Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 1089
Septuagint Complete Greek and English Edition Page 1089

by Septuagint


  [10] For I have set my face against this city for evil, and not for good: it shall be delivered into the hands of the king of Babylon, and he shall consume it with fire.

  [11] ὁ οἶκος βασιλέως Ιουδα, ἀκούσατε λόγον κυρίου·

  [11] O house of the king of Juda, hear ye the word of the Lord.

  [12] οἶκος Δαυιδ, τάδε λέγει κύριος Κρίνατε τὸ πρωῒ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων.

  [12] O house of David, thus saith the Lord; Judge judgment in the morning, and act rightly, and rescue the spoiled one from the hand of him that wrongs him, lest mine anger be kindled like fire, and it burn, and there be none to quench it.

  [13] ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σορ τὴν πεδινὴν τοὺς λέγοντας Τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν;

  [13] Behold, I am against thee that dwellest in the valley of Sor; in the plain country, even against them that say, Who shall alarm us? or who shall enter into our habitation?

  [14] καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.

  [14] And I will kindle a fire in the forest thereof, and it shall devour all things round about it.

  CHAPTER 22

  [1] Τάδε λέγει κύριος Πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ιουδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον

  [1] Thus saith the Lord; Go thou, and go down to the house of the king of Juda, and thou shalt speak there this word,

  [2] καὶ ἐρεῖς Ἄκουε λόγον κυρίου, βασιλεῦ Ιουδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυιδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις

  [2] and thou shalt say,

  Hear the word of the Lord, O king of Juda, that sittest on the throne of David, thou, and thy house, and thy people, and they that go in at these gates:

  [3] Τάδε λέγει κύριος Ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβεῖτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ.

  [3] thus saith the Lord; Execute ye judgment and justice, and rescue the spoiled out of the hand of him that wrongs him: and oppress not the stranger, and orphan, and widow, and sin not, and shed no innocent blood in this place.

  [4] διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ’ ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν καὶ ὁ λαὸς αὐτῶν·

  [4] For if ye will indeed perform this word, then shall there enter in by the gates of this house kings sitting upon the throne of David, and riding on chariots and horses, they, and their servants, and their people.

  [5] ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος.

  [5] But if ye will not perform these words, by myself have I sworn, saith the Lord, that this house shall be brought to desolation.

  [6] ὅτι τάδε λέγει κύριος κατὰ τοῦ οἴκου βασιλέως Ιουδα Γαλααδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου· ἐὰν μὴ θῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηθησομένας·

  [6] For thus saith the Lord concerning the house of the king of Juda; Thou art Galaad to me, and the head of Libanus: yet surely I will make thee a desert, even cities that shall not be inhabited:

  [7] καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεθρεύοντα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ.

  [7] and I will bring upon thee a destroying man, and his axe: and they shall cut down thy choice cedars, and cast them into the fire.

  [8] καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης καὶ ἐροῦσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Διὰ τί ἐποίησεν κύριος οὕτως τῇ πόλει τῇ μεγάλῃ ταύτῃ;

  [8] And nations shall pass through this city, and each shall say to his neighbour, Why has the Lord done thus to this great city?

  [9] καὶ ἐροῦσιν Ἀνθ ὧν ἐγκατέλιπον τὴν διαθήκην κυρίου θεοῦ αὐτῶν καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς.

  [9] And they shall say Because they forsook the covenant of the Lord their God, and worshipped strange gods, and served them.

  [10] Μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδῃ τὴν γῆν πατρίδος αὐτοῦ.

  [10] Weep not for the dead, nor lament for him: weep bitterly for him that goes away: for he shall return no more, nor see his native land.

  [11] διότι τάδε λέγει κύριος ἐπὶ Σελλημ υἱὸν Ιωσια τὸν βασιλεύοντα ἀντὶ Ιωσια τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου Οὐκ ἀναστρέψει ἐκεῖ οὐκέτι,

  [11] For thus saith the Lord concerning Sellem the son of Josias, who reigns in the place of Josias his father, who has gone forth out of this place; He shall not return thither any more:

  [12] ἀλλ’ ἢ ἐν τῷ τόπῳ, οὗ μετῴκισα αὐτόν, ἐκεῖ ἀποθανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι.

  [12] but in that place whither I have carried him captive, there shall he die, and shall see this land no more.

  [13] Ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ.

  [13] He that builds his house not with justice, and his upper chambers not with judgment, who works by means of his neighbour for nothing, and will by no means give him his reward.

  [14] ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ.

  [14] Thou hast built for thyself a well-proportioned house, airy chambers, fitted with windows, and wainscoted with cedar, and painted with vermilion.

  [15] μὴ βασιλεύσεις, ὅτι σὺ παροξύνῃ ἐν Αχαζ τῷ πατρί σου; οὐ φάγονται καὶ οὐ πίονται· βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν.

  [15] Shalt thou reign, because thou art provoked with thy father Achaz? they shall not eat, and
they shall not drink: it is better for thee to execute judgment and justice.

  [16] οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ; λέγει κύριος.

  [16] They understood not, they judged not the cause of the afflicted, nor the cause of the poor: is not this thy not knowing me? saith the Lord.

  [17] ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλ’ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ ποιεῖν.

  [17] Behold, thine eyes are not good, nor thine heart, but they go after thy covetousness, and after the innocent blood to shed it, and after acts of injustice and slaughter, to commit them.

  [18] διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα Οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψωνται αὐτόν Ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν Οἴμμοι κύριε.

  [18] Therefore thus saith the Lord concerning Joakim son of Josias, king of Juda, even concerning this man; they shall not bewail him, saying, Ah brother! neither shall they at all weep for him, saying, Alas Lord.

  [19] ταφὴν ὄνου ταφήσεται, συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ιερουσαλημ.

  [19] He shall be buried with the burial of an ass; he shall be dragged roughly along and cast outside the gate of Jerusalem.

  [20] Ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου.

  [20] Go up to Libanus, and cry; and utter thy voice to Basan, and cry aloud to the extremity of the sea: for all thy lovers are destroyed.

  [21] ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας Οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου.

  [21] I spoke to thee on occasion of thy trespass, but thou saidst, I will not hearken. This has been thy way from thy youth, thou hast not hearkened to my voice.

  [22] πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται· ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε.

  [22] The wind shall tend all thy shepherds, and thy lovers shall go into captivity; for then shalt thou be ashamed and disgraced because of all thy lovers.

  [23] κατοικοῦσα ἐν τῷ Λιβάνῳ ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὠδῖνας ὡς τικτούσης.

  [23] O thou that dwellest in Libanus, making thy nest in the cedars, thou shalt groan heavily, when pangs as of a travailing woman are come upon thee.

  [24] ζῶ ἐγώ, λέγει κύριος, ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε

  [24] As I live, saith the Lord, though Jechonias son of Joakim king of Juda were indeed the seal upon my right hand, thence would I pluck thee;

  [25] καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων·

  [25] and I will deliver thee into the hands of them that seek thy life, before whom thou art afraid, into the hands of the Chaldeans.

  [26] καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχθης ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε·

  [26] And I will cast forth thee, and thy mother that bore thee, into a land where thou wast not born; and there ye shall die.

  [27] εἰς δὲ τὴν γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν.

  [27] But they shall by no means return to the land which they long for in their souls.

  [28] ἠτιμώθη Ιεχονιας ὡς σκεῦος, οὗ οὐκ ἔστιν χρεία αὐτοῦ, ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει.

  [28] Jechonias is dishonoured as a good-for-nothing vessel; for he is thrown out and cast forth into a land which he knew not.

  [29] γῆ γῆ, ἄκουε λόγον κυρίου

  [29] Land, land, hear the word of the Lord.

  [30] Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυιδ ἄρχων ἔτι ἐν τῷ Ιουδα.

  [30] Write ye this man an outcast: for there shall none of his seed at all grow up to sit on the throne of David, or as a prince yet in Juda.

  CHAPTER 23

  [1] Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύοντες τὰ πρόβατα τῆς νομῆς μου.

  [1] Woe to the shepherds that destroy and scatter the sheep of their pasture!

  [2] διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ’ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν·

  [2] Therefore thus saith the Lord against them that tend my people; Ye have scattered my sheep, and driven them out, and ye have not visited them: behold, I will take vengeance upon you according to your evil practices.

  [3] καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἀπὸ πάσης τῆς γῆς, οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηθήσονται καὶ πληθυνθήσονται·

  [3] And I will gather in the remnant of my people in every land, whither I have driven them out, and will set them in their pasture; and they shall increase and be multiplied.

  [4] καὶ ἀναστήσω αὐτοῖς ποιμένας, οἳ ποιμανοῦσιν αὐτούς, καὶ οὐ φοβηθήσονται ἔτι οὐδὲ πτοηθήσονται, λέγει κύριος.

  [4] And I will raise up shepherds to them, who shall feed them: and they shall fear no more, nor be alarmed, saith the Lord.

  [5] Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.

  [5] Behold, the days come, saith the Lord, when I will raise up to David a righteous branch, and a king shall reign and understand, and shall execute judgment and righteousness on the earth.

  [6] ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ιουδας, καὶ Ισραηλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν κύριος Ιωσεδεκ.

  [6] In his days both Juda shall be saved, and Israel sh
all dwell securely: and this is his name, which the Lord shall call him, Josedec among the prophets.

  [9] Ἐν τοῖς προφήταις συνετρίβη ἡ καρδία μου, ἐν ἐμοὶ ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ οἴνου ἀπὸ προσώπου κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ.

  [9] My heart is broken within me; all my bones are shaken: I am become as a broken-down man, and as a man overcome with wine, because of the Lord, and because of the excellence of his glory.

  [10] ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γῆ, ἐξηράνθησαν αἱ νομαὶ τῆς ἐρήμου, καὶ ἐγένετο ὁ δρόμος αὐτῶν πονηρὸς καὶ ἡ ἰσχὺς αὐτῶν οὐχ οὕτως.

  [10] For because of these things the land mourns; the pastures of the wilderness are dried up; and their course is become evil, and so also their strength.

  [11] ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν.

  [11] For priest and prophet are defiled; and I have seen their iniquities in my house.

  [12] διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ, καὶ ὑποσκελισθήσονται καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπ’ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν, φησὶν κύριος.

  [12] Therefore let their way be to them slippery and dark: and they shall be tripped up and fall in it: for I will bring evils upon them, in the year of their visitation.

  [13] καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροφήτευσαν διὰ τῆς Βααλ καὶ ἐπλάνησαν τὸν λαόν μου Ισραηλ.

 

‹ Prev