, πῶς Ιερουσαλημ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί· δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ιερουσαλημ, καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος.
[17] Then I said to them, Ye see this evil, in which we are, how Jerusalem is desolate, and her gates have been set on fire: come, and let us build throughout the wall of Jerusalem, and we shall be no longer a reproach.
[18] καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ θεοῦ, ἥ ἐστιν ἀγαθὴ ἐπ’ ἐμέ, καὶ τοὺς λόγους τοῦ βασιλέως, οὓς εἶπέν μοι, καὶ εἶπα Ἀναστῶμεν καὶ οἰκοδομήσωμεν. καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς ἀγαθόν. –
[18] And I told them of the hand of God which was good upon me, also about the words of the king which he spoke to me: and I said, Let us arise and build. And their hands were strengthened for the good work.
[19] καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δοῦλος ὁ Αμμωνι καὶ Γησαμ ὁ Αραβι καὶ ἐξεγέλασαν ἡμᾶς καὶ ἦλθον ἐφ’ ἡμᾶς καὶ εἶπαν Τί τὸ ῥῆμα τοῦτο, ὃ ὑμεῖς ποιεῖτε; ἦ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε;
[19] And Sanaballat the Aronite, and Tobia the servant, the Ammonite, and Gesam the Arabian, heard it, and they laughed us to scorn, and came to us, and said, What is this thing that ye are doing? are ye revolting against the king?
[20] καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς Ὁ θεὸς τοῦ οὐρανοῦ, αὐτὸς εὐοδώσει ἡμῖν, καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί, καὶ οἰκοδομήσομεν· καὶ ὑμῖν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ιερουσαλημ.
[20] And I answered them, and said to them, The God of heaven, he shall prosper us, and we his servants are pure, and we will build: but ye have no part, nor right, nor memorial, in Jerusalem.
CHAPTER 3
ΚΑΙ ἀνέστη ᾿Ελιασοὺβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν. αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου ᾿Αναμεὴλ
Then Eliasub the high priest, and his brethren the priests, rose up, and built the sheep-gate; they sanctified it, and set up the doors of it; even to the tower of the hundred they sanctified it, to the tower of Anameel.
[2] καὶ ἐπὶ χεῖρας ἀνδρῶν υἱῶν ῾Ιεριχὼ καὶ ἐπὶ χεῖρας υἱῶν Ζακχούρ, υἱοῦ ᾿Αμαρί.
[2] And they builded by the side of the men of Jericho, and by the side of the sons of Zacchur, the son of Amari.
[3] καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ ᾿Ασανά· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
[3] And the sons of Asana built the fish-gate; they roofed it, and covered in its doors, and bolts, and bars.
[4] καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ Ραμὼθ υἱὸς Οὐρία, υἱοῦ ᾿Ακκώς. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Μοσολλὰμ υἱὸς Βαραχίου υἱοῦ Μαζεβήλ, καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Σαδὼκ υἱὸς Βαανά.
[4] And next to them the order reached to Ramoth the son of Uria, the son of Accos, and next to them Mosollam son of Barachias the son of Mazebel took his place: and next to them Sadoc the son of Baana took his place.
[5] καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωΐμ, καὶ ἀδωρηὲμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν.
[5] And next to them the Thecoim took their place; but the Adorim applied not their neck to their service.
[6] καὶ τὴν πύλην ᾿Ιασαναΐ ἐκράτησαν ᾿Ιωϊδὰ υἱὸς Φασὲκ καὶ Μεσουλὰμ υἱὸς Βασωδία· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
[6] And Joida the son of Phasec, and Mesulam son of Basodia, repaired the old gate; they covered it in, and set u
p its doors, and its bolts, and its bars.
[7] καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησαν Μαλτίας ὁ Γαβαωνίτης καὶ Εὐάρων ὁ Μηρωνωθίτης, ἄνδρες τῆς Γαβαὼν καὶ τῆς Μασφὰ ἕως θρόνου τοῦ ἄρχοντος τοῦ πέραν τοῦ ποταμοῦ,
[7] And next to them repaired Maltias the Gabaonite, and Evaron the Meronothite, the men of Gabaon and Maspha, to the throne of the governor on this side the river.
[8] καὶ παρ’ αὐτὸν παρησφαλίσατο ᾿Οζιὴλ υἱὸς ᾿Αραχίου πυρωτῶν. καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν ᾿Ανανίας υἱὸς τοῦ Ρωκεΐμ, καὶ κατέλιπον ῾Ιερουσαλὴμ ἕως τοῦ τείχους τοῦ πλατέος.
[8] And next to him Oziel the son of Arachias of the smiths, carried on the repairs: and next to them Ananias the son of one of the apothecaries repaired, and they finished Jerusalem to the broad wall.
[9] καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησε Ραφαΐα υἱὸς Σούρ, ἄρχων ἡμίσους περιχώρου ῾Ιερουσαλήμ.
[9] And next to them repaired Raphaea the son of Sur, the ruler of half the district round about Jerusalem.
[10] καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν ᾿Ιεδαΐα υἱὸς ᾿Ερωμὰφ καὶ κατέναντι οἰκίας αὐτοῦ. καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν ᾿Αττοὺθ υἱὸς ᾿Ασαβανία.
[10] And next to them repaired Jedaia the son of Eromaph, and that in front of his house: and next to him repaired Attuth son of Asabania.
[11] καὶ δεύτερος ἐκράτησε Μελχίας υἱὸς ᾿Ηρὰμ καὶ ᾿Ασοὺβ υἱὸς Φαὰτ Μωὰβ καὶ ἕως πύργου τῶν θαννουρίμ.
[11] And next to him repaired Melchias son of Heram, and Asub son of Phaat Moab, even to the tower of the furnaces.
[12] καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησε Σαλλοὺμ υἱὸς ᾿Αλλωῆς ἄρχων ἡμίσους περιχώρου ῾Ιερουσαλήμ, αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ.
[12] And next to him repaired Sallum the son of Alloes, the ruler of half the district round about Jerusalem, he and his daughters.
[13] τὴν πύλην τῆς φάραγγος ἐκράτησαν ᾿Ανοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως τῆς πύλης τῆς κοπρίας.
[13] Anun and the inhabitants of Zano repaired the gate of the valley: they built it, and set up its doors, and its bolts, and its bars, and a thousand cubits of the wall as far as the dung-gate.
[14] καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησε Μελχία υἱὸς Ρηχὰβ ἄρχων περιχώρου Βηθακχαρίμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
[14] And Melchia the son of Rechab, the ruler of the district round about Beth-accharim, repaired the dung-gate, he and his sons; and they covered it, and set up its doors, and its bolts, and its bars.
[15] τὴν δὲ πύλην τῆς πηγῆς ἠσφαλίσατο Σαλωμὼν υἱὸς Χολεζὲ ἄρχων μέρους τῆς Μασφά· αὐτὸς ἐξῳκοδόμησεν αὐτὴν καὶ ἐστέγασεν αὐτὴν καὶ ἔστησε τὰς θύρας αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυίδ.
[15] But Solomon the son of Choleze repaired the gate of the fountain, the ruler of part of Maspha; he built it, and covered it, and set up its doors and its bars, and the wall of the pool of the skins by the meadow of the king, and as far as the steps that lead down from the city of David.
[16] ὀπίσω αὐτοῦ ἐκράτησε Νεεμίας υἱὸς ᾿Αζαβοὺχ ἄρχων ἡμίσους περιχώρου Βηθσοὺρ ἕως κήπου τάφου Δαυὶδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαγγαρίμ.
[16] After him repaired Neemias son of Azabuch, ruler of half the district round about Bethsur, as far as the garden of David’s sepulchre, and as far as the artificial pool, and as far as Bethaggarim.
[17] ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται, Ραοὺμ υἱὸς Βανί. ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν ᾿Ασαβία ἄρχων ἡμίσους περιχώρου Κεϊλὰ τῷ περιχώρῳ αὐτοῦ.
[17] After him repaired the Levites, even Raum the son of Bani: next to him repaired Asabia, ruler of half the district round about Keila, in his district.
[18] καὶ μετ’ αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βενεΐ υἱὸς ᾿Ηναδὰδ ἄρχων ἡμίσους περιχώρου Κεϊλά.
[18] And after him repaired his brethren, Benei son of Enadad, ruler of half the district round about Keila.
[19] καὶ ἐκράτησαν ἐπὶ χεῖρα αὐτοῦ ᾿Αζοὺρ υἱὸς ᾿Ιησοῦ, ἄρχων τοῦ Μασφαί, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας.
[19] And next to him repaired Azur the son of Joshua, ruler of Masphai, another portion of the tower of ascent, where it meets the corner.
[20] μετ’ αὐτὸν ἐκράτησε Βαροὺχ υἱὸς Ζαβοῦ μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελιασοὺβ τοῦ ἱερέως τοῦ μεγάλου.
[20] After him repaired Baruch the son of Zabu, a second portion, from the corner as far as the door of the house of Eliasub the high priest.
[21] μετ’ αὐτὸν ἐκράτησε Μεραμὼθ υἱὸς Οὐρία, υἱοῦ ᾿Ακκώς, μέτρον δεύτερον ἀπὸ θύρας Βηθελιασοὺβ ἕως ἐκλείψεως Βηθελιασούβ.
[21] After him repaired Meramoth the son of Uria the son of Accos, a second part from the door of the house of Betheliasub, to the end of the house of Betheliasub.
[22] καὶ μετ’ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες ᾿Εκχεχάρ.
[22] And after him repaired the priests, the men of Ecchechar.
[23] καὶ μετ’ αὐτὸν ἐκράτησε Βενιαμὶν καὶ ᾿Ασοὺβ κατέναντι οἴκου αὐτῶν. καὶ μετ’ αὐτὸν ἐκράτησεν ᾿Αζαρίας υἱὸς Μαασίου, υἱοῦ ᾿Ανανία ἐχόμενα οἴκου αὐτοῦ.
[23] And after him repaired Benjamin and Asub over against their house: and after him repaired Azarias son of Maasias the son of Ananias, the parts near to his house.
[24] καὶ μετ’ αὐτὸν ἐκράτησε Βανὶ υἱὸς ᾿Αδὰδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρία ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς
[24] After him repaired Bani the son of Adad, another portion from the house of Azaria as far as the corner and to the turning,
[25] Φαλὰχ υἱοῦ Εὐζαΐ ἐξεναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετ’
αὐτὸν Φαδαΐα υἱὸς Φόρος.
[25] of Phalach the son of Euzai, opposite the corner, and where is also the tower that projects from the king’s house, even the upper one of the prison-house: and after him repaired Phadaea the son of Phoros.
[26] καὶ οἱ ναθινὶμ ἦσαν οἰκοῦντες ἐν τῷ ᾿Ωφὰλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς, καὶ ὁ πύργος ὁ ἐξέχων.
[26] And the Nathinim dwelt in Ophal, as far as the garden of the water-gate eastward, and there is the projecting tower.
[27] καὶ μετ’ αὐτὸν ἐκράτησαν οἱ Θεκωΐμ μέτρον δεύτερον ἐξεναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους τοῦ ᾿Οφλά.
[27] And after them the Thecoim repaired, another portion opposite the great projecting tower, even as far as the wall of Ophla.
[28] ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ.
[28] The priests repaired above the horse-gate, every man over against his own house.
[29] καὶ μετ’ αὐτὸν ἐκράτησε Σαδδοὺκ υἱὸς ᾿Εμμὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ. καὶ μετ’ αὐτὸν ἐκράτησε Σαμαΐα υἱὸς Σεχενία φύλαξ τῆς πύλης τῆς ἀνατολῆς.
[29] And after him Sadduc the son of Emmer repaired opposite his own house: and after him repaired Samaea son of Sechenia, guard of the east-gate.
[30] μετ’ αὐτὸν ἐκράτησεν ᾿Ανανία υἱὸς Σελεμία καὶ ᾿Ανὼμ υἱὸς Σελέφ, ὁ ἕκτος, μέτρον δεύτερον. μετ’ αὐτὸν ἐκράτησε Μεσουλὰμ υἱὸς Βαραχία ἐξεναντίας γαζοφυλακίου αὐτοῦ.