Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 889
Septuagint Complete Greek and English Edition Page 889

by Septuagint


  [12] υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς καὶ ὡς παῖδας αὐτομολούντων ἐτίτρωσκον αὐτούς, ἀπώλοντο ἐκ παρατάξεως κυρίου μου.

  [12] The sons of the damsels have pierced them through, and wounded them as fugatives’ children: they perished by the battle of the Lord.

  [13] ὑμνήσω τῷ θεῷ μου ὕμνον καινόν Κύριε, μέγας εἶ καὶ ἔνδοξος, θαυμαστὸς ἐν ἰσχύι, ἀνυπέρβλητος.

  [13] I will sing unto the Lord a new song: O Lord, thou art great and glorious, wonderful in strength, and invincible.

  [14] σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου· ὅτι εἶπας, καὶ ἐγενήθησαν· ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ᾠκοδόμησεν· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου.

  [14] Let all creatures serve thee: for thou spakest, and they were made, thou didst send forth thy spirit, and it created them, and there is none that can resist thy voice.

  [15] ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασιν σαλευθήσεται, πέτραι δ’ ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται· ἔτι δὲ τοῖς φοβουμένοις σε, σὺ εὐιλατεύσεις αὐτοῖς.

  [15] For the mountains shall be moved from their foundations with the waters, the rocks shall melt as wax at thy presence: yet thou art merciful to them that fear thee.

  [16] ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας, καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι· ὁ δὲ φοβούμενος τὸν κύριον μέγας διὰ παντός.

  [16] For all sacrifice is too little for a sweet savour unto thee, and all the fat is not sufficient for thy burnt offering: but he that feareth the Lord is great at all times.

  [17] οὐαὶ ἔθνεσιν ἐπανιστανομένοις τῷ γένει μου· κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρᾳ κρίσεως δοῦναι πῦρ καὶ σκώληκας εἰς σάρκας αὐτῶν, καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰῶνος.

  [17] Woe to the nations that rise up against my kindred! the Lord Almighty will take vengeance of them in the day of judgment, in putting fire and worms in their flesh; and they shall feel them, and weep for ever.

  [18] Ὡς δὲ ἤλθοσαν εἰς Ιερουσαλημ, προσεκύνησαν τῷ θεῷ, καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαός, ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν καὶ τὰ ἑκούσια αὐτῶν καὶ τὰ δόματα.

  [18] Now as soon as they entered into Jerusalem, they worshipped the Lord; and as soon as the people were purified, they offered their burnt offerings, and their free offerings, and their gifts.

  [19] καὶ ἀνέθηκεν Ιουδιθ πάντα τὰ σκεύη Ολοφέρνου, ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ, καὶ τὸ κωνώπιον, ὃ ἔλαβεν ἑαυτῇ ἐκ τοῦ κοιτῶνος αὐτοῦ, εἰς ἀνάθημα τῷ θεῷ ἔδωκεν.

  [19] Judith also dedicated all the stuff of Holofernes, which the people had given her, and gave the canopy, which she had taken out of his bedchamber, for a gift unto the Lord.

  [20] καὶ ἦν ὁ λαὸς εὐφραινόμενος ἐν Ιερουσαλημ κατὰ πρόσωπον τῶν ἁγίων ἐπὶ μῆνας τρεῖς, καὶ Ιουδιθ μετ’ αὐτῶν κατέμεινεν.

  [20] So the people continued feasting in Jerusalem before the sanctuary for the space of three months and Judith remained with them.

  [21] Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ Ιουδιθ ἀπῆλθεν εἰς Βαιτυλουα καὶ κατέμεινεν ἐπὶ τῆς ὑπάρξεως αὐτῆς· καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτῆς ἔνδοξος ἐν πάσῃ τῇ γῇ.

  [21] After this time every one returned to his own inheritance, and Judith went to Bethulia, and remained in her own possession, and was in her time honourable in all the country.

  [22] καὶ πολλοὶ ἐπεθύμησαν αὐτήν, καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς, ἀφ’ ἧς ἡμέρας ἀπέθανεν Μανασσης ὁ ἀνὴρ αὐτῆς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

  [22] And many desired her, but none knew her all the days of her life, after that Manasses her husband was dead, and was gathered to his people.

  [23] καὶ ἦν προβαίνουσα μεγάλη σφόδρα καὶ ἐγήρασεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἔτη ἑκατὸν πέντε· καὶ ἀφῆκεν τὴν ἅβραν αὐτῆς ἐλευθέραν. καὶ ἀπέθανεν εἰς Βαιτυλουα, καὶ ἔθαψαν αὐτὴν ἐν τῷ σπηλαίῳ τοῦ ἀνδρὸς αὐτῆς Μανασση,

  [23] But she increased more and more in honour, and waxed old in her husband’s house, being an hundred and five years old, and made her maid free; so she died in Bethulia: and they buried her in the cave of her husband Manasses.

  [24] καὶ ἐπένθησεν αὐτὴν οἶκος Ισραηλ ἡμέρας ἑπτά. καὶ διεῖλεν τὰ ὑπάρχοντα αὐτῆς πρὸ τοῦ ἀποθανεῖν αὐτὴν πᾶσι τοῖς ἔγγιστα Μανασση τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῖς ἔγγιστα τοῦ γένους αὐτῆς.

  [24] And the house of Israel lamented her seven days: and before she died, she did distribute her goods to all them that were nearest of kindred to Manasses her husband, and to them that were the nearest of her kindred.

  [25] καὶ οὐκ ἦν ἔτι ὁ ἐκφοβῶν τοὺς υἱοὺς Ισραηλ ἐν ταῖς ἡμέραις Ιουδιθ καὶ μετὰ τὸ ἀποθανεῖν αὐτὴν ἡμέρας πολλάς.

  [25] And there was none that made the children of Israel any more afraid in the days of Judith, nor a long time after her death.

  Esther

  CHAPTER 1

  ΕΤΟΥΣ δευτέρου βασιλεύοντος ᾿Αρταξέρξου τοῦ μεγάλου βασιλέως τῇ μιᾷ τοῦ Νισάν, ἐνύπνιον εἶδε Μαρδοχαῖος ὁ τοῦ ᾿Ιαΐρου, τοῦ Σεμεΐου, τοῦ Κισσαίου, ἐκ φυλῆς Βενιαμίν,

  In the second year of the reign of Artaxerxes the great king, on the first day of Nisan, Mardochaeus the son of Jarius, the son of Semeias, the son of Cisaus, of the tribe of Benjamine,

  [1]β ἄνθρωπος ᾿Ιουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνθρωπος μέγας, θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως.

  [1b] a Jew dwelling in the city Susa, a great man, serving in the king’s palace, saw a vision.

  [1]γ ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας, ἧς ᾐχμαλώτευσε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος ἐξ ῾Ιερουσαλὴμ μετὰ ᾿Ιεχονίου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας.

  [1c] Now he was of the captivity which Nabuchodonosor king of Babylon had carried captive from Jerusalem, with Jechonias the king of Judea.

  [1]δ καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον· καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος, βρονταὶ καὶ σεισμός, τάραχος ἐπὶ τῆς γῆς.

  [1d] And this was his dream: Behold, voices and a noise, thunders and earthquake, tumult upon the earth.

  [1]ε καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι ἕτοιμοι προῆλθον
ἀμφότεροι παλαίειν, καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη·

  [1e] And, behold, two great serpents came forth, both ready for conflict, and there came from them a great voice,

  [1]ζ καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον, ὥστε πολεμῆσαι δικαίων ἔθνος.

  [1f] and by their voice every nation was prepared for battle, even to fight against the nation of the just.

  [1]η καὶ ἰδοὺ ἡμέρα σκότος καὶ γνόφου, θλῖψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς·

  [1g] And, behold, a day of darkness and blackness, tribulation and anguish, affection and tumult upon the earth.

  [1]θ καὶ ἐταράχθη πᾶν ἔθνος δίκαιον φοβούμενοι τὰ ἑαυτῶν κακὰ καὶ ἡτοιμάσθησαν ἀπολέσθαι καὶ ἐβόησαν πρὸς τὸν Θεόν.

  [1h] And all the righteous nation was troubled, fearing their own afflictions; and they prepared to die, and cried to God:

  [1]ι ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ·

  [1i] and from their cry there came as it were a great river from a little fountain , even much water.

  [1]κ καὶ φῶς καὶ ἥλιος ἀνέτειλε, καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους.

  [1j] And light and the sun arose, and the lowly were exalted, and devoured the honorable.

  [1]λ καὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο καὶ τί ὁ Θεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν τῇ καρδίᾳ καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός.

  [1k] And Mardochaeus who had seen this vision and what God desired to do, having awoke, kept it in his heart, and desired by all means to interpret it, even till night.

  [1]μ καὶ ἡσύχασε Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβαθὰ καὶ Θάρα τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασσόντων τὴν αὐλὴν

  [1l] And Mardochaeus rested quiet in the palace with Gabatha and Tharrha the king’s two chamberlains, eunuchs who guarded the palace.

  [1]ν ἤκουσέ τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύνησε καὶ ἔμαθεν, ὅτι ἑτοιμάζουσι τὰς χεῖρας ἐπιβαλεῖν ᾿Αρταξέρξῃ τῷ βασιλεῖ, καὶ ὑπέδειξε τῷ βασιλεῖ περὶ αὐτῶν.

  [1m] And he heard their reasoning and searched out their plans, and learnt that they were preparing to lay hands on king Artaxerxes: and he informed the king concerning them.

  [1]ξ καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους, καὶ ὁμολογήσαντες ἀπήχθησαν.

  [1n] And the king examined the two chamberlains, and they confessed, and were executed.

  [1]ο καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον, καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων.

  [1o] And the king wrote these things for a memorial: also Mardochaeus wrote concerning these matters.

  [1]π καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων.

  [1p] And the king commanded Mardochaeus to attend in the palace, and gave gifts for this service.

  [1]ρ καὶ ἦν ᾿Αμὰν ᾿Αμαδάθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως· καὶ ἐζήτησε κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως.

  [1q] And Aman the son of Amadathes the Bugean was honourable in the sight of the king, and he endeavored to hurt Mardochaeus and his people, because of the two chamberlains of the king.

  [1] Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις ᾿Αρταξέρξου — οὗτος ὁ ᾿Αρταξέρξης ἀπὸ τῆς ᾿Ινδικῆς ἑκατὸν εἰκοσιεπτὰ χωρῶν ἐκράτησεν —

  [1] And it came to pass after these things in the days of Artaxerxes, — (this Artaxerxes ruled over a hundred and twenty-seven provinces from India) —

  [2] ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη βασιλεὺς ᾿Αρταξέρξης ἐν Σούσοις τῇ πόλει,

  [2] in those days, when king Artaxerxes was on the throne in the city of Susa,

  [3] ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ, δοχὴν ἐποίησε τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσι καὶ τοῖς Περσῶν καὶ Μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσι τῶν σατραπῶν.

  [3] in the third year of his reign, he made a feast to his friends, and the other nations, and to the nobles of the Persians and Medes, and the chief of the satraps.

  [4] καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐν ἡμέραις ἑκατὸν ὀγδοήκοντα,

  [4] And after this, after he had shewn to them the wealth of his kingdom, and the abundant glory of his wealth during a hundred and eighty days,

  [5] ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσι τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλῇ οἴκου τοῦ βασιλέως

  [5] when, I say, the days of the marriage feast were completed, the king made a banquet to the nations who were present in the city six days, in the court of the king’s house,

  [6] κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς, ἐπὶ κύβοις χρυσοῖς καὶ ἀργυροῖς, ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις· κλῖναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου καὶ στρώμναι διαφανεῖς ποικίλως διηνθισμέναι, κύκλῳ ρόδα πεπασμένα·

  [6] which was adorned with hangings of fine linen and flax on cords of fine linen and purple, fastened to golden and silver studs, on pillars of Parian marble and stone: there were golden and silver couches on a pavement of emerald stone, and of pearl, and of Parian stone, and open-worked coverings variously flowered, having roses worked round about;

  [7] ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων· οἶνος πολὺς καὶ ἡδύς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν.

  [7] gold and silver cups, and a small cup of carbuncle set out of the value of thirty thousand talents, abundant and sweet wine, which the king himself drank.

  [8] ὁ δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο, οὕτως δὲ ἠθέλησεν ὁ βασιλεὺς καὶ ἐπέταξε τοῖς οἰκονόμοις πο�
�ῆσαι τὸ θέλημα αὐτοῦ καὶ τῶν ἀνθρώπων.

  [8] And this banquet was not according to the appointed law; but so the king would have it: and he charged the stewards to perform his will and that of the company.

  [9] καὶ ᾿Αστὶν ἡ βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις, ὅπου ὁ βασιλεὺς ᾿Αρταξέρξης,

  [9] Also Astin the queen made a banquet for the women in the palace where king Artaxerxes dwelt.

  [10] ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς εἶπε τῷ ᾿Αμὰν καὶ Βαζὰν καὶ Θάρᾳ καὶ Βαραζὶ καὶ Ζαθολθὰ καὶ ᾿Αβαταζὰ καὶ Θαραβά, τοῖς ἑπτὰ εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως ᾿Αρταξέρξου,

  [10] Now on the seventh day the king, being merry, told Aman, and Bazan, and Tharrha, and Barazi, and Zatholtha, and Abataza, and Tharaba, the seven chamberlains, servants of king Artaxerxes,

  [11] εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτόν, βασιλεύειν αὐτὴν καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα καὶ δεῖξαι τοῖς ἄρχουσι καὶ τοῖς ἔθνεσι τὸ κάλλος αὐτῆς, ὅτι καλὴ ἦν.

  [11] to bring in the queen to him, to enthrone her, and crown her with the diadem, and to shew her to the princes, and her beauty to the nations: for she was beautiful.

  [12] καὶ οὐκ εἰσήκουσεν αὐτοῦ ᾿Αστὶν ἡ βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων. καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη

  [12] But queen Astin hearkened not to him to come with the chamberlains: so the king was grieved and angered.

 

‹ Prev