Delphi Complete Works of Pausanias

Home > Other > Delphi Complete Works of Pausanias > Page 428
Delphi Complete Works of Pausanias Page 428

by Pausanias


  ἐπιόντι δὲ ἐφεξῆς τὰ ἐν τῇ γραφῇ, ἔστιν ἐγγυτάτω τοῦ στρέφοντος τὸ καλῴδιον Ἀριάδνη: κάθηται μὲν ἐπὶ πέτρας, ὁρᾷ δὲ ἐς τὴν ἀδελφὴν Φαίδραν, τό τε ἄλλο αἰωρουμένην σῶμα ἐν σειρᾷ καὶ ταῖς χερσὶν ἀμφοτέραις ἑκατέρωθεν τῆς σειρᾶς ἐχομένην: παρεῖχε δὲ τὸ σχῆμα καίπερ ἐς τὸ εὐπρεπέστερον πεποιημένον συμβάλλεσθαι τὰ ἐς τῆς Φαίδρας τὴν τελευτήν.

  [29.3] Tityos too is in the picture; he is no longer being punished, but has been reduced to nothing by continuous torture, an indistinct and mutilated phantom.

  Going on to the next part of the picture, you see very near to the man who is twisting the rope a painting of Ariadne. Seated on a rock she is looking at her sister Phaedra, who is on a swing grasping in either hand the rope on each side. The attitude, though quite gracefully drawn, makes us infer the manner of Phaedra’s death.

  [4] τὴν δὲ Ἀριάδνην ἢ κατά τινα ἐπιτυχὼν δαίμονα ἢ καὶ ἐπίτηδες αὐτὴν λοχήσας ἀφείλετο Θησέα ἐπιπλεύσας Διόνυσος στόλῳ μείζονι, οὐκ ἄλλος κατὰ ἐμὴν δόξαν, ἀλλὰ ὁ πρῶτος μὲν ἐλάσας ἐπὶ Ἰνδοὺς στρατείᾳ, πρῶτος δὲ Εὐφράτην γεφυρώσας ποταμόν: Ζεῦγμά τε ὠνομάσθη πόλις καθ᾽ ὅ τι ἐζεύχθη τῆς χώρας ὁ Εὐφράτης, καὶ ἔστιν ἐνταῦθα ὁ κάλως καὶ ἐς ἡμᾶς ἐν ᾧ τὸν ποταμὸν ἔζευξεν, ἀμπελίνοις ὁμοῦ πεπλεγμένος καὶ κισσοῦ κλήμασι.

  [29.4] Ariadne was taken away from Theseus by Dionysus, who sailed against him with superior forces, and either fell in with Ariadne by chance or else set an ambush to catch her. This Dionysus was, in my opinion, none other than he who was the first to invade India, and the first to bridge the river Euphrates. Zeugma (Bridge) was the name given to that part of the country where the Euphrates was bridged, and at the present day the cable is still preserved with which he spanned the river; it is plaited with branches of the vine and ivy.

  [5] τὰ μὲν δὴ ἐς Διόνυσον πολλὰ ὑπό τε Ἑλλήνων λεγόμενα καὶ ὑπὸ Αἰγυπτίων ἐστίν: ὑπὸ δὲ τὴν Φαίδραν ἐστὶν ἀνακεκλιμένη Χλῶρις ἐπὶ τῆς Θυίας γόνασιν. οὐχ ἁμαρτήσεται μὲν δὴ οὐδὲ ὅστις φησὶ φιλίαν εἶναι ἐς ἀλλήλας, ἡνίκα ἔτυχον αἱ γυναῖκες ζῶσαι: ἦσαν γὰρ δὴ ἡ μὲν ἐξ Ὀρχομενοῦ τοῦ ἐν Βοιωτίᾳ ἡ Χλῶρις, ἡ δὲ Κασταλίου θυγάτηρ ἀπὸ τοῦ Παρνασσοῦ. εἶπον δ᾽ ἂν καὶ ἄλλοι τὸν ἐς αὐτὰς λόγον, τῇ μὲν συγγενέσθαι Ποσειδῶνα τῇ Θυίᾳ, Χλῶριν δὲ Ποσειδῶνος παιδὶ Νηλεῖ συνοικῆσαι.

  [29.5] Both the Greeks and the Egyptians have many legends about Dionysus. Underneath Phaedra is Chloris leaning against the knees of Thyia. He will not be mistaken who says that all during the lives of these women they remained friends. For Chloris came from Orchomenus in Boeotia, and the other was a daughter of Castalius from Parnassus. Other authorities have told their history, how that Thyia had connection with Poseidon, and how Chloris wedded Neleus, son of Poseidon.

  [6] παρὰ δὲ τὴν Θυίαν Πρόκρις τε ἕστηκεν ἡ Ἐρεχθέως καὶ μετ᾽ αὐτὴν Κλυμένη: ἐπιστρέφει δὲ αὐτῇ τὰ νῶτα ἡ Κλυμένη. ἔστι δὲ πεποιημένα ἐν Νόστοις Μινύου μὲν τὴν Κλυμένην θυγατέρα εἶναι, γήμασθαι δὲ αὐτὴν Κεφάλῳ τῷ Δηίονος καὶ γενέσθαι σφίσιν Ἴφικλον παῖδα. τὰ δὲ ἐς τὴν Πρόκριν καὶ οἱ πάντες ᾁδουσιν, ὡς προτέρα Κεφάλῳ ἢ Κλυμένη συνῴκησε καὶ ὃν τρόπον ἐτελεύτησεν ὑπὸ τοῦ ἀνδρός.

  [29.6] Beside Thyia stands Procris, the daughter of Erechtheus, and after her Clymene, who is turning her back to Chloris. The poem the Returns says that Clymene was a daughter of Minyas, that she married Cephalus the son of Deion, and that a son Iphiclus was born to them. The story of Procris is told by all men, how she had married Cephalus before Clymene, and in what way she was put to death by her husband.

  [7] ἐσωτέρω δὲ τῆς Κλυμένης Μεγάραν τὴν ἐκ Θηβῶν ὄψει: ταύτην γυναῖκα ἔσχεν Ἡρακλῆς τὴν Μεγάραν καὶ ἀπεπέμψατο ἀνὰ χρόνον, ἅτε παίδων τε ἐστερημένος τῶν ἐξ αὐτῆς καὶ αὐτὴν ἡγούμενος οὐκ ἐπὶ ἀμείνονι τῷ δαίμονι γῆμαι.

  γυναικῶν δὲ τῶν κατειλεγμένων ὑπὲρ τῆς κεφαλῆς ἥ τε Σαλμωνέως θυγάτηρ ἐστὶν ἐπὶ πέτρας καθεζομένη καὶ Ἐριφύλη παρ᾽ αὐτὴν ἐστιν ἑστῶσα, διὰ μὲν τοῦ χιτῶνος ἀνέχουσα ἄκρους παρὰ τὸν τράχηλον τοὺς δακτύλους, τοῦ χιτῶνος δὲ ἐν τοῖς κοίλοις εἰκάσεις τῶν χειρῶν τῇ ἑτέρᾳ ἐκεῖνον τὸν ὅρμον αὐτὴν ἔχειν.

  [29.7] Farther within from Clymene you will see Megara from Thebes. This Megara married Heracles, but was divorced by him in course of time, on the ground that he had lost the children he had by her, and so thought that his marriage with her was unlucky.

  Above the heads of the women I have enumerated is the daughter of Salmoneus sitting on a rock, beside whom is standing Eriphyle, who is holding up the ends of her fingers along her neck through her tunic, and you will conjecture that in the folds of her tunic she is holding in one of her hands the famous necklace.

  [8] ὑπὲρ δὲ τὴν Ἐριφύλην ἔγραψεν Ἐλπήνορά τε καὶ Ὀδυσσέα ὀκλάζοντα ἐπὶ τοῖς ποσίν, ἔχοντα ὑπὲρ τοῦ βόθρου τὸ ξίφος: καὶ ὁ μάντις Τειρεσίας πρόεισιν ἐπὶ τὸν βόθρον. μετὰ δὲ τὸν Τειρεσίαν ἐπὶ πέτρας ἡ Ὀδυσσέως μήτηρ Ἀντίκλειά ἐστιν: ὁ δὲ Ἐλπήνωρ ἀμπέχεται φορμὸν ἀντὶ ἐσθῆτος, σύνηθες τοῖς ναύταις φόρημα.

  [29.8] Beyond Eriphyle have been painted Elpenor and Odysseus. The latter is squatting on his feet, and holding his sword over the trench, towards which the seer Teiresias is advancing. After Teiresias is Anticleia, the mother of Odysseus, upon a rock. Elpenor has on instead of clothes a mat, such as is usual for sailors to wear.

  [9] κατωτέρω δὲ τοῦ Ὀδυσσέως ἐπὶ θρόνων καθεζόμενοι Θησεὺς μὲν τὰ ξίφη τό τε Πειρίθου καὶ τὸ ἑαυτοῦ ταῖς χερσὶν ἀμφοτέραις ἔχει, ὁ δὲ ἐς τὰ ξίφη βλέπων ἐστὶν ὁ Πειρίθους: εἰκάσαις ἂν ἄχθεσθαι τοῖς ξίφεσιν αὐτὸν ὡς ἀχρείοις καὶ ὄφελός σφισιν οὐ γεγενημένοις ἐς τὰ τολμήματα. Πανύασσις δὲ ἐποίησεν ὡς Θησεὺς καὶ Πειρίθους ἐπὶ τῶν θρόνων παράσχοιντο σχῆμα οὐ κατὰ δεσμώτας, προσφύεσθαι δὲ ἀπὸ τοῦ χρωτὸς ἀντὶ δεσμῶν σφισιν ἔφη τὴν πέτραν.

  [29.9] Lower down than Odysseus are Theseus and Peirithous sitting upon chairs. The former is holding in his hands the sword of Peirithous and his own. Peirithous is looking at the swords, and you might conjecture that he is angry with them for having been useless a
nd of no help in their daring adventures. Panyassis the poet says that Theseus and Peirithous did not sit chained to their chairs, but that the rock grew to their flesh and so served as chains.

  [10] Θησέως δὲ καὶ Πειρίθου τὴν λεγομένην φιλίαν ἐν ἀμφοτέραις ἐδήλωσεν Ὅμηρος ταῖς ποιήσεσι, καὶ Ὀδυσσεὺς μὲν πρὸς Φαίακας λέγων ἐστὶ “καί νύ κ᾽ ἔτι προτέρους ἴδον ἀνέρας οὓς ἔθελόν περ,

  Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα:

  “Hom. Od 11.631 foll.πεποίηται δὲ αὐτῷ καὶ ἐν Ἰλιάδι ὁ Νέστωρ ἄλλα τε ἐπὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως νουθεσίᾳ καὶ ἔπη τάδε εἰρηκώς:”οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι

  οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν

  Καινέα τ᾽ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον

  Θησέα τ᾽ Αἰγείδην ἐπιείκελον ἀθανάτοισιν.

  “Hom. Il 1.262 foll.

  [29.10] The proverbial friendship of Theseus and Peirithous has been mentioned by Homer in both his poems. In the Odyssey Odysseus says to the Phaeacians:–

  And now I should have seen more men of former days, whom I wished very much to see,

  Theseus and Peirithous, renowned children of gods. Hom. Od. 11.631 foll.

  And in the Iliad he has made Nestor give advice to Agamemnon and Achilles, and speaking among others the following verses:–

  I have never yet seen such men, and I am never likely to see

  As were Peirithous, Dryas, shepherd of the folk,

  Caeneus, Exadius, god-like Polyphemus,

  And Theseus, son of Aegeus, like to the immortals. Hom. Il. 1.262 foll.

  30. ἐφεξῆς δὲ τὰς Πανδάρεω θυγατέρας ἔγραψεν ὁ Πολύγνωτος. Ὁμήρῳ δὲ ἐν Πηνελόπης λόγοις ἐστὶν ὡς ἀποθάνοιεν μὲν ταῖς παρθένοις οἱ γεινάμενοι κατὰ μήνιμα ἐκ θεῶν, αὐτὰς δὲ ὀρφανὰς τραφῆναι μὲν ὑπὸ Ἀφροδίτης, λαβεῖν δὲ καὶ παρ᾽ ἄλλων θεῶν, Ἥρας μὲν φρονεῖν τε ἱκανὰς εἶναι καὶ εἶδος καλάς, μῆκος δὲ τοῦ σώματος Ἄρτεμίν φησιν αὐταῖς δωρήσασθαι, ἔργα δὲ γυναιξὶν ἁρμόζοντα ὑπὸ Ἀθηνᾶς διδαχθῆναι.

  [30.1] XXX. Next Polygnotus has painted the daughters of Pandareos. Homer makes Penelope say in a speech that the parents of the maidens died because of the wrath of the gods, that they were reared as orphans by Aphrodite and received gifts from other goddesses: from Hera wisdom and beauty of form, from Artemis high stature, from Athena schooling in the works that befit women.

  [2] Ἀφροδίτην μὲν οὖν ἐς οὐρανὸν ἀνέρχεσθαι, παρὰ Διὸς γάμον εὐδαίμονα ἐθέλουσαν ταῖς παισὶν εὕρασθαι, τὰς δὲ ἀπούσης ἐκείνης ἁρπασθῆναί τε ὑπὸ Ἁρπυιῶν καὶ Ἐρινύσιν ὑπ᾽ αὐτῶν δοθῆναι. τάδε μέν ἐστιν ἐς αὐτὰς Ὁμήρῳ πεποιημένα, Πολύγνωτος δὲ κόρας τε ἐστεφανωμένας ἄνθεσι καὶ παιζούσας ἔγραψεν ἀστραγάλοις, ὄνομα δὲ αὐταῖς Καμειρώ τε καὶ Κλυτίη. τὸν δὲ Πανδάρεων Μιλήσιόν τε ἐκ Μιλήτου τῆς Κρητικῆς ὄντα ἴστω τις καὶ ἀδικήματος ἐς τὴν κλοπὴν Ταντάλῳ καὶ τοῦ ἐπὶ τῷ ὅρκῳ μετασχόντα σοφίσματος.

  [30.2] He goes on to say that Aphrodite ascended into heaven, wishing to secure for the girls a happy marriage, and in her absence they were carried off by the Harpies and given by them to the Furies. This is the story as given by Homer. Polygnotus has painted them as girls crowned with flowers and playing with dice, and gives them the names of Cameiro and Clytie. I must tell you that Pandareos was a Milesian from Miletus in Crete, and implicated in the theft of Tantalus and in the trick of the oath.

  [3] μετὰ δὲ τοῦ Πανδάρεω τὰς κόρας Ἀντίλοχος τὸν μὲν ἕτερον ἐπὶ πέτρας τῶν ποδῶν, τὸ δὲ πρόσωπον καὶ τὴν κεφαλὴν ἐπὶ ταῖς χερσὶν ἀμφοτέραις ἔχων ἐστίν, Ἀγαμέμνων δὲ μετὰ τὸν Ἀντίλοχον σκήπτρῳ τε ὑπὸ τὴν ἀριστερὰν μασχάλην ἐρειδόμενος καὶ ταῖς χερσὶν ἐπανέχων ῥάβδον: Πρωτεσίλαος δὲ πρὸς Ἀχιλλέα ἀφορᾷ καθεζόμενος. καὶ ὁ Πρωτεσίλαος τοιοῦτον παρέχεται σχῆμα, ὑπὲρ δὲ τὸν Ἀχιλλέα Πάτροκλός ἐστιν ἑστηκώς. οὗτοι πλὴν τοῦ Ἀγαμέμνονος οὐκ ἔχουσι γένεια οἱ ἄλλοι.

  [30.3] After the daughters of Pandareos is Antilochus, with one foot upon a rock and his face and head resting upon both hands, while after Antilochus is Agamemnon, leaning on a scepter beneath his left armpit, and holding up a staff in his hands. Protesilaus is seated with his gaze fixed on Achilles. Such is the posture of Protesilaus, and beyond Achilles is Patroclus standing. With the exception of Agamemnon these figures have no beard.

  [4] γέγραπται δὲ ὑπὲρ αὐτοὺς Φῶκός τε ἡλικίαν μειράκιον καὶ Ἰασεὺς γενείων μὲν εὖ ἔχων, δακτύλιον δὲ ἐκ τῆς ἀριστερᾶς τοῦ Φώκου περιαιρούμενος χειρὸς ἐπὶ τοιῷδέ ἐστι λόγῳ. Φώκῳ τῷ Αἰακοῦ διαβάντι ἐξ Αἰγίνης ἐς τὴν νῦν καλουμένην Φωκίδα, καὶ ἀνθρώπων τε ἀρχὴν τῶν ἐν τῇ ἠπείρῳ ταύτῃ κτήσασθαι καὶ αὐτῷ θέλοντι ἐνταῦθα οἰκῆσαι, ἀφίκετο ἐπὶ πλεῖστον ὁ Ἰασεὺς φιλίας, καί οἱ δῶρα ἄλλα τε ὡς τὸ εἰκὸς ἐδωρήσατο καὶ λίθου σφραγῖδα ἐνδεδεμένην χρυσῷ: Φώκῳ δὲ οὐ μετὰ πολὺν χρόνον ἀνακομισθέντι ἐς Αἴγιναν Πηλεὺς αὐτίκα ἐβούλευσε τοῦ βίου τὴν τελευτήν. καὶ τοῦδε ἕνεκα ἐν τῇ γραφῇ ἐς ἀνάμνησιν ἐκείνης τῆς φιλίας ὅ τε Ἰασεὺς τὴν σφραγῖδά ἐστιν ἐθέλων θεάσασθαι καὶ ὁ Φῶκος παρεὶς λαβεῖν αὐτήν.

  [30.4] Beyond them has been painted Phocus as a stripling, and Iaseus, well bearded, is taking off a ring from the left hand of Phocus. The story about this is as follows. When Phocus, the son of Aeacus, had crossed from Aegina into what is now called Phocis, and wished to gain the rule over the men living on that part of the mainland, and to settle there himself, Iaseus conceived a great friendship for him. Among the gifts that Iaseus gave (as friends will) was a seal-ring, a stone set in gold. But when Phocus returned, not long afterwards, to Aegina, Peleus at once plotted to kill him. This is the reason why in the painting, as a reminder of their great friendship, Iaseus is anxious to look at the ring and Phocus has let him take it.

  [5] ὑπὲρ τούτους Μαῖρά ἐστιν ἐπὶ πέτρᾳ καθεζομένη: περὶ δὲ αὐτῆς πεποιημένα ἐστὶν ἐν Νόστοις ἀπελθεῖν μὲν παρθένον ἔτι ἐξ ἀνθρώπων, θυγατέρα δὲ αὐτὴν εἶναι Προίτου τοῦ Θερσάνδρου, τὸν δὲ εἶναι Σισύφου. ἐφεξῆς δὲ τῆς Μαίρας Ἀκταίων ἐστὶν ὁ Ἀρισταίου καὶ ἡ τοῦ Ἀκταίωνος μήτηρ, νεβρὸν ἐν ταῖς χερσὶν ἔχοντες ἐ
λάφου καὶ ἐπὶ δέρματι ἐλάφου καθεζόμενοι: κύων τε θηρευτικὴ παρακατάκειταί σφισι βίου τοῦ Ἀκταίωνος ἕνεκα καὶ τοῦ ἐς τὴν τελευτὴν τρόπου.

  [30.5] Beyond these is Maera sitting on a rock. About her the poem Returns says that she was still a maid when she departed this life, being the daughter of Proetus, son of Thersander, who was a son of Sisyphus. Next to Maera is Actaeon, son of Aristaeus, together with the mother of Actaeon; they hold in their hands a young deer, and are sitting on a deer’s skin. A hunting dog lies stretched out beside them, an allusion to Actaeon’s mode of life, and to the manner of his death.

  [6] ἀποβλέψαντι δὲ αὖθις ἐς τὰ κάτω τῆς γραφῆς, ἔστιν ἐφεξῆς μετὰ τὸν Πάτροκλον οἷα ἐπὶ λόφου τινὸς Ὀρφεὺς καθεζόμενος, ἐφάπτεται δὲ καὶ τῇ ἀριστερᾷ κιθάρας, τῇ δὲ ἑτέρᾳ χειρὶ ἰτέας ψαύει: κλῶνές εἰσιν ὧν ψαύει, προσανακέκλιται δὲ τῷ δένδρῳ. τὸ δὲ ἄλσος ἔοικεν εἶναι τῆς Περσεφόνης, ἔνθα αἴγειροι καὶ ἰτέαι δόξῃ τῇ Ὁμήρου πεφύκασιν: Ἑλληνικὸν δὲ τὸ σχῆμά ἐστι τῷ Ὀρφεῖ, καὶ οὔτε ἡ ἐσθὴς οὔτε ἐπίθημά ἐστιν ἐπὶ τῇ κεφαλῇ Θρᾴκιον.

  [30.6] Turning our gaze again to the lower part of the picture we see, next after Patroclus, Orpheus sitting on what seems to be a sort of hill; he grasps with his left hand a harp, and with his right he touches a willow. It is the branches that he touches, and he is leaning against the tree. The grove seems to be that of Persephone, where grow, as Homer thought, black poplars and willows. The appearance of Orpheus is Greek, and neither his garb nor his head-gear is Thracian.

 

‹ Prev