by Septuagint
[12] And they shall come, and shall rejoice in the mount of Sion, and shall come to the good things of the Lord, even to a land of corn, and wine, and fruits, and cattle, and sheep: and their soul shall be as a fruitful tree; and they shall hunger no more.
[13] τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβῦται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονὴν καὶ ποιήσω αὐτοὺς εὐφραινομένους.
[13] Then shall the virgins rejoice in the assembly of youth, and the old men shall rejoice; and I will turn their mourning into joy, and will make them merry.
[14] μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευι, καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται.
[14] I will expand and cheer with wine the soul of the priests the sons of Levi, and my people shall be satisfied with my good things: thus saith the Lord.
[15] Οὕτως εἶπεν κύριος Φωνὴ ἐν Ραμα ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ· Ραχηλ ἀποκλαιομένη οὐκ ἤθελεν παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν.
[15] A voice was heard in Rama, of lamentation, and of weeping, and wailing; Rachel would not cease weeping for her children, because they are not.
[16] οὕτως εἶπεν κύριος Διαλιπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστιν μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν,
[16] Thus saith the Lord; Let thy voice cease from weeping, and thine eyes from thy tears: for their is a reward for thy works; and they shall return from the land of thine enemies.
[17] μόνιμον τοῖς σοῖς τέκνοις.
[17] There shall be an abiding home for thy children.
[18] ἀκοὴν ἤκουσα Εφραιμ ὀδυρομένου Ἐπαίδευσάς με, καὶ ἐπαιδεύθην ἐγώ· ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με, καὶ ἐπιστρέψω, ὅτι σὺ κύριος ὁ θεός μου.
[18] I have heard the sound of Ephraim lamenting, and saying, Thou hast chastened me, and I was chastened; I as a calf was not willingly taught: turn thou me, and I shall turn; for thou art the Lord my God.
[19] ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα καὶ ὕστερον τοῦ γνῶναί με ἐστέναξα ἐφ’ ἡμέρας αἰσχύνης καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου.
[19] For after my captivity I repented; and after I knew, I groaned for the day of shame, and shewed thee that I bore reproach from my youth.
[20] υἱὸς ἀγαπητὸς Εφραιμ ἐμοί, παιδίον ἐντρυφῶν, ὅτι ἀνθ’ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι αὐτοῦ· διὰ τοῦτο ἔσπευσα ἐπ’ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτόν, φησὶν κύριος.
[20] Ephraim is a beloved son, a pleasing child to me: for because my words are in him, I will surely remember him: therefore I made haste to help him; I will surely have mercy upon him, saith the Lord.
[21] Στῆσον σεαυτήν, Σιων, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ἣν ἐπορεύθης ἀποστράφητι, παρθένος Ισραηλ, ἀποστράφητι εἰς τὰς πόλεις σου πενθοῦσα.
[21] Prepare thyself, O Sion; execute vengeance; look to thy ways: return, O virgin of Israel, by the way by which thou wentest, return mourning to thy cities.
[22] ἕως πότε ἀποστρέψεις, θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισεν κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.
[22] How long, O disgraced daughter, wilt thou turn away? for the Lord has created safety for a new plantation: men shall go about in safety.
[23] οὕτως εἶπεν κύριος Ἔτι ἐροῦσιν τὸν λόγον τοῦτον ἐν γῇ Ιουδα καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ Εὐλογημένος κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ
[23] For thus saith the Lord; They shall yet speak this word in the land of Juda, and in the cities thereof, when I shall turn his captivity; blessed be the Lord on his righteous holy mountain!
[24] καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ ἅμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ.
[24] And there shall be dwellers in the cities of Juda, and in all his land, together with the husbandman, and the shepherd shall go forth with the flock.
[25] ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα.
[25] For I have saturated every thirsting soul, and filled every hungry soul.
[26] διὰ τοῦτο ἐξηγέρθην καὶ εἶδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη.
[26] Therefore I awake, and beheld; and my sleep was sweet to me.
[27] διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν κύριος, καὶ σπερῶ τὸν Ισραηλ καὶ τὸν Ιουδαν σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους.
[27] Therefore, behold, the days come, saith the Lord, when I will sow the house of Israel and the house of Juda with the seed of man, and the seed of beast.
[28] καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπ’ αὐτοὺς καθαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπ’ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν, φησὶν κύριος.
[28] And it shall come to pass, that as I watched over them, to pull down, and to afflict, so will I watch over them, to build, and to plant, saith the Lord.
[29] ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν·
[29] In those days they shall certainly not say, The fathers ate a sour grape, and the children’s teeth were set on edge.
[30] ἀλλ’ ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.
[30] But every one shall die in his own sin; and the teeth of him that eats the sour grape shall be set on edge.
[31] Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ισραηλ καὶ τῷ οἴκῳ Ιουδα διαθήκην καινήν,
[31] Behold, the days come, saith the Lord, when I will make a new covenant with the house of Israel, and with the house of Juda:
[32] οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶν κύριος·
[32] not according to the covenant which I made with their fathers in the day when I took hold of their hand to bring them out of the land of Egypt; for they abode not in my covenant, and I disregarded the
m, saith the Lord.
[33] ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ισραηλ μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶν κύριος Διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν·
[33] For this is my covenant which I will make with the house of Israel; after those days, saith the Lord, I will surely put my laws into their mind, and write them on their hearts; and I will be to them a God, and they shall be to me a people.
[34] καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων Γνῶθι τὸν κύριον· ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. –
[34] And they shall not at all teach every one his fellow citizen, and every one his brother, saying, Know the Lord: for all shall know me, from the least of them to the greatest of them: for I will be merciful to their iniquities, and their sins I will remember no more.
[35] ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, φησὶν κύριος, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ισραηλ, φησὶν κύριος, περὶ πάντων, ὧν ἐποίησαν.
[35] Thus saith the Lord, who gives the sun for a light by day, the moon and the stars for a light by night, and makes a roaring in the sea, so that the waves thereof roar; the Lord Almighty is his name:
[36] οὕτως εἶπεν κύριος ὁ δοὺς τὸν ἥλιον εἰς φῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς φῶς τῆς νυκτός, καὶ κραυγὴν ἐν θαλάσσῃ καὶ ἐβόμβησεν τὰ κύματα αὐτῆς, κύριος παντοκράτωρ ὄνομα αὐτῷ
[36] if these ordinances cease from before me, saith the Lord, then shall the family of Israel cease to be a nation before me forever.
[37] Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, φησὶν κύριος, καὶ τὸ γένος Ισραηλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας. –
[37] Though the sky should be raised to a greater height, saith the Lord, and though the ground of the earth should be sunk lower beneath, yet I will not cast off the family of Israel, saith the Lord, for all that they have done.
[38] ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ κυρίῳ ἀπὸ πύργου Αναμεηλ ἕως πύλης τῆς γωνίας·
[38] Behold, the days come, saith the Lord, when the city shall be built to the Lord from the tower of Anameel to the gate of the corner.
[39] καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρηβ καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων·
[39] And the measurement of it shall proceed in front of them as far as the hills of Gareb, and it shall be compassed with a circular wall of choice stones.
[40] καὶ πάντες ασαρημωθ ἕως ναχαλ Κεδρων ἕως γωνίας πύλης ἵππων ἀνατολῆς ἁγίασμα τῷ κυρίῳ καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.
[40] And all the Asaremoth even to Nachal Kedron, as far as the corner of the horse-gate eastward, shall be holiness to the Lord; and it shall not fail any more, and shall not be destroyed for ever.
CHAPTER 39
[1] Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ τῷ βασιλεῖ Σεδεκια, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος,
[1] The word that came from the Lord to Jeremiah in the tenth year of king Sedekias, this is the eighteenth year of king Nabuchodonosor king of Babylon.
[2] καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ιερουσαλημ, καὶ Ιερεμιας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ τοῦ βασιλέως,
[2] And the host of the king of Babylon had made a rampart against Jerusalem: and Jeremiah was kept in the court of the prison, which is in the king’s house;
[3] ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκιας λέγων Διὰ τί σὺ προφητεύεις λέγων Οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν,
[3] in which king Sedekias had shut him up, saying, Wherefore dost thou prophesy, saying, Thus saith the Lord, Behold, I will give this city into the hands of the king of Babylon, and he shall take it;
[4] καὶ Σεδεκιας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται,
[4] and Sedekias shall by no means be delivered out of the hand of the Chaldeans, for he shall certainly be given up into the hands of the king of Babylon, and his mouth shall speak to his mouth, and his eyes shall look upon his eyes;
[5] καὶ εἰσελεύσεται Σεδεκιας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται.
[5] and Sedekias shall go into Babylon, and dwell there?
[6] καὶ λόγος κυρίου ἐγενήθη πρὸς Ιερεμιαν λέγων
[6] AND THE WORD OF THE LORD CAME TO JEREMIAS, SAYING,
[7] Ἰδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων Κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Αναθωθ, ὅτι σοὶ κρίμα παραλαβεῖν εἰς κτῆσιν.
[7] Behold, Anameel the son of Salom thy father’s brother is coming to thee, saying, Buy thee my field that is in Anathoth: for thou hast the right to take it as a purchase.
[8] καὶ ἦλθεν πρός με Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπέν μοι Κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμιν τὸν ἐν Αναθωθ, ὅτι σοὶ κρίμα κτήσασθαι, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος κυρίου ἐστίν,
[8] So Anameel the son of Salom my father’s brother came to me into the court of the prison, and said, Buy thee my field that is in the land of Benjamin, in Anathoth: for thou hast a right to buy it, and thou art the elder. So I knew that it was the word of the Lord.
[9] καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου·
[9] And I bought the field of Anameel the son of my father’s brother, and I weighed him seventeen shekels of silver.
[10] καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρ
τυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ.
[10] And I wrote it in a book, and sealed it, and took the testimony of witnesses, and weighed the money in the balance.
[11] καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον
[11] And I took the book of the purchase that was sealed;
[12] καὶ ἔδωκα αὐτὸ τῷ Βαρουχ υἱῷ Νηριου υἱοῦ Μαασαιου κατ’ ὀφθαλμοὺς Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ’ ὀφθαλμοὺς τῶν ἑστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ’ ὀφθαλμοὺς τῶν Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς.
[12] and I gave it to Baruch son of Nerias, son of Maasaeas, in the sight of Anameel my father’s brother’s son, and in the sight of the men that stood by and wrote in the book of the purchase, and in the sight of the Jews that were in the court of the prison.
[13] καὶ συνέταξα τῷ Βαρουχ κατ’ ὀφθαλμοὺς αὐτῶν λέγων
[13] And I charged Baruch in their presence, saying, Thus saith the Lord Almighty;
[14] Οὕτως εἶπεν κύριος παντοκράτωρ Λαβὲ τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους.
[14] Take this book of the purchase, and the book that has been read; and thou shalt put it into an earthen vessel, that it may remain many days.
[15] ὅτι οὕτως εἶπεν κύριος Ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ.
[15] For thus saith the Lord; There shall yet be bought fields and houses and vineyards in this land.