by Septuagint
[24] bringing for merchandise blue, and choice stores bound with cords, and cypress wood.
[25] πλοῖα, ἐν αὐτοῖς Καρχηδόνιοι ἔμποροί σου ἐν τῷ πλήθει ἐν τῷ συμμίκτῳ σου, καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης.
[25] Ships were thy merchants, in abundance, with thy trading population: and thou wast filled and very heavily loaded in the heart of the sea.
[26] ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου συνέτριψέν σε ἐν καρδίᾳ θαλάσσης.
[26] Thy rowers have brought thee into great waters: the south wind has broken thee in the heart of the sea.
[27] ἦσαν δυνάμεις σου καὶ ὁ μισθός σου καὶ τῶν συμμίκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμικτοί σου ἐκ τῶν συμμίκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου, πεσοῦνται ἐν καρδίᾳ θαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου.
[27] Thy forces, and thy gain, and that of thy traders, and thy rowers, and thy pilots, and thy counselors, and they that traffic with thee, and all thy warriors that are in thee: and all thy company in the midst of thee shall perish in the heart of the sea, in the day of thy fall.
[28] πρὸς τὴν φωνὴν τῆς κραυγῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται,
[28] At the cry of thy voice thy pilots shall be greatly terrified.
[29] καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται σου καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται
[29] And all the rowers and the mariners shall come down from the ships, and the pilots of the sea shall stand on the land.
[30] καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν καὶ κεκράξονται πικρὸν καὶ ἐπιθήσουσιν ἐπὶ τὴν κεφαλὴν αὐτῶν γῆν καὶ σποδὸν ὑποστρώσονται.
[30] And they shall wail over thee with their voice, and cry bitterly, and put earth on their heads, and spread ashes under them.
[32] καὶ λήμψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ θρῆνον καὶ θρήνημά σοι
[31] 32 And their sons shall take up a lament for thee, even a lamentation for Sor, saying,
[33] Πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου καὶ ἀπὸ τοῦ συμμίκτου σου ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς.
[33] How large a reward hast thou gained from the sea? thou hast filled nations out of thine abundance; and out of thy mixed merchandise thou hast enriched all the kings of the earth.
[34] νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος· ὁ σύμμικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου ἔπεσον, πάντες οἱ κωπηλάται σου.
[34] Now art thou broken in the sea, thy traders are in the deep water, and all thy company in the midst of thee: all thy rowers have fallen.
[35] πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσεν τὸ πρόσωπον αὐτῶν.
[35] All the dwellers in the islands have mourned over thee, and their kings have been utterly amazed, and their countenance has wept.
[36] ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε· ἀπώλεια ἐγένου καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα.
[36] Merchants from the nations have hissed at thee; thou art utterly destroyed, and shalt not be any more for ever.
CHAPTER 28
[1] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[1] And the word of the Lord came to me, saying,
[2] Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου Τάδε λέγει κύριος Ἀνθ ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας Θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεὸς καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ,
[2] And thou, son of man, say to the prince of Tyrus, Thus saith the Lord; Because thine heart has been exalted, and thou hast said, I am God, I have inhabited the dwelling of God in the heart of the sea; yet thou art man and not God, though thou hast set thine heart as the heart of God:
[3] μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιηλ; σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν;
[3] art thou wiser than Daniel? or have not the wise instructed thee with their knowledge?
[4] μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ ἐν τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου;
[4] Hast thou gained power for thyself by thine own knowledge or thine own prudence, and gotten gold and silver in thy treasures?
[5] ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου.
[5] By thy abundant knowledge and thy traffic thou hast multiplied thy power; thy heart has been lifted up by thy power.
[6] διὰ τοῦτο τάδε λέγει κύριος Ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ,
[6] Therefore thus saith the Lord; Since thou hast set thine heart as the hart of God;
[7] ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν
[7] because of this, behold, I will bring on thee strange plagues from the nations; and they shall draw their swords against thee, and against the beauty of thy knowledge,
[8] καὶ καταβιβάσουσίν σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης.
[8] and they shall bring down thy beauty to destruction. And they shall bring thee down; and thou shalt die the death of the slain in the heart of the sea.
[9] μὴ λέγων ἐρεῖς Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός. ἐν πλήθει
[9] Wilt thou indeed say, I am God, before them that slay thee? whereas thou art man, and not God.
[10] ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων· ὅτι ἐγὼ ἐλάλησα, λέγει κύριος.
[10] Thou shalt perish by the hands of strangers among the multitude of the uncircumcised: for I have spoken it, saith he Lord.
[11] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[11] And the word of the Lord came to me, saying,
[12] Υἱὲ ἀνθρώπου, λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος
κύριος Σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους
[12] Son of man, take up a lamentation for the prince of Tyre, and say to him, Thus saith the Lord God; Thou art a seal of resemblance, and crown of beauty.
[13] ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ θεοῦ ἐγενήθης· πᾶν λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καὶ ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ ἀφ’ ἧς ἡμέρας ἐκτίσθης σύ.
[13] Thou wast in the delight of the paradise of God; thou hast bound upon thee every precious stone, the sardius, and topaz, and emerald, and carbuncle, and sapphire, and jasper, and silver, and gold, and ligure, and agate, and amethyst, and chrysolite, and beryl, and onyx: and thou hast filled thy treasures and thy stores in thee with gold.
[14] μετὰ τοῦ χερουβ ἔθηκά σε ἐν ὄρει ἁγίῳ θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων.
[14] From the day that thou wast created thou wast with the cherub: I set thee on the holy mount of God; thou wast in the midst of the stones of fire.
[15] ἐγενήθης ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου ἀφ’ ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί.
[15] Thou wast faultless in thy days, from the day that thou wast created, until iniquity was found in thee.
[16] ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμίειά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ θεοῦ, καὶ ἤγαγέν σε τὸ χερουβ ἐκ μέσου λίθων πυρίνων.
[16] Of the abundance of thy merchandise thou hast filled thy storehouses with iniquity, and hast sinned: therefore thou hast been cast down wounded from the mount of God, and the cherub has brought thee out of the midst of the stones of fire.
[17] ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι.
[17] Thy heart has been lifted up because of thy beauty; thy knowledge has been corrupted with thy beauty: because of the multitude of thy sins I have cast thee to the ground, I have caused thee to be put to open shame before kings.
[18] διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσας τὰ ἱερά σου· καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε.
[18] Because of the multitude of thy sins and the iniquities of thy merchandise, I have profaned thy sacred things; and I will bring fire out of the midst of thee, this shall devour thee; and I will make thee to be ashes upon thy land before all that see thee.
[19] καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσιν στυγνάσουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα.
[19] And all that know thee among the nations shall groan over thee: thou art gone to destruction, and thou shalt not exist any more.
[20] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[20] And the word of the Lord came to me, saying,
[21] Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα καὶ προφήτευσον ἐπ’ αὐτὴν
[21] Son of man, set thy face against Sidon, and prophesy against it,
[22] καὶ εἰπόν Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σιδών, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί.
[22] and say, Thus saith the Lord; Behold, I am against thee, O Sidon; and I will be glorified in thee; and thou shalt know that I am the Lord, when I have wrought judgments in thee, and I will be sanctified in thee.
[23] αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι κύριος.
[23] Blood and death shall be in thy streets; and men wounded with swords shall fall in thee and on every side of thee; and they shall know that I am the Lord.
[24] καὶ οὐκ ἔσονται οὐκέτι τῷ οἴκῳ τοῦ Ισραηλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.
[24] And there shall no more be in the house of Israel a thorn of bitterness and a pricking briar proceeding from them that are round about them, who dishonoured them; and they shall know that I am the Lord.
[25] τάδε λέγει κύριος κύριος Καὶ συνάξω τὸν Ισραηλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν· καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου Ιακωβ,
[25] Thus saith the Lord God; I will also gather Israel from the nations, among whom they have been scattered, and I will be sanctified among them, and before the peoples and nations: and they shall dwell upon their land, which I gave to my servant Jacob.
[26] καὶ κατοικήσουσιν ἐπ’ αὐτῆς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσιν τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν καὶ ὁ θεὸς τῶν πατέρων αὐτῶν.
[26] Yea, they shall dwell upon it safely, and they shall build houses, and plant vineyards, and dwell securely, when I shall execute judgment on all that have dishonoured them, even on those that are round about them; and they shall know that I am the Lord their God, and the God of their fathers.
CHAPTER 29
[1] Ἐν τῷ ἔτει τῷ δεκάτῳ ἐν τῷ δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
[1] In the twelfth year, in the tenth month, on the first day of the month, the word of the Lord came to me, saying,
[2] Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ’ αὐτὸν καὶ ἐπ’ Αἴγυπτον ὅλην
[2] Son of man, set thy face against Pharao king of Egypt, and prophesy against him, and against the whole of Egypt:
[3] καὶ εἰπόν Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπὶ Φαραω τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτο�
� τὸν λέγοντα Ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.
[3] and say,
Thus saith the Lord; Behold, I am against Pharao, the great dragon that lies in the midst of his rivers, that says, The rivers are mine, and I made them.
[4] καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθῦς τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου
[4] And I will put hooks in thy jaws, and I will cause the fish of thy river to stick to thy sides, and I will bring thee up out of the midst of thy river:
[5] καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα·
[5] and I will quickly cast down thee and all the fish of thy river: thou shalt fall on the face of the plain, and shalt by no means be gathered, and shalt not be brought together: I have given thee for food to the wild beasts of the earth and to the fowls of the sky.
[6] καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι κύριος, ἀνθ’ ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ισραηλ.
[6] And all the dwellers in Egypt shall know that I am the Lord, because thou hast been a staff of reed to the house of Israel.
[7] ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης· καὶ ὅτε ἐπεκράτησεν ἐπ’ αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν.