by Pausanias
[7.5] When Philip, the son of Demetrius, reached man’s estate, and Antigonus without reluctance handed over the sovereignty of the Macedonians, he struck fear into the hearts of all the Greeks. He copied Philip, the son of Amyntas, who was not his ancestor but really his master, especially by flattering those who were willing to betray their country for their private advantage. At banquets he would give the right hand of friendship offering cups filled not with wine but with deadly poison, a thing which I believe never entered the head of Philip the son of Amyntas, but poisoning sat very lightly on the conscience of Philip the son of Demetrius.
[6] κατεῖχε δὲ καὶ τρεῖς πόλεις φρουραῖς ὁρμητήρια εἶναί οἱ κατὰ τῆς Ἑλλάδος, καὶ ὠνόμαζε δὲ ὑπὸ τῆς ὕβρεως καὶ τῆς ἐς τὸ Ἑλληνικὸν ὑπεροψίας κλεῖς τῆς Ἑλλάδος τὰς πόλεις ταύτας: ἐπὶ μέν γε Πελοποννήσῳ Κόρινθος καὶ ἡ Κορινθίων ἀκρόπολις ἐτετείχιστο, ἐπὶ δὲ Εὐβοίᾳ καὶ Βοιωτοῖς τε καὶ Φωκεῦσι Χαλκὶς ἡ πρὸς τῷ Εὐρίπῳ, κατὰ δὲ Θεσσαλῶν τε αὐτῶν καὶ τοῦ Αἰτωλῶν ἔθνους Μαγνησίαν τὴν ὑπὸ τὸ Πήλιον κατεῖχεν ὁ Φίλιππος. μάλιστα δὲ Ἀθηναίους καὶ τὸ Αἰτωλικὸν ἐπιστρατείαις τε συνεχέσιν ἐπίεζε καὶ λῃστῶν καταδρομαῖς:
[7.6] He also occupied with garrisons three towns to be used as bases against Greece, and in his insolent contempt for the Greek people he called these cities the keys of Greece. To watch Peloponnesus Corinth was fortified with its citadel; to watch Euboea, the Boeotians and the Phocians, Chalcis on the Euripus; against the Thessalians themselves and the Aetolian people Philip occupied Magnesia at the foot of Mount Pelium. The Athenians especially and the Aetolians he harried with continual attacks and raids of bandits.
[7] ἐμνημόνευσε δέ μοι καὶ πρότερον ὁ λόγος ἐν τῇ Ἀτθίδι συγγραφῇ, ὅσοι τε Ἑλλήνων ἢ βαρβάρων ἐναντία Φιλίππου συνήραντο Ἀθηναίοις καὶ ὡς ὑπὸ ἀσθενείας τῶν συμμάχων ἐπὶ Ῥωμαίους καὶ ἐπικουρίαν τὴν ἐκεῖθεν κατέφευγον οἱ Ἀθηναῖοι. Ῥωμαῖοι δὲ ἐπεπόμφεσαν καὶ οὐ πολλῷ τινι ἔμπροσθεν λόγῳ μὲν ἐπικουρήσοντας Αἰτωλοῖς ἐναντία Φιλίππου, τῷ δὲ ἔργῳ μᾶλλόν τι ἐπὶ κατασκοπῇ τῶν ἐν Μακεδονίᾳ πραγμάτων:
[7.7] Already, in my account of Attica I have described the alliances of Greeks and barbarians with the Athenians against Philip, and how the weakness of their allies urged the Athenians to seek help from Rome. A short time before, the Romans had sent a force ostensibly to help the Aetolians against Philip, but really more to spy on the condition of Macedonia.
[8] τότε δὲ ἀποστέλλουσιν Ἀθηναίοις στρατιάν τε καὶ ἡγεμόνα Ὀτίλιον: τοῦτο γάρ οἱ τῶν ὀνομάτων ἦν τὸ ἐκδηλότατον, ἐπεὶ καλοῦνταί γε οὐ πατρόθεν οἱ Ῥωμαῖοι κατὰ ταὐτὰ Ἕλλησιν, ἀλλὰ καὶ τρία ὁπότε ὀλίγιστα καὶ ἔτι πλέονα ὀνόματα ἑκάστῳ τίθενται. τῷ δὲ Ὀτιλίῳ προσετέτακτο ὑπὸ Ῥωμαίων ἀπείργειν ἀπὸ Ἀθηναίων καὶ τοῦ Αἰτωλικοῦ τὸν Φιλίππου πόλεμον.
[7.8] At the appeal of Athens the Romans despatched an army under Otilius, to give him the name by which he was best known. For the Romans differ from the Greeks in their being called, not by the names of their fathers, but by three names at least, if not more, given to each man. Otilius had received orders from the Romans to protect Athenians and Aetolians from war with Philip.
[9] Ὀτίλιος δὲ τὰ μὲν ἄλλα τοῖς πράγμασι κατὰ τὰ ἐπιτεταγμένα ἐχρῆτο, τάδε δὲ οὐ κατὰ γνώμην οἱ τὴν Ῥωμαίων ἐστὶν εἰργασμένα: Εὐβοέων γὰρ Ἑστίαιαν πόλιν καὶ Ἀντίκυραν τὴν ἐν τῇ Φωκίδι ἑλών, ὑπηκόους κατ᾽ ἀνάγκην οὔσας Φιλίππου, ἐποίησεν ἀναστάτους. καὶ τοῦδε ἕνεκα ἐμοὶ δοκεῖν, ἐπεὶ ἐπύθετο ἡ βουλή, ἀποστέλλουσιν Ὀτιλίῳ διάδοχον τῆς ἀρχῆς Φλαμίνιον.
[7.9] Otilius carried out his orders up to a point, but displeased the Romans in certain of his acts. Hestiaea in Euboea and Anticyra in Phocis, which had been compelled to submit to Philip, he utterly destroyed. It was, I think, for this reason that the senate, when they heard the news, sent Flamininus to succeed Otilius in his command.
8. τότε δὲ ἥκων ὁ Φλαμίνιος Ἐρέτριάν τε διήρπασε, τοὺς φρουροῦντας Μακεδόνων μάχῃ νικήσας, καὶ αὖθις ἐλάσας ἐπὶ Κόρινθον κατεχομένην ὑπὸ Φιλίππου φρουρᾷ αὐτός τε προσεκάθητο πολιορκῶν καὶ παρὰ Ἀχαιοὺς ἅμα ἀποστέλλων ἐπήγγελλέ σφισιν ἀφικνεῖσθαι πρὸς Κόρινθον στρατιᾷ, συμμάχους τε ἀξιωθησομένους καλεῖσθαι Ῥωμαίων καὶ ἅμα εὐνοίᾳ τῇ ἐς τὸ Ἑλληνικόν.
[8.1] VIII. On his arrival Flamininus sacked Eretria, defeating the Macedonians who were defending it. He then marched against Corinth, which was held by Philip with a garrison, and sat down to besiege it, while at the same time he sent to the Achaeans and bade them come to Corinth with an army, if they desired to be called allies of Rome and at the same time to show their goodwill to Greece.
[2] Ἀχαιοὶ δὲ ἐποιοῦντο μὲν μεγάλως καὶ αὐτὸν ἐν αἰτίᾳ Φλαμίνιον καὶ ἔτι πρότερον Ὀτίλιον, οἳ μετεχειρίσαντο ὠμῶς οὕτω πόλεις Ἑλληνίδας καὶ ἀρχαίας, ἀναμαρτήτους τε οὔσας πρὸς Ῥωμαίους καὶ οὐ κατὰ γνώμην ὑπὸ Μακεδόνων ἀρχομένας: προεωρῶντο δὲ καὶ ὡς ἀντὶ Φιλίππου καὶ Μακεδόνων Ῥωμαῖοι σφίσι τε ἥκοιεν καὶ τῷ Ἑλληνικῷ δεσπόται προστάττειν. ῥηθέντων δὲ ἐν τῷ συνεδρίῳ πολλῶν καὶ ἐναντίων ἀλλήλοις, τέλος οἱ εὖνοι Ῥωμαίοις ἐνίκησαν καὶ Ἀχαιοὶ Φλαμινίῳ Κόρινθον συνεπολιόρκησαν.
[8.2] But the Achaeans greatly blamed Flamininus himself, and Otilius before him, for their savage treatment of ancient Greek cities which had done the Romans no harm, and were subject to the Macedonians against their will. They foresaw too that the Romans were coming to impose their domination both on Achaeans and on the rest of Greece, merely in fact to take the place of Philip and the Macedonians. At the meeting of the League many opposite views were put forward, but at last the Roman party prevailed, and the Achaeans joined Flamininus in besieging Corinth.
[3] Κορίνθιοι δὲ ἀπὸ Μακεδόνων ἐλευθερωθέντες μετέσχον αὐτίκα συνεδρίου τοῦ Ἀχαιῶν, μετασχόντες καὶ πρότερον, ὅτε Ἄρατος καὶ Σικυώνιοι φρουρὰν ἐκ τοῦ Ἀκροκορίνθου τὴν πᾶσαν ἐξήλασαν καὶ ἀπέκτειναν Περσαῖον ὑπὸ Ἀντιγόνου ταχθέντα ἐπὶ τῇ φρουρᾷ. Ἀχαιοὶ δὲ τὸ ἀπὸ τούτου σύμμαχοί τε ὠνομάζοντο Ῥωμαίων καὶ ἐς τὰ πάντα ἦσαν πρόθυμοι: καί σφισιν εἵποντο μὲν ἐς Μακεδονίαν καὶ ἐπὶ Φίλι
ππον, μετέσχον δὲ καὶ στρατείας ἐς Αἰτωλούς, τρίτα δὲ ὁμοῦ Ῥωμαίοις ἐμαχέσαντο ἐναντία Ἀντιόχου καὶ Σύρων.
[8.3] On being delivered from the Macedonians the Corinthians at once joined the Achaean League; they had joined it on a previous occasion, when the Sicyonians under Aratus drove all the garrison out of Acrocorinth, killing Persaeus, who had been placed in command of the garrison by Antigonus. Hereafter the Achaeans were called allies of the Romans, and in all respects right zealous allies they proved themselves to be. They followed the Romans to Macedonia against Philip; they took part in the campaign against the Aetolians; thirdly they fought side by side with the Romans against the Syrians under Antiochus.
[4] ὅσα μὲν δὴ Ἀχαιοὶ Μακεδόσιν ἢ στρατιᾷ τῇ Σύρων ἐναντία ἐτάξαντο, φιλίᾳ τῇ πρὸς Ῥωμαίους ἔπραξαν: ἐς δὲ Αἰτωλοὺς ἐκ παλαιοῦ σφισιν ἦν οἰκεῖα ἐγκλήματα. ἐπεὶ δὲ ἡ Νάβιδος ἐν Σπάρτῃ τυραννὶς
κατελέλυτο, ἐς πλείστην ὠμότητα ἀνδρὸς ἀφικομένου, τὰ ἐς τοὺς Λακεδαιμονίους αὐτίκα ἐνεπεπτώκει:
[8.4] All that the Achaeans did against the Macedonians or the host of the Syrians they did because of their friendship to the Romans; but against the Aetolians they had a long standing private quarrel to settle. When the tyranny of Nabis in Sparta was put down, a tyranny marked by extreme ferocity, the affairs of Lacedaemon at once caught the attention of the Achaeans.
[5] καὶ σφᾶς ὑπὸ τὸν χρόνον οἱ Ἀχαιοὶ τοῦτον ἐς σύλλογον ὑπάγονται τὸν Ἀχαϊκὸν καὶ δίκας τε ἐδίκαζόν σφισιν ἐς τὸ ἀκριβέστατον καὶ τὰ τείχη τῆς Σπάρτης καταβάλλουσιν ἐς ἔδαφος, οἰκοδομηθέντα μὲν καὶ πρότερον ἔτι αὐτοσχεδίως καὶ ἐπί τε τῆς Δημητρίου καὶ ὕστερον τῆς Πύρρου καὶ Ἠπειρωτῶν στρατείας, ἐπὶ δὲ τῆς τυραννίδος τῆς Νάβιδος καὶ ἐς τὸ ἀσφαλέστατον ὀχυρωθέντα. τά τε οὖν τείχη τῆς Σπάρτης οἱ Ἀχαιοὶ καθεῖλον καὶ τὰ ἐς μελέτην τοῖς ἐφήβοις ἐκ τῶν Λυκούργου νόμων καταλύσαντες ἐπέταξαν τοῖς Ἀχαιῶν ἐφήβοις τὰ αὐτὰ ἐπιτηδεύειν.
[8.5] At this time the Achaeans brought the Lacedaemonians into the Achaean confederacy, exacted from them the strictest justice, and razed the walls of Sparta to the ground. These had been built at haphazard at the time of the invasion of Demetrius, and afterwards of the Epeirots under Pyrrhus, but under the tyranny of Nabis they had been strengthened to the greatest possible degree of safety. So the Achaeans destroyed the walls of Sparta, and also repealed the laws of Lycurgus that dealt with the training of the youths, at the same time ordering the youths to be trained after the Achaean method.
[6] ταῦτα μὲν δὴ καὶ ἐς πλέον ἐπέξεισιν αὖθίς μοι τὰ ἐς Ἀρκάδας: Λακεδαιμόνιοι δὲ ἅτε μεγάλως τοῖς ἐπιτάγμασιν ἀχθόμενοι τοῖς Ἀχαιῶν καταφεύγουσιν ἐπὶ Μέτελλον καὶ ὅσοι σὺν Μετέλλῳ κατὰ πρεσβείαν ἧκον ἐκ Ῥώμης. ἀφίκοντο δὲ οὗτοι Φιλίππῳ καὶ Μακεδόσι πόλεμον μὲν οὐδένα ἐπάξοντες ἅτε εἰρήνης πρότερον ἔτι Φιλίππῳ καὶ Ῥωμαίοις ὀμωμοσμένης, ὁπόσα δὲ ἢ Θεσσαλοῖς ἢ τῶν ἐξ Ἠπείρου τισὶν ἐγκλήματα ἦν ἐς Φίλιππον, ταῦτα ἧκον οἱ ὁμοῦ Μετέλλῳ κρινοῦντες.
[8.6] I shall treat of this more fully in my account of Arcadia. The Lacedaemonians, deeply offended by the ordinances of the Achaeans, fled to Metellus and the other commissioners who had come from Rome. They had come, not at all to bring war upon Philip and the Macedonians, as peace had already been made between Philip and the Romans, but to judge the charges brought against Philip by the Thessalians and certain Epeirots.
[7] ἔργῳ μὲν δὴ Φίλιππός τε αὐτὸς καὶ ἡ Μακεδόνων ἀκμὴ καθῄρητο ὑπὸ Ῥωμαίων — μαχεσάμενος γὰρ Φλαμινίου καὶ Ῥωμαίων ἐναντία Φίλιππος ἐν Κυνὸς καλουμέναις κεφαλαῖς ἐν λόγοις τὸ ἧττον ἠνέγκατο, ἀλλ᾽ ἅτε δὴ κατὰ δύναμιν ἀγωνισάμενος αὐτὸς οὗτος ὁ Φίλιππος τοσοῦτον ἐκρατήθη τῇ συμβολῇ, ὡς στρατιᾶς τε ἣν ἦγεν ἀποβαλεῖν τὸ πολὺ καὶ ἐκ τῶν πόλεων, ὅσας εἷλεν ἐν τῇ Ἑλλάδι πολέμῳ παραστησάμενος, ἐξήγαγεν ἐξ ἁπασῶν τὰς φρουρὰς κατὰ ὁμολογίαν πρὸς Ῥωμαίους —
[8.7] In actual fact Philip himself and the Macedonian ascendancy had been put down by the Romans; Philip fighting against the Romans under Flamininus was worsted at the place called Dog’s Heads, where in spite of his desperate efforts Philip was so severely defeated in the encounter that he lost the greater part of his army and agreed with the Romans to evacuate all the cities in Greece that he had captured and forced to submit.
[8] κατὰ μέντοι τοῦ λόγου τὸ εὐπρεπὲς παρὰ Ῥωμαίων εὕρητο εἰρήνην δεήσεσί τε παντοίαις καὶ δαπάναις χρημάτων μεγάλαις. τὰ δὲ ἐς Μακεδόνας δύναμίν τε, ἣν ἐπὶ Φιλίππου περιεβάλοντο τοῦ Ἀμύντου, καὶ ὡς ἐπὶ Φιλίππου τοῦ ὑστέρου τὰ πράγματά σφισιν ἐφθάρη, Σίβυλλα οὐκ ἄνευ θεοῦ προεθέσπισεν: ἔχει δὲ οὕτω τὰ χρησθέντα:
[8.8] By prayers of all sorts, however, and by vast expenditure he secured from the Romans a nominal peace. The history of Macedonia, the power she won under Philip the son of Amyntas, and her fall under the later Philip, were foretold by the inspired Sibyl. This was her oracle:–
[9] “αὐχοῦντες βασιλεῦσι Μακεδόνες Ἀργεάδῃσιν,
ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιππος.
ἤτοι ὁ μὲν πρότερος πόλεσιν λαοῖσί τ᾽ ἄνακτας
θήσει: ὁ δ᾽ ὁπλότερος τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει,
δμηθεὶς ἑσπερίοισιν ὑπ᾽ ἀνδράσιν ἠῴοις τε.
“Ῥωμαῖοί τε δὴ τὰ πρὸς ἑσπέραν νεμόμενοι τῆς Εὐρώπης καθεῖλον τὴν Μακεδόνων ἀρχὴν καὶ τῶν ἐς τὸ συμμαχικὸν ταχθέντων Ἄτταλος τῆς ἐκ Περγάμου συλλεχθείσης ἡγεμὼν καὶ ἔτι ἐκ Μυσίας στρατιᾶς: πρὸς δὲ ἀνίσχοντα ἥλιον μᾶλλόν τι ἡ Μυσία τέτραπται.
[8.9]
Ye Macedonians, boasting of your Argive kings,
To you the reign of a Philip will be both good and evil.
The first will make you kings over cities and peoples;
The younger will lose all the honor,
Defeated by men from west and east.
Now those who destroyed the Macedonian empire were the Romans, dwelling in the west of Europe, and among the allies fighting on their side was Attalus . . . who also commanded the army from Mysia, a land lying under the rising sun.
9. τότε δὲ τῷ Μετέλλῳ καὶ τῇ ἄλλῃ πρεσβείᾳ μὴ ὑπεριδεῖν Λακεδαιμονίων ἤρεσε καὶ Ἀχαιῶν, τοὺς δὲ τὰς �
��ρχὰς ἔχοντας ἐς τὸ συνέδριον ἠξίουν συγκαλέσαι τοὺς Ἀχαιούς, ἵνα ἐν κοινῷ διδάξωσιν αὐτοὺς ἠπιώτερον μεταχειρίζεσθαι τὰ ἐν Λακεδαίμονι. οἱ δέ σφισιν ἀπεκρίναντο μήτε ἐκείνοις Ἀχαιοὺς ἐς σύλλογον μήτε ἄλλῳ συνάξειν, ὅστις μὴ ἐπὶ τῷ πράγματι ἐφ᾽ ὅτῳ ποιεῖται τὴν πρόσοδον παρὰ τῆς Ῥωμαίων βουλῆς ἔχει δόγμα. Μέτελλος δὲ καὶ οἱ σὺν αὐτῷ ὑπὸ τῶν Ἀχαιῶν περιυβρίσθαι νομίζοντες, ἐπειδὴ ἀφίκοντο ἐς Ῥώμην, πολλὰ ἐπὶ τῆς βουλῆς καὶ οὐ τὰ πάντα ἀληθῆ κατηγόρουν τῶν Ἀχαιῶν.
[9.1] IX. On the occasion to which I referred Metellus and the other commissioners resolved not to overlook the Lacedaemonians and the Achaeans, and asked the officers of the League to summon the Achaeans to a meeting, so that they might receive all together instructions to be gentler in their treatment of Lacedaemon. The officers replied that they would call a meeting of the Achaeans neither for them nor for anyone else who had not a decree of the Roman senate approving the proposal for which the assembly was to be held. Metellus and his colleagues, thinking that the conduct of the Achaeans was very insolent, on their arrival at Rome made before the senate many accusations against the Achaeans, not all of which were true.