by Euripides
καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ
[960] θνῄσκειν σὲ πολλὰ πήματ’ ἐξειργασμένον.
Θεράπων
[961] Οὐκ ἔστ’ ἀνυστὸν τόνδε σοι κατακτανεῖν.
Ἀλκμήνη
Ἄλλως ἄρ’ αὐτὸν αἰχμάλωτον εἵλομεν.
<Θεράπων>
[962α] <Ἄλλως, κατακτανεῖν νιν εἰ πρόθυμος εἶ.>
Ἀλκμήνη
[963] Εἴργει δὲ δὴ τίς τόνδε μὴ θνῄσκειν νόμος;
Θεράπων
Τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.
Ἀλκμήνη
[965] Τί δὴ τόδ’; Ἐχθροὺς τοισίδ’ οὐ καλὸν κτανεῖν;
Θεράπων
Οὐχ ὅντιν’ ἄν γε ζῶνθ’ ἕλωσιν ἐν μάχῃ.
Ἀλκμήνη
Καὶ ταῦτα δόξανθ’ Ὕλλος ἐξηνέσχετο;
Θεράπων
Χρῆν αὐτόν, οἶμαι, τῇδ’ ἀπιστῆσαι χθονί.
Ἀλκμήνη
Χρῆν τόνδε μὴ ζῆν μηδ’ ἔτ’ εἰσορᾶν φάος.
<Θεράπων>
[969α] < >
Ἀλκμήνη
[970] Τότ’ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε.
<Θεράπων>
[970α] < >
Ἀλκμήνη
[971] Οὔκουν ἔτ’ ἐστὶν ἐν καλῷ δοῦναι δίκην;
Θεράπων
Οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.
Ἀλκμήνη
Ἔγωγε· καίτοι φημὶ κἄμ’ εἶναί τινα.
Θεράπων
Πολλὴν ἄρ’ ἕξεις μέμψιν, εἰ δράσεις τόδε.
Ἀλκμήνη
[975] Φιλῶ πόλιν τήνδ’· οὐδὲν ἀντιλεκτέον·
τοῦτον δ’, ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,
οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.
Πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέλῃ
καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ
[980] λέξει· τὸ δ’ ἔργον τοῦτ’ ἐμοὶ πεπράξεται.
Χορός
Δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, σ’ ἔχει
νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.
Εὐρυσθεύς
[993] Γύναι, σάφ’ ἴσθι μή με θωπεύσοντά σε
μηδ’ ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι
[985] λέξονθ’ ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα.
Ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδ’ ἠράμην·
ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,
τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει.
Ἀλλ’ εἴτ’ ἔχρῃζον εἴτε μή θεὸς γὰρ ἦν
[990] Ἥρα με κάμνειν τήνδ’ ἔθηκε τὴν νόσον.
Ἐπεὶ δ’ ἐκείνῳ δυσμένειαν ἠράμην
κἄγνων ἀγῶνα τόνδ’ ἀγωνιούμενος,
πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην
καὶ πόλλ’ ἔτικτον νυκτὶ συνθακῶν ἀεί,
[995] ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς
ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ,
εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλ’ ἐτητύμως
ἄνδρ’ ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν
ἀκούσεται γ’ ἐσθλὰ χρηστὸς ὢν ἀνήρ.
[1000] Κείνου δ’ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μ’ ἄρα,
μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα
ἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον
κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;
Τοιαῦτα δρῶντι τἄμ’ ἐγίγνετ’ ἀσφαλῆ.
[1005] Οὔκουν σύ γ’ ἀναλαβοῦσα τὰς ἐμὰς τύχας
ἐχθροῦ λέοντος δυσγενῆ βλαστήματα
ἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνως
εἴασας οἰκεῖν Ἄργος. Οὔτιν’ ἂν πίθοις.
Νῦν οὖν ἐπειδή μ’ οὐ διώλεσαν τότε
[1010] πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις
οὐχ ἁγνός εἰμι τῷ κτανόντι κατθανών·
πόλις τ’ ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν
μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.
Προσεῖπας, ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴ
[1015] τὸν προστρόπαιον τόν τε γενναῖον καλεῖν.
Οὕτω γε μέντοι τἄμ’ ἔχεις· θανεῖν μὲν οὐ
χρῄζω, λιπὼν δ’ ἂν οὐδὲν ἀχθοίμην βίον.
Χορός
Παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,
τὸν ἄνδρ’ ἀφεῖναι τόνδ’, ἐπεὶ δοκεῖ πόλει.
Ἀλκμήνη
[1020] Τί δ’, ἢν θάνῃ τε καὶ πόλει πιθώμεθα;
Χορός
Τὰ λῷστ’ ἂν εἴη· πῶς τάδ’ οὖν γενήσεται;
Ἀλκμήνη
Ἐγὼ διδάξω ῥᾳδίως· κτανοῦσα γὰρ
τόνδ’ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων
δώσω· τὸ γὰρ σῶμ’ οὐκ ἀπιστήσω χθονί,
[1025] οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.
Εὐρυσθεύς
[1026] Κτεῖν’, οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν,
ἐπεί μ’ ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν,
χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι,
ὃς ὠφελήσει μείζον’ ἢ δοκεῖ χρόνῳ.
[1030] Θανόντα γάρ με θάψεθ’ οὗ τὸ μόρσιμον,
δίας πάροιθε παρθένου Παλληνίδος·
καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος
μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,
τοῖς τῶνδε δ’ ἐκγόνοισι πολεμιώτατος,
[1035] ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶ
χάριν προδόντες τήνδε. Τοιούτων ξένων
προύστητε. Πῶς οὖν ταῦτ’ ἐγὼ πεπυσμένος
δεῦρ’ ἦλθον, ἀλλ’ οὐ χρησμὸν ἡζόμην θεοῦ;
Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ
[1040] κοὐκ ἂν προδοῦναί μ’. Ἀλλὰ
μήτε μοι χοὰς
μήθ’ αἷμ’ ἐάσητ’ εἰς ἐμὸν στάξαι τάφον.
Κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδ’ ἐγὼ
δώσω· διπλοῦν δὲ κέρδος ἕξετ’ ἐξ ἐμοῦ·
ὑμᾶς τ’ ὀνήσω τούσδε τε βλάψω θανών.
Ἀλκμήνη
[1045] Τί δῆτα μέλλετ’, εἰ πόλει σωτηρίαν
κατεργάσασθαι τοῖσί τ’ ἐξ ἡμῶν χρεών
κτείνειν τὸν ἄνδρα τόνδ’, ἀκούοντες τάδε;
Δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην·
ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών.
[1050] Κομίζετ’ αὐτόν, δμῶες, ἔνθα χρὴ κυσὶν
δοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσῃς ὅπως
αὖθις πατρῴας ζῶν ἔμ’ ἐκβαλεῖς χθονός.
Χορός
Ταῦτα δοκεῖ μοι. στείχετ’, ὀπαδοί.
τὰ γὰρ ἐξ ἡμῶν
[1055] καθαρῶς ἔσται βασιλεῦσιν.
HIPPOLYTUS
Ἀφροδίτη
Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος
θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ’ ἔσω·
ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶν
ναίουσιν εἴσω, φῶς ὁρῶντες ἡλίου,
[5] τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
Ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε·
τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.
Δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα·
[10] ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος,
Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,
μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας
λέγει κακίστην δαιμόνων πεφυκέναι·
ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων,
[15] Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,
τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος,
χλωρὰν δ’ ἀν’ ὕλην παρθένῳ ξυνὼν ἀεὶ
κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,
μείζω βροτείας προσπεσὼν ὁμιλίας.
[20] Τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ;
Ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε τιμωρήσομαι
Ἱππόλυτον ἐν τῇδ’ ἡμέρᾳ· τὰ πολλὰ δὲ
πάλαι προκόψασ’, οὐ πόνου πολλοῦ με δεῖ.
Ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμων
[25] σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων
Πανδίονος γῆν πατρὸς εὐγενὴς δάμαρ
ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο
ἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν.
Καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,
[30] πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον
γῆς τῆσδε ναὸν Κύπριδος ἐγκαθίσατο,
ἐρῶσ’ ἔρωτ’ ἔκδημον, Ἱππολύτῳ δ’ ἔπι
τὸ λοιπὸν ὀνομάσουσιν ἱδρῦσθαι θεάν.
Ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα
[35] μίασμα φεύγων αἵματος Παλλαντιδῶν
καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα,
ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,
ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη
κέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυται
[40] σιγῇ, ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον.
Ἀλλ’ οὔτι ταύτῃ τόνδ’ ἔρωτα χρὴ πεσεῖν,
δείξω δὲ Θησεῖ πρᾶγμα κἀκφανήσεται.
Καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν
κτενεῖ πατὴρ ἀραῖσιν ἃς ὁ πόντιος
[45] ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,
μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ.
Ἡ δ’ εὐκλεὴς μὲν ἀλλ’ ὅμως ἀπόλλυται
Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸν
τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ
[50] δίκην τοσαύτην ὥστ’ ἐμοὶ καλῶς ἔχειν.
Ἀλλ’ εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως
στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,
Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.
Πολὺς δ’ ἅμ’ αὐτῷ προσπόλων ὀπισθόπους
[55] κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν
ὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλας
Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.
Ἱππόλυτος
[58] Ἕπεσθ’ ᾄδοντες ἕπεσθε
τὰν Διὸς οὐρανίαν
[60] Ἄρτεμιν, ᾇ μελόμεσθα.
Ἱππόλυτος καὶ θεράποντες
πότνια πότνια σεμνοτάτα,
Ζηνὸς γένεθλον,
χαῖρε, χαῖρέ μοι, ὦ κόρα
[65] Λατοῦς Ἄρτεμι καὶ Διός,
καλλίστα πολὺ παρθένων,
ἃ μέγαν κατ’ οὐρανὸν
ναίεις εὐπατέρειαν αὐ-
λάν, Ζηνὸς πολύχρυσον οἶκον.
[70] Χαῖρέ μοι, ὦ καλά, καλ-
λίστα τῶν κατ’ Ὄλυμπον
παρθένων, Ἄρτεμι.
Ἱππόλυτος
[73] Σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου
λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
[75] ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
οὔτ’ ἦλθέ πω σίδηρος, ἀλλ’ ἀκήρατον
μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται,
Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις,
ὅσοις διδακτὸν μηδὲν ἀλλ’ ἐν τῇ φύσει
[80] τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάντ’ ἀεί,
τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις.
Ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης
ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
<
br /> Μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν·
[85] σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,
κλύων μὲν αὐδῆς, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν.
Τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου.
Θεράπων
[88] Ἄναξ θεοὺς γὰρ δεσπότας καλεῖν χρεών
ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;
Ἱππόλυτος
[90] Καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν.
Θεράπων
Οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος;
Ἱππόλυτος
Οὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι;
Θεράπων
Μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.
Ἱππόλυτος
Ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
Θεράπων
[95] Ἐν δ’ εὐπροσηγόροισίν ἐστί τις χάρις;
Ἱππόλυτος
Πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.
Θεράπων
Ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;
Ἱππόλυτος
Εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.
Θεράπων
Πῶς οὖν σὺ σεμνὴν δαίμον’ οὐ προσεννέπεις;
Ἱππόλυτος
[100] Τίν’; Εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.
Θεράπων
Τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν πέλας.
Ἱππόλυτος
Πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.
Θεράπων
Σεμνή γε μέντοι κἀπίσημος ἐν βροτοῖς.
Ἱππόλυτος
[106] Οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.
Θεράπων
Τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.
Ἱππόλυτος
[104] Ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.
Θεράπων