Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 1164
Septuagint Complete Greek and English Edition Page 1164

by Septuagint


  [5] καὶ ἀνέγνωσαν ἔξω νόμον καὶ ἐπεκαλέσαντο ὁμολογίας· ἀπαγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ισραηλ, λέγει κύριος ὁ θεός.

  [5] And they read the law without, and called for public professions: proclaim aloud that the children of Israel have loved these things, saith the Lord.

  [6] καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν· καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει κύριος.

  [6] And I will give you dulness of teeth in all your cities, and want of bread in all your places: yet ye returned not to me, saith the Lord.

  [7] καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγήτου· καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μία βραχήσεται, καὶ μερίς, ἐφ’ ἣν οὐ βρέξω ἐπ’ αὐτήν, ξηρανθήσεται·

  [7] Also I withheld from you the rain three months before the harvest: and I will rain upon one city, and on another city I will not rain: one part shall be rained upon, and the part on which I shall not rain shall be dried up.

  [8] καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσιν· καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει κύριος.

  [8] And the inhabitants of two or three cities shall be gathered to one city to drink water, and they shall not be satisfied: yet ye have not returned to me, saith the Lord.

  [9] ἐπάταξα ὑμᾶς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ· ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν καὶ συκῶνας ὑμῶν καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη· καὶ οὐδ’ ὧς ἐπεστρέψατε πρός με, λέγει κύριος.

  [9] I smote you with parching, and with blight: ye multiplied your gardens, your vineyards, and your fig-grounds, and the cankerworm devoured your olive-yards: yet not even thus did ye return to me, saith the Lord.

  [10] ἐξαπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου καὶ ἀπέκτεινα ἐν ῥομφαίᾳ τοὺς νεανίσκους ὑμῶν μετὰ αἰχμαλωσίας ἵππων σου καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν ἐν τῇ ὀργῇ μου· καὶ οὐδ’ ὧς ἐπεστρέψατε πρός με, λέγει κύριος.

  [10] I sent pestilence among you by the way of Egypt, and slew your young men with the sword, together with thy horses that were taken captive; and in my wrath against you I set fire to your camps: yet not even thus did ye return to me, saith the Lord.

  [11] κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός· καὶ οὐδ’ ὧς ἐπεστρέψατε πρός με, λέγει κύριος.

  [11] I overthrew you, as God overthrew Sodoma and Gomorrha, and ye became as a brand plucked out of the fire: yet not even thus did ye return to me, saith the Lord.

  [12] διὰ τοῦτο οὕτως ποιήσω σοι, Ισραηλ· πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν σου, Ισραηλ.

  [12] Therefore thus will I do to thee, O Israel: nay because I will do thus to thee, prepare to call on thy God, O Israel.

  [13] διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς· κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.

  [13] For, behold, I am he that strengthens the thunder, and creates the wind, and proclaims to men his Christ, forming the morning and the darkness, and mounting on the high places of the earth, The Lord God Almighty is his name.

  CHAPTER 5

  [1] Ἀκούσατε τὸν λόγον κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς θρῆνον, οἶκος Ισραηλ

  [1] Hear ye this word of the Lord, even a lamentation, which I take up against you. The house of Israel is fallen; it shall no more rise.

  [2] Ἔπεσεν οὐκέτι μὴ προσθῇ τοῦ ἀναστῆναι παρθένος τοῦ Ισραηλ· ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν.

  [2] The virgin of Israel has fallen upon his land; there is none that shall raise her up.

  [3] διότι τάδε λέγει κύριος κύριος Ἡ πόλις, ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν, καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ισραηλ.

  [3] Therefore thus saith the Lord God; The city out of which there went forth a thousand, in it there shall be left a hundred, and in that out of which there went forth a hundred, there shall be left ten to the house of Israel.

  [4] διότι τάδε λέγει κύριος πρὸς τὸν οἶκον Ισραηλ Ἐκζητήσατέ με καὶ ζήσεσθε·

  [4] Wherefore thus saith the Lord to the house of Israel, Seek ye me, and ye shall live.

  [5] καὶ μὴ ἐκζητεῖτε Βαιθηλ καὶ εἰς Γαλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθηλ ἔσται ὡς οὐχ ὑπάρχουσα·

  [5] But seek not Bethel, and go not into Galgala, and cross not over to the Well of the Oath: for Galgala shall surely go into captivity, and Bethel shall be as that which is not.

  [6] ἐκζητήσατε τὸν κύριον καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ιωσηφ, καὶ καταφάγεται αὐτόν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ισραηλ.

  [6] Seek ye the Lord, and ye shall live; lest the house of Joseph blaze as fire, and it devour him, and there shall be none to quench it for the house of Israel.

  [7] κύριος ὁ ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν,

  [7] It is he that executes judgment in the height above, and he has established justice on the earth:

  [8] ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν θανάτου καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς, κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ·

  [8] who makes all things, and changes them, and turns darkness into the morning, and darkens the day into night: who calls for the water of the sea, and pours it out on the face of the earth: the Lord is his name:

  [9] ὁ διαιρῶν συντριμμὸν ἐπ’ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων.

  [9] who dispenses ruin to strength, and brings distress upon the fortress.

  [10] ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο.

  [10] They hated him that reproved in the gates, and abhorred holy speech.

  [1
1] διὰ τοῦτο ἀνθ’ ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ’ αὐτῶν, οἴκους ξυστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον ἐξ αὐτῶν.

  [11] Therefore because they have smitten the poor with their fists, and ye have received of them choice gifts; ye have built polished houses, but ye shall not dwell in them; ye have planted desirable vineyards, but ye shall not drink the wine of them.

  [12] ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες.

  [12] For I know your many transgressions, and your sins are great, trampling on the just, taking bribes, and turning aside the judgment of the poor in the gates.

  [13] διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν.

  [13] Therefore the prudent shall be silent at that time; for it is a time of evils.

  [14] ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρόν, ὅπως ζήσητε· καὶ ἔσται οὕτως μεθ’ ὑμῶν κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε

  [14] Seek good, and not evil, that ye may live: and so the Lord God Almighty shall be with you, as ye have said,

  [15] Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ κύριος ὁ θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ιωσηφ.

  [15] We have hated evil, and loved good: and restore ye judgment in the gates; that the Lord God Almighty may have mercy on the remnant of Joseph.

  [16] διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετός, καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται Οὐαὶ οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρῆνον,

  [16] Therefore thus saith the Lord God Almighty; In all the streets shall be lamentations; and in all the ways shall it be said, Woe, woe! the husbandman shall be called to mourning and lamentation, and to them that are skilled in complaining.

  [17] καὶ ἐν πάσαις ὁδοῖς κοπετός, διότι διελεύσομαι διὰ μέσου σου, εἶπεν κύριος.

  [17] And there shall be lamentation in all the ways; because I will pass through the midst of thee, saith the Lord.

  [18] Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου; καὶ αὐτή ἐστιν σκότος καὶ οὐ φῶς,

  [18] Woe to you that desire the day of the Lord! what is this day of the Lord to you? whereas it is darkness, and not light.

  [19] ὃν τρόπον ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὁ ὄφις.

  [19] As if a man should flee from the face of a lion, and a bear should meet him; and he should spring into his house, and lean his hands upon the wall, and a serpent should bite him.

  [20] οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ φῶς; καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ.

  [20] Is not the day of the Lord darkness, and not light? and is not this day gloom without brightness?

  [21] μεμίσηκα ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν·

  [21] I hate, I reject your feasts, and I will not smell your meat-offerings in your general assemblies.

  [22] διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτά, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.

  [22] Wherefore if ye should bring me your whole-burnt-sacrifices and meat-offerings, I will not accept them: neither will I have respect to your grand peace-offerings.

  [23] μετάστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι·

  [23] Remove from me the sound of thy songs, and I will not hear the music of thine instruments.

  [24] καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος.

  [24] But let judgment roll down as water, and righteousness as an impassable torrent.

  [25] μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ισραηλ;

  [25] Have ye offered to me victims and sacrifices, O house of Israel, forty years in the wilderness?

  [26] καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολοχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ραιφαν, τοὺς τύπους αὐτῶν, οὓς ἐποιήσατε ἑαυτοῖς.

  [26] Yea, ye took up the tabernacle of Moloch, and the star of your god Raephan, the images of them which ye made for yourselves.

  [27] καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει κύριος, ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.

  [27] And I will carry you away beyond Damascus, saith the Lord, the Almighty God is his name.

  CHAPTER 6

  [1] Οὐαὶ τοῖς ἐξουθενοῦσιν Σιων καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας· ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί. οἶκος τοῦ Ισραηλ,

  [1] Woe to them that set at nought Sion, and that trust in the mountain of Samaria: they have gathered the harvest of the heads of the nations, and they have gone in themselves.

  [2] διάβητε πάντες καὶ ἴδετε καὶ διέλθατε ἐκεῖθεν εἰς Εμαθ Ραββα καὶ κατάβητε ἐκεῖθεν εἰς Γεθ ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων, εἰ πλέονα τὰ ὅρια αὐτῶν ἐστιν τῶν ὑμετέρων ὁρίων.

  [2] O house of Israel, pass by all of you, and see; and pass by thence to Ematrabba; and thence descend to Geth of the Philistines, the chief of all these kingdoms, see if their coasts are greater than your coasts.

  [3] οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν,

  [3] Ye who are approaching the evil day, who are drawing near and adopting false sabbaths;

  [4] οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν καὶ ἔσθοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά,

  [4] who sleep upon beds of ivory, and live delicately on their couches, and eat kids out of the flocks, and sucking calves out of the midst of the stalls;

  [5] οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα·


  [5] who excel in the sound of musical instruments; they have regarded them as abiding, not as fleeting pleasures;

  [6] οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ιωσηφ.

  [6] who drink strained wine, and anoint themselves with the best ointment; and have suffered nothing on occasion of the calamity of Joseph.

  [7] διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ’ ἀρχῆς δυναστῶν, καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Εφραιμ.

  [7] Therefore now shall they depart into captivity from the dominion of princes, and the neighing of horses shall be cut off from Ephraim.

  [8] ὅτι ὤμοσεν κύριος καθ’ ἑαυτοῦ Διότι βδελύσσομαι ἐγὼ πᾶσαν τὴν ὕβριν Ιακωβ καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα, καὶ ἐξαρῶ πόλιν σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν·

  [8] For the Lord has sworn by himself, saying, Because I abhor all the pride of Jacob, I do also hate his countries, and I will cut off his city with all who inhabit it.

  [9] καὶ ἔσται ἐὰν ὑπολειφθῶσιν δέκα ἄνδρες ἐν οἰκίᾳ μιᾷ, καὶ ἀποθανοῦνται, καὶ ὑπολειφθήσονται οἱ κατάλοιποι,

  [9] And it shall come to pass, if there be ten men left in one house, that they shall die.

  [10] καὶ λήμψονται οἱ οἰκεῖοι αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου· καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας Εἰ ἔτι ὑπάρχει παρὰ σοί; καὶ ἐρεῖ Οὐκέτι· καὶ ἐρεῖ Σίγα, ἕνεκα τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα κυρίου.

 

‹ Prev