by Pausanias
[10] ἐνταῦθα ἡ προτέρα πόλις τοῖς Ἑρμιονεῦσιν ἦν. ἔστι δέ σφισι καὶ νῦν ἔτι ἱερὰ αὐτόθι, Ποσειδῶνος μὲν ἐπὶ τῆς ἀκτῆς τῇ ἀρχῇ, προελθοῦσι δὲ ἀπὸ θαλάσσης ἐς τὰ μετέωρα ναὸς Ἀθηνᾶς, παρὰ δὲ αὐτῷ σταδίου θεμέλια: ἐν δὲ αὐτῷ τοὺς Τυνδάρεω παῖδας ἀγωνίσασθαι λέγουσιν. ἔστι δὲ καὶ ἕτερον οὐ μέγα τῆς Ἀθηνᾶς ἱερόν, ὁ δὲ ὄροφος κατερρύηκεν αὐτῷ. καὶ Ἡλίῳ ναὸς καὶ ἄλλος Χάρισιν, ὁ δὲ Σαράπιδι ᾠκοδόμηται καὶ Ἴσιδι: καὶ περίβολοι μεγάλων λίθων λογάδων εἰσίν, ἐντὸς δὲ αὐτῶν ἱερὰ δρῶσιν ἀπόρρητα Δήμητρι.
[34.10] Here the Hermionians had their former city. They still have sanctuaries here: one of Poseidon at the east end of the spit, and a temple of Athena further inland by the side of the latter are the foundations of a race-course, in which legend says the sons of Tyndareus contended. There is also another sanctuary of Athena, of no great size, the roof of which has fallen in. There is a temple to Helius (Sun), another to the Graces, and a third to Serapis and Isis. There are also circuits of large unhewn stones, within which they perform mystic ritual to Demeter.
[11] τοσαῦτα μὲν Ἑρμιονεῦσίν ἐστιν ἐνταῦθα: ἡ δὲ ἐφ᾽ ἡμῶν πόλις ἀπέχει μὲν τῆς ἄκρας, ἐφ᾽ ᾗ τοῦ Ποσειδῶνος τὸ ἱερόν, τέσσαρας μάλιστα σταδίους, κειμένη δὲ ἐν ὁμαλῷ τὰ πρῶτα ἠρέμα ἐς πρόσαντες ἄνεισι, τὸ δέ ἐστιν ἤδη τοῦ Πρωνός: Πρῶνα γὰρ τὸ ὄρος τοῦτο ὀνομάζουσι. τεῖχος μὲν δὴ περὶ πᾶσαν τὴν Ἑρμιόνα ἕστηκε: τὰ δὲ ἐς συγγραφὴν καὶ ἄλλα παρείχετο καὶ ὧν αὐτὸς ποιήσασθαι μάλιστα ἠξίωσα μνήμην. Ἀφροδίτης ναός ἐστιν ἐπίκλησιν Ποντίας καὶ Λιμενίας τῆς αὐτῆς, ἄγαλμα δὲ λευκοῦ λίθου μεγέθει τε μέγα καὶ ἐπὶ τῇ τέχνῃ θέας ἄξιον.
[34.11] Such are the possessions of the Hermionians in these parts. The modern city is just about four stades distant from the headland, upon which is the sanctuary of Poseidon, and it lies on a site which is level at first, gently rising up a slope, which presently merges into Pron, for so they name this mountain. A wall stands all round Hermione, a city which I found afforded much to write about, and among the things which I thought I myself must certainly mention are a temple of Aphrodite, surnamed both Pontia (of the Deep Sea) and Limenia (of the Harbor), and a white-marble image of huge size, and worth seeing for its artistic excellence.
[12] καὶ ναὸς ἕτερός ἐστιν Ἀφροδίτης: αὕτη καὶ ἄλλας ἔχει παρὰ Ἑρμιονέων τιμάς, καὶ ταῖς παρθένοις καὶ ἢν γυνὴ χηρεύουσα παρὰ ἄνδρα μέλλῃ φοιτᾶν, ἁπάσαις πρὸ γάμου θύειν καθέστηκεν ἐνταῦθα. Δήμητρος δὲ ἱερὰ πεποίηται Θερμασίας, τὸ μὲν ἐπὶ τοῖς πρὸς τὴν Τροιζηνίαν ὅροις, ὡς ἐστὶν εἰρημένον ἤδη μοι, τὸ δὲ καὶ ἐν αὐτῇ τῇ πόλει.
[34.12] There is also another temple of Aphrodite. Among the honors paid her by the Hermionians is this custom: maidens, and widows about to remarry, all sacrifice to her before wedding. Sanctuaries have also been built of Demeter Thermasia (Warmth), one at the border towards Troezenia, as I have stated above, while there is another in Hermione itself.
35. πλησίον δὲ αὐτοῦ Διονύσου ναὸς Μελαναίγιδος: τούτῳ μουσικῆς ἀγῶνα κατὰ ἔτος ἕκαστον ἄγουσι, καὶ ἁμίλλης κολύμβου καὶ πλοίων τιθέασιν ἆθλα: καὶ Ἀρτέμιδος ἐπίκλησιν Ἰφιγενείας ἐστὶν ἱερὸν καὶ Ποσειδῶν χαλκοῦς τὸν ἕτερον πόδα ἔχων ἐπὶ δελφῖνος. παρελθοῦσι δὲ ἐς τὸ τῆς Ἑστίας, ἄγαλμα μέν ἐστιν οὐδέν, βωμὸς δέ:
[35.1] XXXV. Near the latter is a temple of Dionysus of the Black Goatskin. In his honor every year they hold a competition in music, and they offer prizes for swimming-races and boat-races. There is also a sanctuary of Artemis surnamed Iphigenia, and a bronze Poseidon with one foot upon a dolphin. Passing by this into the sanctuary of Hestia, we see no image, but only an altar, and they sacrifice to Hestia upon it.
[2] καὶ ἐπ᾽ αὐτοῦ θύουσιν Ἑστίᾳ. Ἀπόλλωνος δέ εἰσι ναοὶ τρεῖς καὶ ἀγάλματα τρία: καὶ τῷ μὲν οὐκ ἔστιν ἐπίκλησις, τὸν δὲ Πυθαέα οὕτως ὀνομάζουσι, καὶ Ὅριον τὸν τρίτον. τὸ μὲν δὴ τοῦ Πυθαέως ὄνομα μεμαθήκασι παρὰ Ἀργείων: τούτοις γὰρ Ἑλλήνων πρώτοις ἀφικέσθαι Τελέσιλλά φησι τὸν Πυθαέα ἐς τὴν χώραν Ἀπόλλωνος παῖδα ὄντα: τὸν δὲ Ὅριον ἐφ᾽ ὅτῳ καλοῦσιν, σαφῶς μὲν οὐκ ἂν ἔχοιμι εἰπεῖν, τεκμαίρομαι δὲ περὶ γῆς ὅρων πολέμῳ σφᾶς ἢ δίκῃ νικήσαντας ἐπὶ τῷδε τιμὰς Ἀπόλλωνι Ὁρίῳ νεῖμαι.
[35.2] Of Apollo there are three temples and three images. One has no surname; the second they call Pythaeus, and the third Horius (of the Borders). The name Pythaeus they have learned from the Argives, for Telesilla tells us that they were the first Greeks to whose country came Pythaeus, who was a son of Apollo. I cannot say for certain why they call the third Horius, but I conjecture that they won a victory, either in war or by arbitration, in a dispute concerning the borders (horoi) of their land, and for this reason paid honors to Apollo Horius.
[3] τὸ δὲ ἱερὸν τῆς Τύχης νεώτατον μὲν λέγουσιν Ἑρμιονεῖς τῶν παρά σφισιν εἶναι, λίθου δὲ Παρίου κολοσσὸς ἕστηκεν. κρήνας δὲ τὴν μὲν σφόδρα ἔχουσιν ἀρχαίαν, ἐς δὲ αὐτὴν οὐ φανερῶς τὸ ὕδωρ κάτεισιν, ἐπιλείποι δὲ οὐκ ἄν ποτε, οὐδ᾽ εἰ πάντες καταβάντες ὑδρεύοιντο ἐξ αὐτῆς: τὴν δὲ ἐφ᾽ ἡμῶν πεποιήκασιν, ὄνομα δέ ἐστιν τῷ χωρίῳ Λειμών, ὅθεν ῥεῖ τὸ ὕδωρ ἐς αὐτήν.
[35.3] The sanctuary of Fortune is said by the Hermionians to be the newest in their city; a colossus of Parian marble stands there. Of their wells, one is very old; nobody can see the water flowing into it, but it would never run dry, even if everybody descended and drew water from it. Another well they made in our own day, and the name of the place from which the water flows into it is Leimon (Meadow).
[4] τὸ δὲ λόγου μάλιστα ἄξιον ἱερὸν Δήμητρός ἐστιν ἐπὶ τοῦ Πρωνός. τοῦτο τὸ ἱερὸν Ἑρμιονεῖς μὲν Κλύμενον Φορωνέως παῖδα καὶ ἀδελφὴν Κλυμένου Χθονίαν τοὺς ἱδρυσαμένους φασὶν εἶναι. Ἀργεῖοι δέ, ὅτε ἐς τὴν Ἀργολίδα ἦλθε Δημήτηρ, τότε Ἀθέραν μὲν λέγουσι καὶ Μύσιον ὡς ξενίαν παράσχοιεν τῇ θεῷ, Κολόνταν δὲ οὔτε οἴκῳ δέξασθαι τὴν θεὸν οὔτε ἀπονεῖμαί τι ἄλλο ἐς τιμήν: ταῦτα δὲ οὐ κατὰ γνώμην Χθονίᾳ τῇ θυγατρὶ ποιεῖν αὐτόν. Κολόνταν μὲν οὖν φασιν ἀντὶ τούτων συγκαταπρησθῆναι �
�ῇ οἰκίᾳ,
Χθονίαν δὲ κομισθεῖσαν ἐς Ἑρμιόνα ὑπὸ Δήμητρος Ἑρμιονεῦσι ποιῆσαι τὸ ἱερόν.
[35.4] The object most worthy of mention is a sanctuary of Demeter on Pron. This sanctuary is said by the Hermionians to have been founded by Clymenus, son of Phoroneus, and Chthonia, sister of Clymenus. But the Argive account is that when Demeter came to Argolis, while Atheras and Mysius afforded hospitality to the goddess, Colontas neither received her into his home nor paid her any other mark of respect. His daughter Chthoia disapproved of this conduct. They say that Colontas was punished by being burnt up along with his house, while Chthonia was brought to Hermion by Demeter, and made the sanctuary for the Hermionians.
[5] Χθονία δ᾽ οὖν ἡ θεός τε αὐτὴ καλεῖται καὶ Χθόνια ἑορτὴν κατὰ ἔτος ἄγουσιν ὥρᾳ θέρους, ἄγουσι δὲ οὕτως. ἡγοῦνται μὲν αὐτοῖς τῆς πομπῆς οἵ τε ἱερεῖς τῶν θεῶν καὶ ὅσοι τὰς ἐπετείους ἀρχὰς ἔχουσιν, ἕπονται δὲ καὶ γυναῖκες καὶ ἄνδρες. τοῖς δὲ καὶ παισὶν ἔτι οὖσι καθέστηκεν ἤδη τὴν θεὸν τιμᾶν τῇ πομπῇ: οὗτοι λευκὴν ἐσθῆτα καὶ ἐπὶ ταῖς κεφαλαῖς ἔχουσι στεφάνους. πλέκονται δὲ οἱ στέφανοί σφισιν ἐκ τοῦ ἄνθους ὃ καλοῦσιν οἱ ταύτῃ κοσμοσάνδαλον, ὑάκινθον ἐμοὶ δοκεῖν ὄντα καὶ μεγέθει καὶ χρόᾳ: ἔπεστι δέ οἱ καὶ τὰ ἐπὶ τῷ θρήνῳ γράμματα.
[35.5] At any rate, the goddess herself is called Chthonia, and Chthonia is the name of the festival they hold in the summer of every year. The manner of it is this. The procession is headed by the priests of the gods and by all those who hold the annual magistracies; these are followed by both men and women. It is now a custom that some who are still children should honor the goddess in the procession. These are dressed in white, and wear wreaths upon their heads. Their wreaths are woven of the flower called by the natives cosmosandalon, which, from its size and color, seems to me to be an iris; it even has inscribed upon it the same letters of mourning.
[6] τοῖς δὲ τὴν πομπὴν πέμπουσιν ἕπονται τελείαν ἐξ ἀγέλης βοῦν ἄγοντες διειλημμένην δεσμοῖς τε καὶ ὑβρίζουσαν ἔτι ὑπὸ ἀγριότητος. ἐλάσαντες δὲ πρὸς τὸν ναὸν οἱ μὲν ἔσω φέρεσθαι τὴν βοῦν ἐς τὸ ἱερὸν ἀνῆκαν ἐκ τῶν δεσμῶν, ἕτεροι δὲ ἀναπεπταμένας ἔχοντες τέως τὰς θύρας, ἐπειδὰν τὴν βοῦν ἴδωσιν ἐντὸς τοῦ ναοῦ, προσέθεσαν τὰς θύρας.
[35.6] Those who form the procession are followed by men leading from the herd a full-grown cow, fastened with ropes, and still untamed and frisky. Having driven the cow to the temple, some loose her from the ropes that she may rush into the sanctuary, others, who hitherto have been holding the doors open, when they see the cow within the temple, close the doors.
[7] τέσσαρες δὲ ἔνδον ὑπολειπόμεναι γρᾶες, αὗται τὴν βοῦν εἰσιν αἱ κατεργαζόμεναι: δρεπάνῳ γὰρ ἥτις ἂν τύχῃ τὴν φάρυγγα ὑπέτεμε τῆς βοός. μετὰ δὲ αἱ θύραι τε ἠνοίχθησαν καὶ προσελαύνουσιν οἷς ἐπιτέτακται βοῦν δὲ δευτέραν καὶ τρίτην ἐπὶ ταύτῃ καὶ ἄλλην τετάρτην. κατεργάζονταί τε δὴ πάσας κατὰ ταὐτὰ αἱ γρᾶες καὶ τόδε ἄλλο πρόσκειται τῇ θυσίᾳ θαῦμα: ἐφ᾽ ἥντινα γὰρ ἂν πέσῃ τῶν πλευρῶν ἡ πρώτη βοῦς, ἀνάγκη πεσεῖν καὶ πάσας.
[35.7] Four old women, left behind inside, are they who dispatch the cow. Whichever gets the chance cuts the throat of the cow with a sickle. Afterwards the doors are opened, and those who are appointed drive up a second cow, and a third after that, and yet a fourth. All are dispatched in the same way by the old women, and the sacrifice has yet another strange feature. On whichever of her sides the first cow falls, all the others must fall on the same.
[8] θυσία μὲν δρᾶται τοῖς Ἑρμιονεῦσι τὸν εἰρημένον τρόπον: πρὸ δὲ τοῦ ναοῦ γυναικῶν ἱερασαμένων τῇ Δήμητρι εἰκόνες ἑστήκασιν οὐ πολλαί, καὶ παρελθόντι ἔσω θρόνοι τέ εἰσιν, ἐφ᾽ ὧν αἱ γρᾶες ἀναμένουσιν ἐσελαθῆναι καθ᾽ ἑκάστην τῶν βοῶν, καὶ ἀγάλματα οὐκ ἄγαν ἀρχαῖα Ἀθηνᾶ καὶ Δημήτηρ. αὐτὸ δὲ ὃ σέβουσιν ἐπὶ πλέον ἢ τἄλλα, ἐγὼ μὲν οὐκ εἶδον, οὐ μὴν οὐδὲ ἀνὴρ ἄλλος οὔτε ξένος οὔτε Ἑρμιονέων αὐτῶν: μόναι δὲ ὁποῖόν τί ἐστιν αἱ γρᾶες ἴστωσαν.
[35.8] Such is the manner in which the sacrifice is performed by the Hermionians. Before the temple stand a few statues of the women who have served Demeter as her priestess, and on passing inside you see seats on which the old women wait for the cows to be driven in one by one, and images, of no great age, of Athena and Demeter. But the thing itself that they worship more than all else, I never saw, nor yet has any other man, whether stranger or Hermionian. The old women may keep their knowledge of its nature to themselves.
[9] ἔστι δὲ καὶ ἄλλος ναός: εἰκόνες δὲ περὶ πάντα ἑστήκασιν αὐτόν. οὗτος ὁ ναός ἐστιν ἀπαντικρὺ τοῦ τῆς Χθονίας, καλεῖται δὲ Κλυμένου, καὶ τῷ Κλυμένῳ θύουσιν ἐνταῦθα. Κλύμενον δὲ οὐκ ἄνδρα Ἀργεῖον ἐλθεῖν ἔγωγε ἐς Ἑρμιόνα ἡγοῦμαι, τοῦ θεοῦ δέ ἐστιν ἐπίκλησις, ὅντινα ἔχει λόγος βασιλέα ὑπὸ γῆν εἶναι.
[35.9] There is also another temple, all round which stand statues. This temple is right opposite that of Chthonia, and is called that of Clymenus, and they sacrifice to Clymenus here. I do not believe that Clymenus was an Argive who came to Hermion “Clymenus” is the surname of the god, whoever legend says is king in the underworld.
[10] παρὰ μὲν δὴ τοῦτόν ἐστιν ἄλλος ναὸς καὶ ἄγαλμα Ἄρεως, τοῦ δὲ τῆς Χθονίας ἐστὶν ἱεροῦ στοὰ κατὰ τὴν δεξιάν, Ἠχοῦς ὑπὸ τῶν ἐπιχωρίων καλουμένη: φθεγξαμένῳ δὲ ἀνδρὶ τὰ ὀλίγιστα ἐς τρὶς ἀντιβοῆσαι πέφυκεν. ὄπισθεν δὲ τοῦ ναοῦ τῆς Χθονίας χωρία ἐστὶν ἃ καλοῦσιν Ἑρμιονεῖς τὸ μὲν Κλυμένου, τὸ δὲ Πλούτωνος, τὸ τρίτον δὲ αὐτῶν λίμνην Ἀχερουσίαν. περιείργεται μὲν δὴ πάντα θριγκοῖς λίθων, ἐν δὲ τῷ τοῦ Κλυμένου καὶ γῆς χάσμα: διὰ τούτου δὲ Ἡρακλῆς ἀνῆγε τοῦ Ἅιδου τὸν κύνα κατὰ τὰ λεγόμενα ὑπὸ Ἑρμιονέων.
[35.10] Beside this temple is another; it is of Ares, and has an image of the god, while to the right of the sanctuary of Chthonia is a portico, called by the natives the Portico of Echo. It is such that if a man speaks it reverberates at least three times. Behind the temple of Chthonia are three places which the Hermionians call that of Clymenus, that of Pluto, and the Acherusian Lake. All are surrounded by fences of stones, while in the place of Clymenus there is also a chasm in the earth. Through this, according to the legend of the Hermionians, Heracles brought up the Hound of Hell.
[11] πρὸ�
� δὲ τῇ πύλῃ, καθ᾽ ἣν ὁδὸς εὐθεῖά ἐστιν ἄγουσα ἐπὶ Μάσητα, Εἰλειθυίας ἐστὶν ἐντὸς τοῦ τείχους ἱερόν. ἄλλως μὲν δὴ κατὰ ἡμέραν ἑκάστην καὶ θυσίαις καὶ θυμιάμασι μεγάλως τὴν θεὸν ἱλάσκονται καὶ ἀναθήματα δίδοται πλεῖστα τῇ Εἰλειθυίᾳ: τὸ δὲ ἄγαλμα οὐδενὶ πλὴν εἰ μὴ ἄρα ταῖς ἱερείαις ἔστιν ἰδεῖν.
[35.11] At the gate through which there is a straight road leading to Mases, there is a sanctuary of Eileithyia within the wall. Every day, both with sacrifices and with incense, they magnificently propitiate the goddess, and, moreover, there is a vast number of votive gifts offered to Eileithyia. But the image no one may see, except, perhaps, the priestesses.
MT PRON & MT COCCUX
36. κατὰ δὲ τὴν ἐπὶ Μάσητα εὐθεῖαν προελθοῦσιν ἑπτά που σταδίους καὶ ἐς ἀριστερὰν ἐκτραπεῖσιν, ἐς Ἁλίκην ἐστὶν ὁδός. ἡ δὲ Ἁλίκη τὰ μὲν ἐφ᾽ ἡμῶν ἐστιν ἔρημος, ᾠκεῖτο δὲ καὶ αὕτη ποτέ, καὶ Ἁλικῶν λόγος ἐν στήλαις ἐστὶ ταῖς Ἐπιδαυρίων αἳ τοῦ Ἀσκληπιοῦ τὰ ἰάματα ἐγγεγραμμένα ἔχουσιν: ἄλλο δὲ σύγγραμμα οὐδὲν οἶδα ἀξιόχρεων, ἔνθα ἢ πόλεως Ἁλίκης ἢ ἀνδρῶν ἐστιν Ἁλικῶν μνήμη. ἔστι δ᾽ οὖν ὁδὸς καὶ ἐς ταύτην, τοῦ τε Πρωνὸς μέση καὶ ὄρους ἑτέρου Θόρνακος καλουμένου τὸ ἀρχαῖον: ἀπὸ δὲ τῆς Διὸς ἐς κόκκυγα τὸν ὄρνιθα ἀλλαγῆς λεγομένης ἐνταῦθα γενέσθαι μετονομασθῆναι τὸ ὄρος φασίν.