by Pausanias
[18.6] So heaven has assigned to the most lowly things the mastery over things far more esteemed than they. For pearls are dissolved by vinegar, while diamonds, the hardest of stones, are melted by the blood of the he-goat. The only thing that can resist the water of the Styx is a horse’s hoof. When poured into it the water is retained, and does not break up the hoof. Whether Alexander, the son of Philip, met his end by this poison I do not know for certain, but I do know that there is a story to this effect.
LUSI
[7] ὑπὲρ δὲ τὴν Νώνακριν ὄρη τε καλούμενα Ἀροάνια καὶ σπήλαιόν ἐστιν ἐν αὐτοῖς. ἐς τοῦτο ἀναφυγεῖν τὸ σπήλαιον τὰς θυγατέρας τὰς Προίτου μανείσας λέγουσιν, ἃς ὁ Μελάμπους θυσίαις τε ἀπορρήτοις καὶ καθαρμοῖς κατήγαγεν ἐς χωρίον καλούμενον Λουσούς. τοῦ μὲν δὴ ὄρους τῶν Ἀροανίων Φενεᾶται τὰ πολλὰ ἐνέμοντο: οἱ δὲ ἐν ὅροις ἤδη Κλειτορίων εἰσὶν οἱ Λουσοί.
[18.7] Above Nonacris are the Aroanian Mountains, in which is a cave. To this cave, legend says, the daughters of Proetus fled when struck with madness; Melampus by secret sacrifices and purifications brought them down to a place called Lusi. Most of the Aroanian mountain belongs to Pheneus, but Lusi is on the borders of Cleitor.
[8] πόλιν μὲν δή ποτε εἶναι λέγουσι τοὺς Λουσούς, καὶ Ἀγησίλας ἀνὴρ Λουσεὺς ἀνηγορεύθη κέλητι ἵππῳ νικῶν, ὅτε πρώτην ἐπὶ ταῖς δέκα ἐτίθεσαν πυθιάδα Ἀμφικτύονες: τὰ δὲ ἐφ᾽ ἡμῶν οὐδὲ ἐρείπια ἔτι λειπόμενα ἦν Λουσῶν. τὰς δ᾽ οὖν θυγατέρας τοῦ Προίτου κατήγαγεν ὁ Μελάμπους ἐς τοὺς Λουσοὺς καὶ ἠκέσατο τῆς μανίας ἐν Ἀρτέμιδος ἱερῷ: καὶ ἀπ᾽ ἐκείνου τὴν Ἄρτεμιν ταύτην Ἡμερασίαν καλοῦσιν οἱ Κλειτόριοι.
[18.8] They say that Lusi was once a city, and Agesilas was proclaimed as a man of Lusi when victor in the horse-race at the eleventh Pythian festival held by the Amphictyons; but when I was there not even ruins of Lusi remained. Well, the daughters of Proetus were brought down by Melampus to Lusi, and healed of their madness in a sanctuary of Artemis. Wherefore this Artemis is called Hemerasia (She who soothes) by the Cleitorians.
19. εἰσὶ δέ τινες γένους μὲν καὶ οὗτοι τῶν Ἀρκάδων, ὄνομα δέ σφισι Κυναιθαεῖς, οἳ καὶ ἐν Ὀλυμπίᾳ τὸ ἄγαλμα ἀνέθεσαν τοῦ Διός, κεραυνὸν ἐν ἑκατέρᾳ ἔχοντα τῇ χειρί: οὗτοι οἱ Κυναιθαεῖς τεσσαράκοντα ἀπωτέρω Λουσῶν σταδίοις μᾶλλον οἰκοῦσι, καί σφισιν ἐν ἀγορᾷ πεποίηνται μὲν θεῶν βωμοί, πεποίηται δὲ Ἀδριανοῦ βασιλέως εἰκών.
[19.1] XIX. There is a clan of the Arcadians, called the Cynaetheans, the same folk who dedicated the image of Zeus at Olympia with a thunderbolt in either hand. These Cynaetheans live more than forty stades from . . . and in their marketplace have been made altars of the gods and a statue of the Emperor Hadrian.
[2] τὰ δὲ μάλιστα ἥκοντα ἐς μνήμην Διονύσου ἐστὶν ἐνταῦθα ἱερόν, καὶ ἑορτὴν ὥρᾳ ἄγουσι χειμῶνος, ἐν ᾗ λίπα ἀληλιμμένοι ἄνδρες ἐξ ἀγέλης βοῶν ταῦρον, ὃν ἄν σφισιν ἐπὶ νοῦν αὐτὸς ὁ θεὸς ποιήσῃ, ἀράμενοι κομίζουσι πρὸς τὸ ἱερόν. θυσία μὲν τοιαύτη σφίσι καθέστηκε: πηγὴ δέ ἐστιν αὐτόθι ὕδατος ψυχροῦ, δύο μάλιστα ἀπὸ τοῦ ἄστεως ἀπωτέρω σταδίοις, καὶ ὑπὲρ αὐτῆς πλάτανος πεφυκυῖα.
[19.2] The most notable things here include a sanctuary of Dionysus, to whom they hold a feast in the winter, at which men smeared with grease take up from a herd of cattle a bull, whichever one the god suggest to them, and carry it to the sanctuary. This is the manner of their sacrifice. Here there is a spring of cold water, about two stades away from the city, and above it grows a plane-tree.
[3] ὃς δ᾽ ἂν ὑπὸ κυνὸς κατασχέτου λύσσῃ ἤτοι ἕλκος ἢ καὶ ἄλλως κίνδυνον εὕρηται, τὸ ὕδωρ οἱ πίνοντι ἴαμα: καὶ Ἄλυσσον τοῦδε ἕνεκα ὀνομάζουσι τὴν πηγήν: καὶ οὕτω φαίνοιτο ἂν Ἀρκάσι τὸ μὲν πρὸς Φενεῷ ὕδωρ, ὃ Στύγα ὀνομάζουσιν, ἐπ᾽ ἀνθρώπου συμφορᾷ ἀνευρημένον, ἡ δὲ πηγὴ ἡ ἐν Κυναιθαεῦσιν ἀγαθὸν οὖσα ἀντίρροπον τῷ ἐκεῖ πήματι.
[19.3] If a rabid dog turn a man mad, or wound or otherwise endanger him, to drink this water is a cure. For this reason they call the spring Alyssus (Curer of madness). So it would appear that the Arcadians have in the water near Pheneus, called the Styx, a thing made to be a mischief to man, while the spring among the Cynaetheans is a boon to make up for the bane in the other place.
RIVERS LADON & AROANIUS
[4] λείπεται δὲ ἐκ Φενεοῦ τῶν ὁδῶν, αἵ εἰσι πρὸς ἡλίου δυσμῶν, ἡ ἐν ἀριστερᾷ. αὕτη δὲ ἡ ὁδὸς ἄγει μὲν ἐς Κλείτορα, καθήκει δὲ παρὰ τοῦ Ἡρακλέους τὸ ἔργον, ὃ τῷ ποταμῷ ῥεῦμα ἐποίησεν εἶναι τῷ Ἀροανίῳ. παρὰ τοῦτο ἡ ὁδὸς κάτεισιν ἐπὶ χωρίον Λυκουρίαν, καὶ ἔστι Φενεάταις ἡ Λυκουρία πρὸς Κλειτορίους ὅροι τῆς γῆς.
[19.4] One of the roads from Pheneus, which go westward, remains, the one on the left. This road leads to Cleitor, and extends by the side of the work of Heracles, which made a course for the river Aroanius. By it the road goes down to a place called Lycuria, which is the boundary between Pheneus and Cleitor.
20. προελθόντων δὲ σταδίους ὡς πεντήκοντα ἐκ Λυκουρίας, ἐπὶ τοῦ Λάδωνος ἀφίξῃ τὰς πηγάς: ἤκουσα δὲ ὡς τὸ ὕδωρ τὸ λιμνάζον ἐν τῇ Φενεατικῇ, κατερχόμενον ἐς τὰ βάραθρα τὰ ἐν τοῖς ὄρεσιν, ἄνεισιν ἐνταῦθα καὶ ποιεῖ τῷ Λάδωνι τὰς πηγάς. τοῦτο μὲν δὴ οὐκ ἔχω σαφῶς εἰπεῖν, εἴτε οὕτως εἴτε ἄλλως ἐστὶν ἔχον: ὁ δὲ Λάδων ποταμῶν τῶν ἐν Ἑλλάδι ὕδωρ παρέχεται κάλλιστον, ἔχει δὲ καὶ ἄλλως ἐς ἀνθρώπους φήμην Δάφνης τε εἵνεκα καὶ †τὰ ᾀδόμενα ἐς τὴν Δάφνην.
[20.1] XX. Advancing about fifty stades from Lycuria, you will come to the source of the Ladon. I heard that the water making a lake in the territory of Pheneus, descending into the chasms in the mountains, rises here and forms the source of the Ladon, but I cannot say for certain whether this is true or not. The Ladon is the most lovely river in Greece, and is also famous for the legend of Daphne that the poets tell.
[2] τοῦ λόγου δὲ τοῦ ἐς Δάφνην τὰ μὲν Σύροις τοῖς οἰκοῦσιν ἐπὶ Ὀρόντῃ ποταμῷ παρίημι, λέγεται δὲ καὶ ἄλλα τοιάδε ὑπὸ Ἀρκάδων καὶ Ἠλείων. Οἰνομάῳ τῷ δυναστεύσαντι ἐν Πίσῃ Λεύκιππος ἦν υἱός. οὗτος ἐρασθεὶς Δάφνης ὁ Λεύκιππος ἐκ μὲν τοῦ εὐθέος μνώμενος γυναῖκα ἕξειν ἀπεγίνωσκεν αὐτὴν ἅτε ἅπαν τὸ ἄρσεν γ
ένος φεύγουσαν: παρέστη δέ οἱ τοιόνδε ἐς αὐτὴν σόφισμα.
[20.2] I pass over the story current among the Syrians who live on the river Orontes, and give the account of the Arcadians and Eleans. Oenomaus, prince of Pisa, had a son Leucippus. Leucippus fell in love with Daphne, but despaired of winning her to be his wife by an open courtship, as she avoided all the male sex. The following trick occurred to him by which to get her. Leucippus was growing his hair long for the river Alpheius.
[3] ἔτρεφεν ὁ Λεύκιππος κόμην τῷ Ἀλφειῷ: ταύτην οἷα δὴ παρθένος πλεξάμενος τὴν κόμην καὶ ἐσθῆτα ἐνδὺς γυναικείαν ἀφίκετο ὡς τὴν Δάφνην, ἐλθὼν δὲ Οἰνομάου τε ἔλεγεν εἶναι θυγάτηρ καὶ ὡς συνθηρᾶν ἐθέλοι τῇ Δάφνῃ. ἅτε δὲ εἶναι παρθένος νομιζόμενος, καὶ τὰς ἄλλας ὑπερβεβλημένος παρθένους γένους τε ἀξιώματι καὶ σοφίᾳ τῇ ἐς τὰ κυνηγέσια, πρὸς δὲ καὶ τῇ θεραπείᾳ περισσῇ χρώμενος, ἐς φιλίαν ἰσχυρὰν ἐπάγεται τὴν Δάφνην.
[20.3] Braiding his hair as though he were a maiden, and putting on woman’s clothes, he came to Daphne and said that he was a daughter of Oenomaus, and would like to share her hunting. As he was thought to be a maiden, surpassed the other maidens in nobility of birth and skill in hunting, and was besides most assiduous in his attentions, he drew Daphne into a deep friendship.
[4] οἱ δὲ τὸν Ἀπόλλωνος ἔρωτα ἐς αὐτὴν ᾁδοντες καὶ τάδε ἐπιλέγουσιν, Ἀπόλλωνα Λευκίππῳ νεμεσῆσαι τῆς ἐς τὸν ἔρωτα εὐδαιμονίας. αὐτίκα δὲ ἐπεθύμησεν ἐν τῷ Λάδωνι ἡ Δάφνη καὶ αἱ λοιπαὶ παρθένοι νήχεσθαι, καὶ τὸν Λεύκιππον ἀποδύουσιν ἄκοντα: ἰδοῦσαι δὲ οὐ παρθένον τοῖς τε ἀκοντίοις αὐτὸν καὶ ἐγχειριδίοις τύπτουσαι διέφθειραν.
[20.4] The poets who sing of Apollo’s love for Daphne make an addition to the tale; that Apollo became jealous of Leucippus because of his success in his love. Forthwith Daphne and the other maidens conceived a longing to swim in the Ladon, and stripped Leucippus in spite of his reluctance. Then, seeing that he was no maid, they killed him with their javelins and daggers.
21. ταῦτα μὲν δὴ οὕτω λέγουσι: τοῦ Λάδωνος δὲ τῶν πηγῶν ἀπέχει στάδια ἑξήκοντα ἡ Κλειτορίων πόλις, ἡ δὲ ὁδὸς ἡ ἀπὸ τῶν πηγῶν τοῦ Λάδωνός ἐστιν αὐλὼν στενὸς παρὰ τὸν Ἀροάνιον ποταμόν. πρὸς δὲ τῇ πόλει διαβήσῃ ποταμὸν καλούμενον Κλείτορα. ἐκδίδωσιν οὖν ὁ Κλείτωρ ἐς τὸν Ἀροάνιον, οὐ πλέον τῆς πόλεως σταδίους ἀπέχοντα ἑπτά.
[21.1] XXI. Such is the tale. From the source of the Ladon, Cleitor is sixty stades away, and the road from the source of the Ladon is a narrow gorge alongside the river Aroanius. Near the city you will cross the river called the Cleitor. The Cleitor flows into the Aroanius, at a point not more than seven stades from the city.
[2] εἰσὶ δὲ ἰχθῦς ἐν τῷ Ἀροανίῳ καὶ ἄλλοι καὶ οἱ ποικιλίαι καλούμενοι: τούτους λέγουσι τοὺς ποικιλίας φθέγγεσθαι κίχλῃ τῇ ὄρνιθι ἐοικός. ἐγὼ δὲ ἀγρευθέντας μὲν εἶδον, φθεγγομένων δὲ ἤκουσα οὐδὲν καταμείνας πρὸς τῷ ποταμῷ καὶ ἐς ἡλίου δυσμάς, ὅτε δὴ φθέγγεσθαι μάλιστα ἐλέγοντο οἱ ἰχθῦς.
[21.2] Among the fish in the Aroanius is one called the dappled fish. These dappled fish, it is said, utter a cry like that of the thrush. I have seen fish that have been caught, but I never heard their cry, though I waited by the river even until sunset, at which time the fish were said to cry most.
CLEITOR
[3] τῇ δὲ Κλειτορίων πόλει τὸ μὲν ὄνομα ἀπὸ τοῦ παιδὸς ἐτέθη τοῦ Ἀζᾶνος, οἰκεῖται δ᾽ ἐν ὁμαλῷ, κύκλῳ δὲ ὄρη περιέχοντά ἐστιν οὐ μεγάλα. Κλειτορίοις δὲ ἱερὰ τὰ ἐπιφανέστατα Δήμητρος τό τε Ἀσκληπιοῦ, τρίτον δέ ἐστιν Εἰλειθυίας *** εἶναι, καὶ ἀριθμὸν ἐποίησεν οὐδένα ἐπ᾽ αὐτοῖς: Λύκιος δὲ Ὠλὴν ἀρχαιότερος τὴν ἡλικίαν, Δηλίοις ὕμνους καὶ ἄλλους ποιήσας καὶ ἐς Εἰλείθυιαν τε, εὔλινόν τε αὐτὴν ἀνακαλεῖ — δῆλον ὡς τῇ πεπρωμένῃ τὴν αὐτήν — καὶ Κρόνου πρεσβυτέραν φησὶν εἶναι.
[21.3] Cleitor got its name from the son of Azan, and is situated on a level spot surrounded by low hills. The most celebrated sanctuaries of the Cleitorians are those of Demeter, Asclepius and, thirdly, Eileithyia . . . to be, and gave no number for them. The Lycian Olen, an earlier poet, who composed for the Delians, among other hymns, one to Eileithyia, styles her “the clever spinner,” clearly identifying her with fate, and makes her older than Cronus.
[4] Κλειτορίοις δὲ καὶ Διοσκούρων, καλουμένων δὲ θεῶν Μεγάλων ἐστὶν ἱερὸν ὅσον τέσσαρα ἀπέχον στάδια ἀπὸ τῆς πόλεως: καὶ ἀγάλματά ἐστιν αὐτοῖς χαλκᾶ. πεποίηται δὲ καὶ ἐπὶ ὄρους κορυφῆς σταδίοις τριάκοντα ἀπωτέρω τῆς πόλεως ναὸς καὶ ἄγαλμα Ἀθηνᾶς Κορίας.
[21.4] Cleitor has also, at a distance of about four stades from the city, a sanctuary of the Dioscuri, under the name of the Great Gods. There are also images of them in bronze. There is also built upon a mountain-top, thirty stades away from the city, a temple of Athena Coria will, an image of the goddess.
STYMPHALUS
22. ἐπανάγει δὲ ὁ λόγος με ἐπὶ Στύμφαλον καὶ ἐπὶ τοὺς Φενεατῶν καὶ Στυμφαλίων ὅρους, τὸ ὀνομαζόμενον Γερόντειον. Στυμφάλιοι δὲ τεταγμένοι μὲν οὐ μετὰ Ἀρκάδων ἔτι εἰσὶν, ἀλλὰ ἐς τὸ Ἀργολικὸν συντελοῦσι μεταστάντες ἐς αὐτὸ ἐθελονταί: γένους δὲ εἶναι σφᾶς τοῦ Ἀρκάδων τὰ ἔπη μαρτυρεῖ τὰ Ὁμήρου, καὶ ὁ Στύμφαλος ὁ οἰκιστὴς ἀπόγονος ἦν τρίτος Ἀρκάδος τοῦ Καλλιστοῦς. λέγεται δὲ ἐξ ἀρχῆς ἑτέρωθι οἰκισθῆναι τῆς χώρας καὶ οὐκ ἐς τὴν ἐφ᾽ ἡμῶν πόλιν.
[22.1] XXII. My narrative returns to Stymphalus and to Geronteium, as it is called, the boundary between Stymphalus and Pheneus. The Stymphalians are no longer included among the Arcadians, but are numbered with the Argive League, which they joined of their own accord. That they are by race Arcadians is testified by the verses of Homer, and Stymphalus their founder was a grandson of Arcas, the son of Callisto. It is said that it was originally founded on another site, and not on that of the modern city.
[2] ἐν δὲ τῇ Στυμφάλῳ τῇ ἀρχαίᾳ Τήμενόν φασιν οἰκῆσαι τὸν Πελασγοῦ καὶ Ἥραν ὑπὸ τοῦ Τημένου τραφῆναι τούτου καὶ αὐτὸν ἱερὰ τῇ θεῷ τρία ἱδρύσασθαι καὶ ἐπικλήσεις τρεῖς ἐπ᾽ αὐτῇ θέσθαι: παρθένῳ μὲν ἔτι οὔσῃ Παιδί, γημαμένην δὲ ἔτι τῷ Διὶ ἐκάλεσεν αὐτὴν Τελείαν, διενε
χθεῖσαν δὲ ἐφ᾽ ὅτῳ δὴ ἐς τὸν Δία καὶ ἐπανήκουσαν ἐς τὴν Στύμφαλον ὠνόμασεν ὁ Τήμενος Χήραν. τάδε μὲν ὑπὸ Στυμφαλίων λεγόμενα οἶδα ἐς τὴν θεόν:
[22.2] The story has it that in the old Stymphalus dwelt Temenus, the son of Pelasgus, and that Hera was reared by this Temenus, who himself established three sanctuaries for the goddess, and gave her three surnames when she was still a maiden, Girl; when married to Zeus he called her Grown-up; when for some cause or other she quarrelled with Zeus and came back to Stymphalus, Temenus named her Widow. This is the account which, to my own knowledge, the Stymphalians give of the goddess.
[3] ἡ δὲ ἐφ᾽ ἡμῶν πόλις τῶν μὲν εἰρημένων οὐδέν, ἄλλα δὲ εἶχε τοσάδε. ἔστιν ἐν τῇ Στυμφαλίων πηγή, καὶ ἀπὸ ταύτης ὕδωρ βασιλεὺς Ἀδριανὸς Κορινθίοις ἤγαγεν ἐς τὴν πόλιν. ἐν δὲ τῇ Στυμφάλῳ χειμῶνος μὲν ὥρᾳ λίμνην τε οὐ μεγάλην ἡ πηγὴ καὶ ἀπ᾽ αὐτῆς ποταμὸν ποιεῖ τὸν Στύμφαλον: ἐν θέρει δὲ προλιμνάζει μὲν οὐδὲν ἔτι, ποταμὸς δὲ αὐτίκα ἐστὶν ἀπὸ τῆς πηγῆς. οὗτος ἐς χάσμα γῆς κάτεισιν ὁ ποταμός, ἀναφαινόμενος δὲ αὖθις ἐν τῇ Ἀργολίδι μεταβάλλει τὸ ὄνομα, καὶ αὐτὸν ἀντὶ Στυμφάλου καλοῦσιν Ἐρασῖνον.