by Septuagint
[6] A son honours his father, and a servant his master: if then I am a father, where is mine honour? and if I am a master, where is my fear? saith the Lord Almighty. Ye the priests are they that despise my name: yet ye said, Wherein have we despised thy name?
[7] προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. καὶ εἴπατε Ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.
[7] In that ye bring to mine altar polluted bread; and ye said, Wherein have ye polluted it? In that ye say, The table of the Lord is polluted, and that which was set thereon ye have despised.
[8] διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεται αὐτό, εἰ λήμψεται πρόσωπόν σου, λέγει κύριος παντοκράτωρ.
[8] For if ye bring a blind victim for sacrifices, is it not evil? and if ye bring the lame or the sick, is it not evil? offer it now to thy ruler, and see if he will receive thee, if he will accept thy person, saith the Lord Almighty.
[9] καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ θεοῦ ὑμῶν καὶ δεήθητε αὐτοῦ· ἐν χερσὶν ὑμῶν γέγονεν ταῦτα· εἰ λήμψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν; λέγει κύριος παντοκράτωρ.
[9] And now intreat the face of your God, and make supplication to him. These things have been done by your hands; shall I accept you? saith the Lord Almighty.
[10] διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν· οὐκ ἔστιν μου θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν.
[10] Because even among you the doors shall be shut, and one will not kindle the fire of mine altar for nothing, I have no pleasure in you, saith the Lord Almighty, and I will not accept a sacrifice at your hands.
[11] διότι ἀπ’ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, λέγει κύριος παντοκράτωρ.
[11] For from the rising of the sun even to the going down thereof my name has been glorified among the Gentiles; and in every place incense is offered to my name, and a pure offering: for my name is great among the Gentiles, saith the Lord Almighty.
[12] ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα κυρίου ἠλισγημένη ἐστίν, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτοῦ.
[12] But ye profane it, in that ye say, The table of the Lord is polluted, and his meats set thereon are despised.
[13] καὶ εἴπατε Ταῦτα ἐκ κακοπαθείας ἐστίν, καὶ ἐξεφύσησα αὐτὰ λέγει κύριος παντοκράτωρ· καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα· καὶ ἐὰν φέρητε τὴν θυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν; λέγει κύριος παντοκράτωρ.
[13] And ye said, These services are troublesome: therefore I have utterly rejected them with scorn, saith the Lord Almighty: and ye brought in torn victims, and lame, and sick: if then ye should bring an offering, shall I accept them at your hands? saith the Lord Almighty.
[14] καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν καὶ εὐχὴ αὐτοῦ ἐπ’ αὐτῷ καὶ θύει διεφθαρμένον τῷ κυρίῳ· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσιν.
[14] And cursed is the man who had the power, and possessed a male in his flock, and whose vow is upon him, and who sacrifices a corrupt thing to the Lord: for I am a great King, saith the Lord Almighty, and my name is glorious among the nations.
CHAPTER 2
[1] Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, οἱ ἱερεῖς·
[1] And now, O priests, this commandment is to you.
[2] ἐὰν μὴ ἀκούσητε, καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει κύριος παντοκράτωρ, καὶ ἐξαποστελῶ ἐφ’ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν.
[2] If ye will not hearken, and if ye will not lay it to heart, to give glory to my name, saith the Lord Almighty, then I will send forth the curse upon you, and I will bring a curse upon your blessing: yea, I will curse it, and I will scatter your blessing, and it shall not exist among you, because ye lay not this to heart.
[3] ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον καὶ σκορπιῶ ἤνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἤνυστρον ἑορτῶν ὑμῶν, καὶ λήμψομαι ὑμᾶς εἰς τὸ αὐτό·
[3] Behold, I turn my back upon you, and I will scatter dung upon your faces, the dung of your feasts, and I will carry you away at the same time.
[4] καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει κύριος παντοκράτωρ.
[4] And ye shall know that I have sent this commandment to you, that my covenant might be with the sons of Levi, saith the Lord Almighty.
[5] ἡ διαθήκη μου ἦν μετ’ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν.
[5] My covenant of life and peace was with him, and I gave it him that he might reverently fear me, and that he might be awe-struck at my name.
[6] νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ’ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας.
[6] The law of truth was in his mouth, and iniquity was not found in his lips: he walked before me directing his way in peace, and he turned many from unrighteousness.
[7] ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν.
[7] For the priest’s lips should keep knowledge, and they should seek the law at his mouth: for he is the messenger of the Lord Almighty.
[8] ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε ἐν νόμῳ, διεφθείρατε τὴν διαθήκην τοῦ Λευι
, λέγει κύριος παντοκράτωρ.
[8] But ye have turned aside from the way, and caused many to fail in following the law: ye have corrupted the covenant of Levi, saith the Lord Almighty.
[9] κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ’ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου, ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.
[9] And I have made you despised and cast out among all the people, because ye have not kept my ways, but have been partial in the law.
[10] Οὐχὶ θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν;
[10] Have ye not all one father? Did not one God create you? why have ye forsaken every man his brother, to profane the covenant of your fathers?
[11] ἐγκατελείφθη Ιουδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ισραηλ καὶ ἐν Ιερουσαλημ, διότι ἐβεβήλωσεν Ιουδας τὰ ἅγια κυρίου, ἐν οἷς ἠγάπησεν, καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους.
[11] Juda has been forsaken, and an abomination has been committed in Israel and in Jerusalem; for Juda has profaned the holy things of the Lord, which he delighted in, and has gone after other gods.
[12] ἐξολεθρεύσει κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ιακωβ καὶ ἐκ προσαγόντων θυσίαν τῷ κυρίῳ παντοκράτορι.
[12] The Lord will utterly destroy the man that does these things, until he be even cast down from out of the tabernacles of Jacob, and from among them that offer sacrifice to the Lord Almighty.
[13] καὶ ταῦτα, ἃ ἐμίσουν, ἐποιεῖτε· ἐκαλύπτετε δάκρυσιν τὸ θυσιαστήριον κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων. ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν;
[13] And these things which I hated, ye did: ye covered with tears the altar of the Lord, and with weeping and groaning because of troubles: is it meet for me to have respect to your sacrifice, or to receive anything from your hands as welcome?
[14] καὶ εἴπατε Ἕνεκεν τίνος; ὅτι κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες, καὶ αὐτὴ κοινωνός σου καὶ γυνὴ διαθήκης σου.
[14] Yet ye said, Wherefore? Because the Lord has borne witness between thee and the wife of thy youth, whom thou has forsaken, and yet she was thy partner, and the wife of thy covenant.
[15] καὶ οὐκ ἄλλος ἐποίησεν, καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ. καὶ εἴπατε Τί ἄλλο ἀλλ’ ἢ σπέρμα ζητεῖ ὁ θεός; καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς·
[15] And did he not do well? and there was the residue of his spirit. But ye said, What does God seek but a seed? But take ye heed to your spirit, and forsake not the wife of thy youth.
[16] ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς, λέγει κύριος ὁ θεὸς τοῦ Ισραηλ, καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου, λέγει κύριος παντοκράτωρ. καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε.
[16] But if thou shouldest hate thy wife and put her away, saith the Lord God of Israel, then ungodliness shall cover thy thoughts, saith the Lord Almighty: therefore take ye heed to your spirit, and forsake them not,
[17] Οἱ παροξύνοντες τὸν θεὸν ἐν τοῖς λόγοις ὑμῶν καὶ εἴπατε Ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς Πᾶς ποιῶν πονηρόν, καλὸν ἐνώπιον κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν· καί Ποῦ ἐστιν ὁ θεὸς τῆς δικαιοσύνης;
[17] ye that have provoked God with your words. But ye said, Wherein have we provoked him? In that ye say, Every one that does evil is a pleasing object in the sight of the Lord, and he takes pleasure in such; and where is the God of justice?
CHAPTER 3
[1] ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ.
[1] Behold, I send forth my messenger, and he shall survey the way before me: and the Lord, whom ye seek, shall suddenly come into his temple, even the angel of the covenant, whom ye take pleasure in: behold, he is coming, saith the Lord Almighty.
[2] καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων.
[2] And who will abide the day of his coming? or who will withstand at his appearing? for he is coming in as the fire of a furnace and as the herb of fullers.
[3] καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον· καὶ καθαρίσει τοὺς υἱοὺς Λευι καὶ χεεῖ αὐτοὺς ὡς τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον· καὶ ἔσονται τῷ κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ.
[3] He shall sit to melt and purify as it were silver, and as it were gold: and he shall purify the sons of Levi, and refine them as gold and silver, and they shall offer to the Lord an offering in righteousness.
[4] καὶ ἀρέσει τῷ κυρίῳ θυσία Ιουδα καὶ Ιερουσαλημ καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν.
[4] And the sacrifice of Juda and Jerusalem shall be pleasing to the Lord, according to the former days, and according to the former years.
[5] καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με, λέγει κύριος παντοκράτωρ.
[5] And I will draw near to you in judgment; and I will be a sift witness against the witches, and against the adulteresses, and against them that swear falsely by my name, and against them that keep back the hireling’s wages, and them that oppress the widow, and afflict orphans, and that wrest the judgment of the stranger, and fear not me, saith the Lord Almighty.
[6] Διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι· καὶ ὑμεῖς, υἱοὶ Ιακωβ, οὐκ ἀπέχεσθε
[6] For I am the Lord your God, and I am not changed:
 
; [7] ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε. ἐπιστρέψατε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει κύριος παντοκράτωρ. καὶ εἴπατε Ἐν τίνι ἐπιστρέψωμεν;
[7] but ye, the sons of Jacob, have not refrained from the iniquities of your fathers: ye have perverted my statutes, and have not kept them.
Return to me, and I will return to you, saith the Lord Almighty. But ye said, Wherein shall we return?
[8] εἰ πτερνιεῖ ἄνθρωπος θεόν; διότι ὑμεῖς πτερνίζετέ με. καὶ ἐρεῖτε Ἐν τίνι ἐπτερνίκαμέν σε; ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεθ’ ὑμῶν εἰσιν·
[8] Will a man insult God? for ye insult me. But ye say, Wherein have we insulted thee? In that the tithes and first-fruits are with you still.
[9] καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε· τὸ ἔθνος συνετελέσθη.
[9] And ye do surely look off from me, and ye insult me.
[10] καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυρούς, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ. ἐπισκέψασθε δὴ ἐν τούτῳ, λέγει κύριος παντοκράτωρ, ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταρράκτας τοῦ οὐρανοῦ καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου ἕως τοῦ ἱκανωθῆναι·
[10] The year is completed, and ye have brought all the produce into the storehouses; but there shall be the plunder thereof in its house: return now on this behalf, saith the Lord Almighty, see if I will not open to you the torrents of heaven, and pour out my blessing upon you, until ye are satisfied.