by Euripides
ΑΛΚΗΣΤΙΣ
Μέθετε μέθετέ μ΄ ἤδη· 275
κλίνατ΄͵ οὐ σθένω ποσίν.
Πλησίον Ἅιδας͵ σκοτία
δ΄ ἐπ΄ ὄσσοισι νὺξ ἐφέρπει.
Τέκνα τέκν΄͵ οὐκέτι δὴ
οὐκέτι μάτηρ σφῶιν ἔστιν. 280
Χαίροντες͵ ὦ τέκνα͵ τόδε φάος ὁρῶιτον.
ΑΔΜΗΤΟΣ
Οἴμοι· τόδ΄ ἔπος λυπρὸν ἀκούειν
καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.
Μὴ πρός σε θεῶν τλῆις με προδοῦναι͵
μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς͵ 285
ἀλλ΄ ἄνα͵ τόλμα.
Σοῦ γὰρ φθιμένης οὐκέτ΄ ἂν εἴην͵
ἐν σοὶ δ΄ ἐσμὲν καὶ ζῆν καὶ μή·
σὴν γὰρ φιλίαν σεβόμεσθα.
ΑΛΚΗΣΤΙΣ
Ἄδμηθ΄͵ ὁρᾶις γὰρ τἀμὰ πράγμαθ΄ ὡς ἔχει͵ 290
λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.
Ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς
ψυχῆς καταστήσασα φῶς τόδ΄ εἰσορᾶν
θνήισκω͵ παρόν μοι μὴ θανεῖν͵ ὑπὲρ σέθεν͵
ἀλλ΄ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον 295
καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
Οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσα σοῦ
σὺν παισὶν ὀρφανοῖσιν͵ οὐδ΄ ἐφεισάμην
ἥβης͵ ἔχουσ΄ ἐν οἷς ἐτερπόμην ἐγώ.
Καίτοι σ΄ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν͵ 300
καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου͵
καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
Μόνος γὰρ αὐτοῖς ἦσθα͵ κοὔτις ἐλπὶς ἦν
σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
Κἀγώ τ΄ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον͵ 305
κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες
καὶ παῖδας ὠρφάνευες. Ἀλλὰ ταῦτα μὲν
θεῶν τις ἐξέπραξεν ὥσθ΄ οὕτως ἔχειν.
Εἶἑν· σύ νύν μοι τῶνδ΄ ἀπόμνησαι χάριν·
αἰτήσομαι γάρ σ΄ ἀξίαν μὲν οὔποτε 310
(ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον)͵
δίκαια δ΄͵ ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς
οὐχ ἧσσον ἢ ΄γὼ παῖδας͵ εἴπερ εὖ φρονεῖς.
Τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων
καὶ μὴ ΄πιγήμηις τοῖσδε μητρυιὰν τέκνοις͵ 315
ἥτις κακίων οὖσ΄ ἐμοῦ γυνὴ φθόνωι
τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
Μὴ δῆτα δράσηις ταῦτά γ΄͵ αἰτοῦμαί σ΄ ἐγώ·
ἐχθρὰ γὰρ ἡ ΄πιοῦσα μητρυιὰ τέκνοις
τοῖς πρόσθ΄͵ ἐχίδνης οὐδὲν ἠπιωτέρα. 320
Καὶ παῖς μὲν ἄρσην πατέρ΄ ἔχει πύργον μέγαν
[ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν]·
σὺ δ΄͵ ὦ τέκνον μοι͵ πῶς κορευθήσηι καλῶς;
ποίας τυχοῦσα συζύγου τῶι σῶι πατρί;
μή σοί τιν΄ αἰσχρὰν προσβαλοῦσα κληδόνα 325
ἥβης ἐν ἀκμῆι σοὺς διαφθείρηι γάμους.
Οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ
οὔτ΄ ἐν τόκοισι σοῖσι θαρσυνεῖ͵ τέκνον͵
παροῦσ΄͵ ἵν΄ οὐδὲν μητρὸς εὐμενέστερον.
Δεῖ γὰρ θανεῖν με· καὶ τόδ΄ οὐκ ἐς αὔριον 330
οὐδ΄ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν͵
ἀλλ΄ αὐτίκ΄ ἐν τοῖς οὐκέτ΄ οὖσι λέξομαι.
Χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν͵ πόσι͵
γυναῖκ΄ ἀρίστην ἔστι κομπάσαι λαβεῖν͵
ὑμῖν δέ͵ παῖδες͵ μητρὸς ἐκπεφυκέναι. 335
ΧΟΡΟΣ
θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι·
δράσει τάδ΄͵ εἴπερ μὴ φρενῶν ἁμαρτάνει.
ΑΔΜΗΤΟΣ
Ἔσται τάδ΄͵ ἔσται͵ μὴ τρέσηις· ἐπεί σ΄ ἐγὼ
καὶ ζῶσαν εἶχον καὶ θανοῦσ΄ ἐμὴ γυνὴ
μόνη κεκλήσηι͵ κοὔτις ἀντὶ σοῦ ποτε
τόνδ΄ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται. 340
Οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς
οὔτ΄ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.
Ἅλις δὲ παίδων· τῶνδ΄ ὄνησιν εὔχομαι
θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα. 345
Οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σὸν
ἀλλ΄ ἔστ΄ ἂν αἰὼν οὑμὸς ἀντέχηι͵ γύναι͵
στυγῶν μὲν ἥ μ΄ ἔτικτεν͵ ἐχθαίρων δ΄ ἐμὸν
πατέρα· λόγωι γὰρ ἦσαν οὐκ ἔργωι φίλοι.
Σὺ δ΄ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα 350
ψυχῆς ἔσωσας. Ἆρά μοι στένειν πάρα
τοιᾶσδ΄ ἁμαρτάνοντι συζύγου σέθεν;
παύσω δὲ κώμους συμποτῶν θ΄ ὁμιλίας
στεφάνους τε μοῦσάν θ΄ ἣ κατεῖχ΄ ἐμοὺς δόμους.
Οὐ γάρ ποτ΄ οὔτ΄ ἂν βαρβίτου θίγοιμ΄ ἔτι 355
οὔτ΄ ἂν φρέν΄ ἐξάραιμι πρὸς Λίβυν λακεῖν
αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.
Σοφῆι δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν
εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται͵
ὧι προσπεσοῦμαι καὶ περιπτύσσων χέρας 360
ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις
δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·
ψυχρὰν μέν͵ οἶμαι͵ τέρψιν͵ ἀλλ΄ ὅμως βάρος
ψυχῆς ἀπαντλοίην ἄν. Ἐν δ΄ ὀνείρασιν
φοιτῶσά μ΄ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους 365
κἀν νυκτὶ λεύσσειν͵ ὅντιν΄ ἂν παρῆι χρόνον.
Εἰ δ΄ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν͵
ὥστ΄ ἢ κόρην Δήμητρος ἢ κείνη
ς πόσιν
ὕμνοισι κηλήσαντά σ΄ ἐξ Ἅιδου λαβεῖν͵
κατῆλθον ἄν͵ καί μ΄ οὔθ΄ ὁ Πλούτωνος κύων 370
οὔθ΄ οὑπὶ κώπηι ψυχοπομπὸς ἂν Χάρων
ἔσχ΄ ἄν͵ πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.
Ἀλλ΄ οὖν ἐκεῖσε προσδόκα μ΄͵ ὅταν θάνω͵
καὶ δῶμ΄ ἑτοίμαζ΄͵ ὡς συνοικήσουσά μοι.
Ἐν ταῖσιν αὐταῖς γάρ μ΄ ἐπισκήψω κέδροις
σοὶ τούσδε θεῖναι πλευρά τ΄ ἐκτεῖναι πέλας 375
πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε
σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.
ΧΟΡΟΣ
Καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλωι
λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία. 380
ΑΛΚΗΣΤΙΣ
Ὦ παῖδες͵ αὐτοὶ δὴ τάδ΄ εἰσηκούσατε
πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ
γυναῖκ΄ ἐφ΄ ὑμῖν μηδ΄ ἀτιμάσειν ἐμέ.
ΑΔΜΗΤΟΣ
Καὶ νῦν γέ φημι καὶ τελευτήσω τάδε.
ΑΛΚΗΣΤΙΣ
Ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου. 385
ΑΔΜΗΤΟΣ
Δέχομαι͵ φίλον γε δῶρον ἐκ φίλης χερός.
ΑΛΚΗΣΤΙΣ
Σύ νυν γενοῦ τοῖσδ΄ ἀντ΄ ἐμοῦ μήτηρ τέκνοις.
ΑΔΜΗΤΟΣ
Πολλή μ΄ ἀνάγκη͵ σοῦ γ΄ ἀπεστερημένοις.
ΑΛΚΗΣΤΙΣ
Ὦ τέκν΄͵ ὅτε ζῆν χρῆν μ΄͵ ἀπέρχομαι κάτω.
ΑΔΜΗΤΟΣ
Οἴμοι͵ τί δράσω δῆτα σοῦ μονούμενος; 390
ΑΛΚΗΣΤΙΣ
Χρόνος μαλάξει σ΄· οὐδέν ἐσθ΄ ὁ κατθανών.
ΑΔΜΗΤΟΣ
Ἄγου με σὺν σοί͵ πρὸς θεῶν͵ ἄγου κάτω.
ΑΛΚΗΣΤΙΣ
Ἀρκοῦμεν ἡμεῖς οἱ προθνήισκοντες σέθεν.
ΑΔΜΗΤΟΣ
Ὦ δαῖμον͵ οἵας συζύγου μ΄ ἀποστερεῖς.
ΑΛΚΗΣΤΙΣ
Καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται. 395
ΑΔΜΗΤΟΣ
Ἀπωλόμην ἄρ΄͵ εἴ με δὴ λείψεις͵ γύναι.
ΑΛΚΗΣΤΙΣ
Ὡς οὐκέτ΄ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.
ΑΔΜΗΤΟΣ
Ὄρθου πρόσωπον͵ μὴ λίπηις παῖδας σέθεν.
ΑΛΚΗΣΤΙΣ
Οὐ δῆθ΄ ἑκοῦσά γ΄· ἀλλὰ χαίρετ΄͵ ὦ τέκνα.
ΑΔΜΗΤΟΣ
Βλέψον πρὸς αὐτούς͵ βλέψον. 400
ΑΛΚΗΣΤΙΣ
Οὐδέν εἰμ΄ ἔτι.
ΑΔΜΗΤΟΣ
Τί δρᾶις; Προλείπεις;
ΑΛΚΗΣΤΙΣ
Χαῖρ΄.
ΑΔΜΗΤΟΣ
Ἀπωλόμην τάλας.
ΧΟΡΟΣ
Βέβηκεν͵ οὐκέτ΄ ἔστιν Ἀδμήτου γυνή. 405
ΠΑΙΣ
Ἰώ μοι τύχας. μαῖα δὴ κάτω
Βέβακεν͵ οὐκέτ΄ ἔστιν͵ ὦ
πάτερ͵ ὑφ΄ ἁλίωι͵
προλιποῦσα δ΄ ἐμὸν βίον ὠρφάνισεν τλάμων.
Ἴδε γὰρ ἴδε βλέφαρον καὶ 410
παρατόνους χέρας.
Ὑπάκουσον ἄκουσον͵ ὦ μᾶτερ͵ ἀντιάζω.
Ἐγώ σ΄ ἐγώ͵ μᾶτερ͵
καλοῦμαι ὁ σὸς ποτὶ σοῖσι πίτ
νων στόμασιν νεοσσός.
ΑΔΜΗΤΟΣ
Τὴν οὐ κλύουσαν οὐδ΄ ὁρῶσαν· ὥστ΄ ἐγὼ
καὶ σφὼ βαρείαι συμφορᾶι πεπλήγμεθα.
ΠΑΙΣ
Νέος ἐγώ͵ πάτερ͵ λείπομαι φίλας
μονόστολός τε ματρός· ὦ
σχέτλια δὴ παθὼν 420
ἐγὼ ἔργ΄͵ ἃ σὺ σύγκασί μοι συνέτλας κούρα.
Ὦ πάτερ͵
ἀνόνατ΄ ἀνόνατ΄ ἐνύμφευσας οὐδὲ γήρως
ἔβας τέλος σὺν τᾶιδ΄·
ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ͵ 425
μᾶτερ͵ ὄλωλεν οἶκος.
ΧΟΡΟΣ
Ἄδμητ΄͵ ἀνάγκη τάσδε συμφορὰς φέρειν·
οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν
γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ
ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται. 430
ΑΔΜΗΤΟΣ
Ἐπίσταμαί τοι͵ κοὐκ ἄφνω κακὸν τόδε
προσέπτατ΄· εἰδὼς δ΄ αὔτ΄ ἐτειρόμην πάλαι.
Ἀλλ΄͵ ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ͵
πάρεστε καὶ μένοντες ἀντηχήσατε
παιᾶνα τῶι κάτωθεν ἄσπονδον θεῶι. 435
Πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ
πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω
κουρᾶι ξυρήκει καὶ μελαμπέπλωι στολῆι·
τέθριππά θ΄ οἳ ζεύγνυσθε καὶ μονάμπυκας
πώλους͵ σιδήρωι τέμνετ΄ αὐχένων φόβην. 440
Αὐλῶν δὲ μὴ κατ΄ ἄστυ͵ μὴ λύρας κτύπος
ἔστω σελήνας δώδεκ΄ ἐκπληρουμένας.
Οὐ γάρ τιν΄ ἄλλον φίλτερον θάψω νεκρὸν
τοῦδ΄ οὐδ΄ ἀμείνον΄ εἰς ἔμ΄· ἀξία δέ μοι
τιμῆς͵ ἐπεὶ τέθνηκεν ἀντ΄ ἐμοῦ μόνη. 445
ΧΟΡΟΣ
Ὦ Πελίου θύγατερ͵
χαίρουσά μοι εἰν Ἀίδα δόμοισιν
τὸν ἀνάλιον οἶκον οἰκετεύοις.
Ἴστω δ΄ Ἀίδας ὁ μελαγχαί
τας θεὸς ὅς τ΄ ἐπὶ κώπαι 450
πηδαλίωι τε γέρων
νεκροπομπὸς ἵζει
πολὺ δὴ πολὺ δὴ γυναῖκ΄ ἀρίσταν
λίμναν Ἀχεροντίαν πορεύ
σας ἐλάται δικώπωι. 455
Πολλά σε μουσοπόλοι
μέλψουσι καθ΄ ἑπτάτονόν τ΄ ὀρείαν
χέλυν ἔν τ΄ ἀλύροις κλέοντες ὕμνοις͵
Σπάρται κυκλὰς ἁνίκα Καρνεί
ου περινίσεται ὥρα 460
μηνός͵ ἀειρομένας
παννύχου σελάνα�
�͵
λιπαραῖσί τ΄ ἐν ὀλβίαις Ἀθάναις.
Τοίαν ἔλιπες θανοῦσα μολ
πὰν μελέων ἀοιδοῖς. 465
Εἴθ΄ ἐπ΄ ἐμοὶ μὲν εἴη͵
δυναίμαν δέ σε πέμψαι
φάος ἐξ Ἀίδα τεράμνων
καὶ Κωκυτοῖο ῥεέθρων
ποταμίαι νερτέραι τε κώπαι. 470
Σὺ γάρ͵ ὦ μόνα ὦ φίλα γυναικῶν͵
σὺ τὸν αὑτᾶς
ἔτλας ἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαι
ψυχᾶς ἐξ Ἅιδα. Κούφα σοι
χθὼν ἐπάνωθε πέσοι͵ γύναι. Εἰ δέ τι 475
καινὸν ἕλοιτο πόσις λέχος͵ ἦ μάλ΄ ἂν
ἔμοιγ΄ ἂν εἴη στυγη
θεὶς τέκνοις τε τοῖς σοῖς.
Ματέρος οὐ θελούσας
πρὸ παιδὸς χθονὶ κρύψαι 480
δέμας οὐδὲ πατρὸς γεραιοῦ
ὃν ἔτεκον δ΄͵ οὐκ ἔτλαν ῥύεσθαι͵
σχετλίω͵ πολιὰν ἔχοντε χαίταν.
Σὺ δ΄ ἐν ἥβαι
νέαι νέου προθανοῦσα φωτὸς οἴχηι. 485
Τοιαύτας εἴη μοι κῦρσαι
συνδυάδος φιλίας ἀλόχου· τὸ γὰρ
ἐν βιότωι σπάνιον μέρος· ἦ γὰρ ἂν
ἔμοιγ΄ ἄλυπος δι΄ αἰ
ῶνος ἂν ξυνείη. 490
ΗΡΑΚΛΗΣ
Ξένοι͵ Φεραίας τῆσδε κωμῆται χθονός͵
Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;
ΧΟΡΟΣ
Ἔστ΄ ἐν δόμοισι παῖς Φέρητος͵ Ἡράκλεις.
ἀλλ΄ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα
πέμπει͵ Φεραῖον ἄστυ προσβῆναι τόδε. 495
ΗΡΑΚΛΗΣ
Τιρυνθίωι πράσσω τιν΄ Εὐρυσθεῖ πόνον.
ΧΟΡΟΣΚ
Καὶ ποῖ πορεύηι; τῶι συνέζευξαι πλάνωι;
ΗΡΑΚΛΗΣ
Θρηικὸς τέτρωρον ἅρμα Διομήδους μέτα.
ΧΟΡΟΣ