Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 873
Septuagint Complete Greek and English Edition Page 873

by Septuagint


  [22] And the overseer of the Levites was the son of Bani, son of Ozi, son of Asabia, the son of Micha. Of the sons of Asaph the singers some were over the house of God,

  [23] ὅτι ἐντολὴ τοῦ βασιλέως ἐπ’ αὐτούς.

  [23] For so was the king’s commandment concerning them.

  [24] καὶ Παθαια υἱὸς Βασηζα πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν ῥῆμα τῷ λαῷ. –

  [24] And Phathaia son of Baseza was in attendance on the king in every matter for the people,

  [25] καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν. καὶ ἀπὸ υἱῶν Ιουδα ἐκάθισαν ἐν Καριαθαρβοκ

  [25] and with regard to villages in their country district: and some of the children of Juda dwelt in Cariatharboc,

  [26] καὶ ἐν Ιησου

  [26] and in Jesu,

  [27] καὶ ἐν Βεηρσαβεε,

  [27] and in Bersabee:

  [30] καὶ ἐπαύλεις αὐτῶν, Λαχις καὶ ἀγροὶ αὐτῆς· καὶ παρενεβάλοσαν ἐν Βεηρσαβεε.

  [30] And their villages were Lachis and her hands: and they pitched their tents in Bersabee.

  [31] καὶ οἱ υἱοὶ Βενιαμιν ἀπὸ Γαβα, Μαχαμας.

  [31] And the children of Benjamin dwelt from Gabaa to Machmas.

  [36] καὶ ἀπὸ τῶν Λευιτῶν μερίδες Ιουδα τῷ Βενιαμιν.

  [36] And of the Levites there were divisions to Juda and to Benjamin.

  CHAPTER 12

  [1] Καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱοῦ Σαλαθιηλ καὶ Ἰησοῦ· Σαραια, Ιερμια, Εσδρα,

  Now these are the priests and the Levites that went up with Zorobabel the son of Salathiel and Jesus: Saraia, Jeremia, Esdra,

  [2] Αμαρια, Μαλουχ,

  [2] Amaria, Maluch,

  [3] Σεχενια·

  [3] Sechenia.

  [7] οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ. –

  [7] These were the chiefs of the priests, and their brethren in the days of Jesus.

  [8] καὶ οἱ Λευῖται· Ιησου, Βανουι, Καδμιηλ, Σαραβια, Ιουδα, Μαχανια· ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ

  [8] And the Levites were, Jesus, Banui, Cadmiel, Sarabia, Jodae, Matthania: he was over the bands,

  [9] εἰς τὰς ἐφημερίας.

  [9] and his brethren were appointed to the daily courses.

  [10] καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ιωακιμ, καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ, καὶ Ελιασιβ τὸν Ιωδαε,

  [10] And Jesus begot Joakim, and Joakim begot Eliasib, and Eliasib begot Jodae,

  [11] καὶ Ιωδαε ἐγέννησεν τὸν Ιωναθαν, καὶ Ιωναθαν ἐγέννησεν τὸν Ιαδου.

  [11] and Jodae begot Jonathan, and Jonathan begot Jadu.

  [12] καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραια Μαραια, τῷ Ιερμια Ανανια,

  [12] And in the days of Joakim, his brethren the priests and the heads of families were, belonging to Saraia, Amaria; to Jeremia, Anania;

  [13] τῷ Εσδρα Μεσουλαμ, τῷ Αμαρια Ιωαναν,

  [13] to Esdra, Mesulam; to Amaria, Joanan;

  [14] τῷ Μαλουχ Ιωναθαν, τῷ Σεχενια Ιωσηφ,

  [14] to Amaluch, Jonathan; to Sechenia, Joseph;

  [15] τῷ Αρεμ Αδνας, τῷ Μαριωθ Ελκαι,

  [15] to Are, Mannas; to Marioth, Elcai;

  [16] τῷ Αδδαι Ζαχαριας, τῷ Γαναθων Μοσολλαμ,

  [16] to Adadai, Zacharia; to Ganathoth, Mesolam;

  [17] τῷ Αβια Ζεχρι, τῷ Βενιαμιν ἐν καιροῖς τῷ Φελητι,

  [17] to Abia, Zechri; to Miamin, Maadai; to Pheleti, one;

  [18] τῷ Βαλγα Σαμουε, τῷ Σεμεια Ιωναθαν,

  [18] to Balgas, Samue; to Semia, Jonathan;

  [19] τῷ Ιωιαριβ Μαθθαναι, τῷ Ιδια Οζι,

  [19] to Joarib, Matthanai; to Edio, Ozi;

  [20] τῷ Σαλλαι Καλλαι, τῷ Αμουκ Αβεδ,

  [20] to Salai, Callai; to Amec, Abed;

  [21] τῷ Ελκια Ασαβιας, τῷ Ιεδειου Ναθαναηλ. –

  [21] to Elkia, Asabias; to Jedeiu, Nathanael.

  [22] οἱ Λευῖται ἐν ἡμέραις Ελιασιβ, Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου·

  [22] The Levites in the days of Eliasib, Joada, and Joa, and Joanan, and Idua, were recorded heads of families: also the priests, in the reign of Darius the Persian.

  [23] υἱοὶ Λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ιωαναν υἱοῦ Ελισουβ.

  [23] And the sons of Levi, heads of families, were written in the book of the chronicles, even to the days of Joanan son of Elisue.

  [24] καὶ ἄρχοντες τῶν Λευιτῶν· Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερίαν

  [24] And the heads of the Levites were Asabia, and Sarabia, and Jesu: and the sons of Cadmiel, and their brethren over against them, were to sing hymns of praise, according to the commandment of David the man of God, course by course.

  [25] ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς

  [25] When I gathered the porters,

  [26] ἐν ἡμέραις Ιωακιμ υἱοῦ Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια, καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς.

  [26] it was in the days of Joakim son of Jesus, son of Josedec, and in the days of Neemia: and Esdras the priest was scribe.

  [27] Καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι.

  [27] And at the dedication of the wall of Jerusalem they sought the Levites in their places, to bring them to Jerusalem, to keep a feast of dedication and gladness with thanksgiving, and they sounded cymbals with songs, and had psalteries and harps.

  [28] καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων

  [28] And the sons of the singers were assembled both from the neighbourhood round about to Jerusalem, and from the villages,

  [29] καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ιερουσαλημ.

  [29] and from the country: for the singers built themselves villages by Jerusalem.

  [30] καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἐκαθάρισαν τὸν λαὸν �
�αὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος.

  [30] And the priests and the Levites purified themselves, and they purified the people, and the porters, and the wall.

  [31] καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας,

  [31] And they brought up the princes of Juda on the wall, and they appointed two great companies for thanksgiving, and they passed on the right hand on the wall of the dung-gate.

  [32] καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ωσαια καὶ ἥμισυ ἀρχόντων Ιουδα

  [32] And after them went Osaia, and half the princes of Juda,

  [33] καὶ Αζαριας, Εσδρας καὶ Μεσουλαμ,

  [33] and Azarias, and Esdras, and Mesollam,

  [34] Ιουδα καὶ Βενιαμιν καὶ Σαμαια καὶ Ιερμια

  [34] and Juda, and Benjamin, and Samaias and Jeremia.

  [35] καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαφ

  [35] And some of the sons of the priest with trumpets, Zacharias son of Jonathan, son of Samaias, son of Matthania, son of Michaia, son of Zacchur, son of Asaph:

  [36] καὶ ἀδελφοὶ αὐτοῦ Σαμαια καὶ Οζιηλ αἰνεῖν ἐν ᾠδαῖς Δαυιδ ἀνθρώπου τοῦ θεοῦ, καὶ Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν·

  [36] and his brethren, Samaia, and Oziel, Gelol, Jama, Aia, Nathanael, and Juda, Anani, to praise with the hymns of David the man of God; and Esdras the scribe was before them,

  [37] ἐπὶ πύλης τοῦ αιν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυιδ καὶ ἕως πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς. –

  [37] at the gate, to praise before them, and they went up by the steps of the city of David, in the ascent of the wall, above the house of David, even to the water-gate toward the east.

  [38] καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς, καὶ ἐγὼ ὀπίσω αὐτῆς, καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουριμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος

  [38] and concerning the second group of praise it proceeded and I met them, and the half of the people were above the wall of the tower of Thennurim as far as the broad wall

  [39] καὶ ὑπεράνω τῆς πύλης Εφραιμ καὶ ἐπὶ πύλην τῆς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ανανεηλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς.

  [39] and above the gate of Ephraim, and to the fish-gate, and by the tower of Anameel, and as far as the sheep-gate. and they stood in the gate of the guard.

  [40] καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ, καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ’ ἐμοῦ

  [40] and the two groups of praise stood in the house of God, and I and half of the generals with me

  [41] καὶ οἱ ἱερεῖς Ελιακιμ, Μαασιας, Βενιαμιν, Μιχαιας, Ελιωηναι, Ζαχαριας, Ανανιας ἐν σάλπιγξιν

  [41] and the priests Eliacim, Maasias, Beniamin, Michaeas, Elioenai, Zacharias, Ananias with their trumpets and Maasias and Semeias and Eleazar and Ozi and Joanath and Melchias and Elam and Ezur,

  [42] καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ, καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν.

  [42] And the singers were heard, and were numbered.

  [43] καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως· καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν.

  [43] And in that day they offered great sacrifices, and rejoiced; for God had made them very joyful: and their wives and their children rejoiced: and the joy in Jerusalem was heard from afar off.

  [44] Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῖς θησαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἦν ἐν Ιουδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας.

  [44] And in that day they appointed men over the treasuries, for the treasures, the first-fruits, and the tithes, and for the chiefs of the cities who were assembled among them, to furnish portions for the priests and Levites: for there was joy in Juda over the priests and over the Levites that waited.

  [45] καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱοῦ αὐτοῦ·

  [45] And they kept the charges of their God, and the charges of the purification, and ordered the singers and the porters, according to the commandments of David and his son Solomon.

  [46] ὅτι ἐν ἡμέραις Δαυιδ Ασαφ ἀπ’ ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ,

  [46] For in the days of David Asaph was originally first of the singers, and they sang hymns and praise to God.

  [47] καὶ πᾶς Ισραηλ ἐν ἡμέραις Ζοροβαβελ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ααρων.

  [47] And all Israel in the days of Zorobabel, and in the days of Neemias, gave the portions of the singers and the porters, a daily rate: and consecrated them to the Levites: and the Levites consecrated them to the sons of Aaron.

  CHAPTER 13

  [1] Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ, καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος,

  In that day they read in the book of Moses in the ears of the people; and it was found written in it, that the Ammonites and Moabites should not enter into the congregation of God for ever;

  [2] ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ισραηλ ἐν ἄρτῳ καὶ ἐν ὕδατι καὶ ἐμισθώσαντο ἐπ’ αὐτὸν τὸν Βαλααμ καταράσασθαι, καὶ ἔστρεψεν ὁ θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν.

  [2] because they met not the children of Israel with bread and water, but hired Balaam against them to curse them: but our God turned the curse into a blessing.


  [3] καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον, καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν Ισραηλ.

  [3] And it came to pass, when they heard the law, that they were separated, even every alien in Israel.

  [4] Καὶ πρὸ τούτου Ελιασιβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου θεοῦ ἡμῶν ἐγγίων Τωβια

  [4] And before this time Eliasib the priest dwelt in the treasury of the house of our God, connected with Tobias;

  [5] καὶ ἐποίησεν αὐτῷ γαζοφυλάκιον μέγα, καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μανααν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, καὶ ἀπαρχὰς τῶν ἱερέων.

  [5] and he made himself a great treasury, and there they were formerly in the habit of bestowing the offerings, and the frankincense, and the vessels, and the tithe of the corn, and the wine, and the oil, the ordered portion of the Levites, and singers, and porters; and the first-fruits of the priests.

  [6] καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ιερουσαλημ, ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Αρθασασθα βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα. καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως

  [6] But in all this time I was not in Jerusalem; for in the thirty-second year of Arthasastha king of Babylon I came to the king, and after a certain time I made my request of the king;

  [7] καὶ ἦλθον εἰς Ιερουσαλημ. καὶ συνῆκα ἐν τῇ πονηρίᾳ, ᾗ ἐποίησεν Ελισουβ τῷ Τωβια ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ θεοῦ.

 

‹ Prev