Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 99
Complete Works of Euripides Page 99

by Euripides


  πῶλον ἄζυγα λέκτρων, ἄναν-

  δρον τὸ πρὶν καὶ ἄνυμφον, οἴ-

  κων ζεύξασ’ ἀπ’ Εὐρυτίων

  [550] δρομάδα ναί¨δ’ ὅπως τε βάκ-

  χαν σὺν αἵματι, σὺν καπνῷ,

  φονίοισι νυμφείοις

  Ἀλκμήνας τόκῳ Κύπρις ἐξέδωκεν·

  ὦ τλάμων ὑμεναίων.

  [555] Ὦ Θήβας ἱερὸν

  τεῖχος, ὦ στόμα Δίρκας, συνεί-

  ποιτ’ ἂν ἁ Κύπρις οἷον ἕρ-

  πει·

  βροντᾷ γὰρ ἀμφιπύρῳ

  [560] τοκάδα τὰν διγόνοιο Βάκ-

  χου νυμφευσαμένα πότμῳ

  φονίῳ κατηύνασεν.

  Δεινὰ γὰρ τὰ πάντ’ ἐπιπνεῖ, μέλισσα δ’

  οἵα τις πεπόταται.

  Φαίδρα

  [565] Σιγήσατ’, ὦ γυναῖκες·

  ἐξειργάσμεθα.

  Χορός

  Τί δ’ ἔστι, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;

  Φαίδρα

  Ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.

  Χορός

  Σιγῶ·

  τὸ μέντοι φροίμιον κακὸν τόδε.

  Φαίδρα

  Ἰώ μοι, αἰαῖ·

  [570] ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.

  Χορός

  Τίνα θροεῖς αὐδάν; Τίνα βοᾷς λόγον;

  Ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,

  φρένας ἐπίσσυτος;

  Φαίδρα

  [575] Ἀπωλόμεσθα·

  ταῖσδ’ ἐπιστᾶσαι πύλαις

  ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.

  Χορός

  Σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμα

  φάτις δωμάτων·

  [580] ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;

  Φαίδρα

  Ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷ

  Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.

  Χορός

  [585] Ἰὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω·

  γεγώνει δ’ οἵα

  διὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά.

  Φαίδρα

  Καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,

  [590] τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος.

  Χορός

  Ὤμοι ἐγὼ κακῶν·

  προδέδοσαι, φίλα.

  τί σοι μήσομαι;

  Τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι,

  [595] αἰαῖ, ἒ ἔ, πρόδοτος ἐκ φίλων.

  Φαίδρα

  Ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς,

  φίλως καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον.

  Χορός

  Πῶς οὖν; Τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα;

  Φαίδρα

  Οὐκ οἶδα πλὴν ἕν, κατθανεῖν ὅσον τάχος,

  [600] τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.

  Ἱππόλυτος

  [601] Ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί,

  οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα.

  Τροφός

  Σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς.

  Ἱππόλυτος

  Οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.

  Τροφός

  [605] Ναί, πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.

  Ἱππόλυτος

  Οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων;

  Τροφός

  Ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ.

  Ἱππόλυτος

  Τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;

  Τροφός

  Ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.

  Ἱππόλυτος

  [610] Τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν.

  Τροφός

  Ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.

  Ἱππόλυτος

  Ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.

  Τροφός

  Ὦ παῖ, τί δράσεις; Σοὺς φίλους διεργάσῃ;

  Ἱππόλυτος

  Ἀπέπτυσ’·

  οὐδεὶς ἄδικός ἐστί μοι φίλος.

  Τροφός

  [615] Σύγγνωθ’·

  ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.

  Ἱππόλυτος

  [616] Ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν

  γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;

  Εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,

  οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,

  [620] ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς

  ἢ χαλκὸν ἢ σίδηρον ἢ χρυσοῦ βάρος

  παίδων πρίασθαι σπέρμα του τιμήματος,

  τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν

  ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.

  [625] Νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν

  μέλλοντες ὄλβον δωμάτων ἐκτίνομεν.

  Τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·

  προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ

  φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.

  [630] Ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν

  γέγηθε κόσμον προστιθεὶς ἀγάλματι

  καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ

  δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.

  Ἔχει δ’ ἀνάγκην·

  ὥστε κηδεύσας καλῶς

  [635] γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος,

  ἢ χρηστὰ λέκτρα πενθεροὺς δ’ ἀνωφελεῖς

  λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές.

  Ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν ἀλλ’ ἀνωφελὴς

  εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.

  [640] Σοφὴν δὲ μισῶ·

  μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις

  εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.

  Τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις

 
ἐν ταῖς σοφαῖσιν·

  ἡ δ’ ἀμήχανος γυνὴ

  γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.

  [645] Χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,

  ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη

  θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα

  μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.

  Νῦν δ’ αἱ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰ

  [650] βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι.

  Ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα,

  λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·

  ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι,

  ἐς ὦτα κλύζων. Πῶς ἂν οὖν εἴην κακός,

  [655] ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ;

  Εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι·

  εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην,

  οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί.

  Νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸς

  [660] Θησεύς, ἄπειμι·

  σῖγα δ’ ἕξομεν στόμα.

  Θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ

  πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή.

  Τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.

  Ὄλοισθε. Μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι

  [665] γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν·

  ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.

  Ἢ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,

  ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.

  Τροφός

  [668] Τάλανες ὦ κακοτυχεῖς

  γυναικῶν πότμοι.

  Τίν’ ἢ νῦν τέχναν ἔχομεν ἢ λόγον

  [670] σφαλεῖσαι κάθαμμα λύειν λόγου;

  Ἐτύχομεν δίκας. Ἰὼ γᾶ καὶ φῶς·

  πᾷ ποτ’ ἐξαλύξω τύχας;

  Πῶς δὲ πῆμα κρύψω, φίλαι;

  [675] Τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν

  πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων

  φανείη; Τὸ γὰρ παρ’ ἡμῖν πάθος

  πέραν δυσεκπέρατον ἔρχεται βίου.

  Κακοτυχεστάτα γυναικῶν ἐγώ.

  Χορός

  [680] Φεῦ φεῦ, πέπρακται, κοὐ κατώρθωνται τέχναι,

  δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει.

  Φαίδρα

  Ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,

  οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς

  πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.

  [685] Οὐκ εἶπον οὐ σῆς προυνοησάμην φρενός;

  Σιγᾶν ἐφ’ οἷσι νῦν ἐγὼ κακύνομαι;

  Σὺ δ’ οὐκ ἀνέσχου·

  τοιγὰρ οὐκέτ’ εὐκλεεῖς

  θανούμεθ’. Ἀλλὰ δεῖ με δὴ καινῶν λόγων.

  Οὗτος γὰρ ὀργῇ συντεθηγμένος φρένας

  [690] ἐρεῖ καθ’ ἡμῶν πατρὶ σὰς ἁμαρτίας,

  ἐρεῖ δὲ Πιτθεῖ τῷ γέροντι συμφοράς,

  πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.

  Ὄλοιο καὶ σὺ χὤστις ἄκοντας φίλους

  πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.

  Τροφός

  [695] Δέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά,

  τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·

  ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξῃ, λέγειν.

  Ἔθρεψά σ’ εὔνους τ’ εἰμί·

  τῆς νόσου δέ σοι

  ζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην.

  [700] Εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ·

  πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.

  Φαίδρα

  Ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,

  τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;

  Τροφός

  Μακρηγοροῦμεν·

  οὐκ ἐσωφρόνουν ἐγώ.

  [705] Ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον.

  Φαίδρα

  Παῦσαι λέγουσα·

  καὶ τὸ πρὶν γὰρ οὐ καλῶς

  παρῄνεσάς μοι κἀπεχείρησας κακά.

  Ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι

  φρόντιζ’·

  ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς.

  [710] Ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,

  τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένῃ,

  σιγῇ καλύψαθ’ ἁνθάδ’ εἰσηκούσατε.

  Χορός

  Ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,

  μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.

  Φαίδρα

  [715] Καλῶς ἔλεξας·

  ἓν δὲ προτρέπουσ’ ἐγὼ

  εὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω,

  ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον

  αὐτή τ’ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα.

  Οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους

  [720] οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαι

  αἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς.

  Χορός

  Μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;

  Φαίδρα

  Θανεῖν·

  ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι.

  Χορός

  Εὔφημος ἴσθι.

  Φαίδρα

  Καὶ σύ γ’ εὖ με νουθέτει.

  [725] Ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,

  ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ ἐν ἡμέρᾳ

  τέρψω·

  πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι.

  Ἀτὰρ κακόν γε χἀτέρῳ γενήσομαι

  θανοῦσ’, ἵν’ εἰδῇ μὴ ‘πὶ τοῖς ἐμοῖς κακοῖς

  [730] ὑψηλὸς εἶναι·

  τῆς νόσου δὲ τῆσδέ μοι
r />   κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται.

  Χορός

  [732] Ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,

  ἵνα με πτεροῦσσαν ὄρνιν

  θεὸς ἐν ποταναῖς

  ἀγέλαις θείη·

  [735] ἀρθείην δ’ ἐπὶ πόντιον

  κῦμα τᾶς Ἀδριηνᾶς

  ἀκτᾶς Ἠριδανοῦ θ’ ὕδωρ,

  ἔνθα πορφύρεον σταλάσ-

  σουσ’ ἐς οἶδμα τάλαιναι

  [740] κόραι Φαέθοντος οἴκτῳ δακρύων

  τὰς ἠλεκτροφαεῖς αὐγάς.

  Ἑσπερίδων δ’ ἐπὶ μηλόσπορον ἀκτὰν

  ἀνύσαιμι τᾶν ἀοιδῶν,

  ἵν’ ὁ πορφυρέας πον-

  τομέδων λίμνας

  [745] ναύταις οὐκέθ’ ὁδὸν νέμει,

  σεμνὸν τέρμονα κυρῶν

  οὐρανοῦ, τὸν Ἄτλας ἔχει·

  κρῆναί τ’ ἀμβρόσιαι χέον-

  ται Ζηνὸς μελάθρων παρὰ κοίταις,

  [750] ἵν’ ὀλβιόδωρος αὔξει ζαθέα

  χθὼν εὐδαιμονίαν θεοῖς.

  Ὦ λευκόπτερε Κρησία

  πορθμίς, ἃ διὰ πόντιον

  κῦμ’ ἁλίκτυπον ἅλμας

  [755] ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’ οἴκων

  κακονυμφοτάταν ὄνασιν·

  ἦ γὰρ ἀπ’ ἀμφοτέρων οἱ Κρησίας <τ’> ἐκ γᾶς δύσορνις

  [760] ἔπτατο κλεινὰς Ἀθήνας Μουνίχου τ’ ἀ-

  κταῖσιν ἐκδήσαντο πλεκτὰς πεισμάτων ἀρ-

  χάς, ἐπ’ ἀπείρου τε γᾶς ἔβασαν.

  Ἀνθ’ ὧν, οὐχ ὁσίων ἐρώ-

  [765] των δεινᾷ φρένας Ἀφροδί-

  τας νόσῳ κατεκλάσθη·

  χαλεπᾷ δ’ ὑπέραντλος οὖσα συμφορᾷ τεράμνων

  ἀπὸ νυμφιδίων κρεμαστὸν

  [770] ἅψεται ἀμφὶ βρόχον λευκᾷ καθαρμόζουσα δείρᾳ,

  δαίμονα στυγνὸν καταιδεσθεῖσα, τὰν τ’ εὔ-

  δοξον ἀνθαιρουμένα φήμαν, ἀπαλλάσ-

  [775] σουσά τ’ ἀλγεινὸν φρενῶν ἔρωτα.

 

‹ Prev