Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 109
Complete Works of Euripides Page 109

by Euripides

Λευκὴν κατ’ ἀκτὴν ἐντὸς ἀξένου πόρου.

  Ἀλλ’ ἕρπε Δελφῶν εἰς θεόδμητον πόλιν

  νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ

  ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν

  Σηπιάδος ἵζου· μίμνε δ’, ἔστ’ ἂν ἐξ ἁλὸς 1255

  λαβοῦσα πεντήκοντα Νηρῄδων χορὸν

  ἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένον

  δεῖ σ’ ἐκκομίζειν· Ζηνὶ γὰρ δοκεῖ τάδε.

  Παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ·

  πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν 1260

  ψῆφος κέκρανται κατθανεῖν τ’ ὀφείλεται.

  Πηλεύς

  Ὦ πότνι’, ὦ γενναῖα συγκοιμήματα,

  Νηρέως γένεθλον, χαῖρε· ταῦτα δ’ ἀξίως

  σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν.

  Παύω δὲ λύπην σοῦ κελευούσης, θεά, 1265

  καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς,

  οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας.

  [Κᾆτ’ οὐ γαμεῖν δῆτ’ ἔκ τε γενναίων χρεὼν

  δοῦναί τ’ ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται,

  κακῶν δὲ λέκτρων μὴ ‘πιθυμίαν ἔχειν, 1270

  μηδ’ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις;

  οὐ γάρ ποτ’ ἂν πράξειαν ἐκ θεῶν κακῶς.]

  Χορός

  Πολλαὶ μορφαὶ τῶν δαιμονίων,

  πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·

  καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, 1275

  τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.

  Τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.

  HECUBA

  Πολυδώρου εἴδωλον

  Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας

  λιπών, ἵν’ Ἅιδης χωρὶς ᾤκισται θεῶν,

  Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως

  Πριάμου τε πατρός, ὅς μ’, ἐπεὶ Φρυγῶν πόλιν

  [5] κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ,

  δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς

  Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου,

  ὃς τήν<δ’> ἀρίστην Χερσονησίαν πλάκα

  σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.

  [10] Πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ

  πατήρ, ἵν’, εἴ ποτ’ Ἰλίου τείχη πέσοι,

  τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.

  Νεώτατος δ’ ἦ Πριαμιδῶν, ὃ καί με γῆς

  ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα

  [15] οὔτ’ ἔγχος οἷός τ’ ἦ νέῳ βραχίονι.

  [16] Ἕως μὲν οὖν γῆς ὄρθ’ ἔκειθ’ ὁρίσματα

  πύργοι τ’ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς

  Ἕκτωρ τ’ ἀδελφὸς οὑμὸς εὐτύχει δορί,

  καλῶς παρ’ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ

  [20] τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας·

  ἐπεὶ δὲ Τροία θ’ Ἕκτορός τ’ ἀπόλλυται

  ψυχή, πατρῴα θ’ ἑστία κατεσκάφη,

  αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει

  σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,

  [25] κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν

  ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμ’ ἁλὸς

  μεθῆχ’, ἵν’ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.

  [28] Κεῖμαι δ’ ἐπ’ ἀκταῖς, ἄλλοτ’ ἐν πόντου σάλῳ,

  πολλοῖς διαύλοις κυμάτων φορούμενος,

  [30] ἄκλαυτος ἄταφος· νῦν δ’ ὑπὲρ μητρὸς φίλης

  Ἑκάβης ἀίσσω, σῶμ’ ἐρημώσας ἐμόν,

  τριταῖον ἤδη φέγγος αἰωρούμενος,

  ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ

  μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.

  [35] Πάντες δ’ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι

  θάσσουσ’ ἐπ’ ἀκταῖς τῆσδε Θρῃκίας χθονός·

  ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς

  κατέσχ’ Ἀχιλλεὺς πᾶν στράτευμ’ Ἑλληνικόν,

  πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·

  [40] αἰτεῖ δ’ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην

  τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.

  Καὶ τεύξεται τοῦδ’, οὐδ’ ἀδώρητος φίλων

  ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δ’ ἄγει

  θανεῖν ἀδελφὴν τῷδ’ ἐμὴν ἐν ἤματι.

  [45] Δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται

  μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.

  Φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,

  δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ.

  Τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμην

  [50] τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.

  Τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν

  ἔσται· γεραιᾷ δ’ ἐκποδὼν χωρήσομαι

  Ἑκάβῃ· περᾷ γὰρ ἥδ’ ὑπὸ σκηνῆς πόδα

  Ἀγαμέμνονος, φάντασμα δειμαίνουσ’ ἐμόν.

  [54β] Φεῦ·

  [55] ὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων

  δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς

  ὅσονπερ εὖ ποτ’· ἀντισηκώσας δέ σε

  φθείρει θεῶν τις τῆς πάροιθ’ εὐπραξίας.

  Ἑκάβη

  [59] ἄγετ’, ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων,

  [60] ἄγετ’ ὀρθοῦσαι τὴν ὁμόδουλον,

  Τρῳάδες, ὑμῖν, πρόσθε δ’ ἄνασσαν·

  λάβετε φέρετε πέμπετ’ ἀείρετέ μου

  γεραιᾶς χειρὸς προσλαζύμεναι·

  [65] κἀγὼ σκολιῷ σκίπωνι χερὸς

  διερειδομένα σπεύσω βραδύπουν

  ἤλυσιν ἄρθρων προτιθεῖσα.

  Ὦ στεροπὰ Διός, ὦ σκο
τία νύξ,

  τί ποτ’ αἴρομαι ἔννυχος οὕτω

  [70] δείμασι, φάσμασιν; Ὦ πότνια Χθών,

  μελανοπτερύγων μῆτερ ὀνείρων,

  ἀποπέμπομαι ἔννυχον ὄψιν,

  ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκην

  [75] ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς δι’ ὀνείρων

  εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην.

  Ὦ χθόνιοι θεοί, σώσατε παῖδ’ ἐμόν,

  [80] ὃς μόνος οἴκων ἄγκυρ’ ἔτ’ ἐμῶν

  τὴν χιονώδη Θρῄκην κατέχει

  ξείνου πατρίου φυλακαῖσιν.

  [83] Ἔσται τι νέον·

  ἥξει τι μέλος γοερὸν γοεραῖς.

  [85] Οὔποτ’ ἐμὰ φρὴν ὧδ’ ἀλίαστος

  φρίσσει, ταρβεῖ.

  Ποῦ ποτε θείαν Ἑλένου ψυχὰν

  καὶ Κασάνδραν ἐσίδω, Τρῳάδες,

  ὥς μοι κρίνωσιν ὀνείρους;

  [90] Εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷ

  σφαζομέναν, ἀπ’ ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.

  Καὶ τόδε δεῖμά μοι· ἦλθ’ ὑπὲρ ἄκρας

  τύμβου κορυφᾶς

  φάντασμ’ Ἀχιλέως· ᾔτει δὲ γέρας

  [95] τῶν πολυμόχθων τινὰ Τρωιάδων.

  Ἀπ’ ἐμᾶς ἀπ’ ἐμᾶς οὖν τόδε παιδὸς

  πέμψατε, δαίμονες, ἱκετεύω.

  Χορός

  [98] Ἑκάβη, σπουδῇ πρός σ’ ἐλιάσθην

  τὰς δεσποσύνους σκηνὰς προλιποῦσ’,

  [100] ἵν’ ἐκληρώθην καὶ προσετάχθην

  δούλη, πόλεως ἀπελαυνομένη

  τῆς Ἰλιάδος, λόγχης αἰχμῇ

  δοριθήρατος πρὸς Ἀχαιῶν,

  οὐδὲν παθέων ἀποκουφίζουσ’,

  [105] ἀλλ’ ἀγγελίας βάρος ἀραμένη

  μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.

  Ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳ

  λέγεται δόξαι σὴν παῖδ’ Ἀχιλεῖ

  σφάγιον θέσθαι· τύμβου δ’ ἐπιβὰς

  [110] οἶσθ’ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις,

  τὰς ποντοπόρους δ’ ἔσχε σχεδίας

  λαίφη προτόνοις ἐπερειδομένας,

  τάδε θωύ¨σσων·

  Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβον

  [115] στέλλεσθ’ ἀγέραστον ἀφέντες;

  Πολλῆς δ’ ἔριδος συνέπαισε κλύδων,

  δόξα δ’ ἐχώρει δίχ’ ἀν’ Ἑλλήνων

  στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι

  τύμβῳ σφάγιον, τοῖς δ’ οὐχὶ δοκοῦν.

  [120] Ἦν δ’ ὁ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν

  τῆς μαντιπόλου Βάκχης ἀνέχων

  λέκτρ’ Ἀγαμέμνων·

  τὼ Θησείδα δ’, ὄζω Ἀθηνῶν,

  δισσῶν μύθων ῥήτορες ἦσαν·

  [125] γνώμῃ δὲ μιᾷ συνεχωρείτην,

  τὸν Ἀχίλλειον τύμβον στεφανοῦν

  αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας

  λέκτρ’ οὐκ ἐφάτην τῆς Ἀχιλείας

  πρόσθεν θήσειν ποτὲ λόγχης.

  Σπουδαὶ δὲ λόγων κατατεινομένων

  ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων

  κόπις ἡδυλόγος δημοχαριστὴς

  Λαερτιάδης πείθει στρατιὰν

  μὴ τὸν ἄριστον Δαναῶν πάντων

  [135] δούλων σφαγίων εἵνεκ’ ἀπωθεῖν,

  μηδέ τιν’ εἰπεῖν παρὰ Φερσεφόνῃ

  στάντα φθιμένων

  ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς

  τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων

  [140] Τροίας πεδίων ἀπέβησαν.

  Ἥξει δ’ Ὀδυσεὺς ὅσον οὐκ ἤδη,

  πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν

  ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.

  Ἀλλ’ ἴθι ναούς, ἴθι πρὸς βωμούς,

  [145] ἵζ’ Ἀγαμέμνονος ἱκέτις γονάτων,

  κήρυσσε θεοὺς τούς τ’ οὐρανίδας

  τούς θ’ ὑπὸ γαῖαν.

  Ἢ γάρ σε λιταὶ διακωλύσουσ’

  ὀρφανὸν εἶναι παιδὸς μελέας,

  [150] ἢ δεῖ σ’ ἐπιδεῖν τύμβου προπετῆ

  φοινισσομένην αἵματι παρθένον

  ἐκ χρυσοφόρου

  δειρῆς νασμῷ μελαναυγεῖ.

  Ἑκάβη

  [154] Οἲ ἐγὼ μελέα, τί ποτ’ ἀπύσω;

  [155] Ποίαν ἀχώ, ποῖον ὀδυρμόν,

  δειλαία δειλαίου γήρως,

  δουλείας τᾶς οὐ τλατᾶς,

  τᾶς οὐ φερτᾶς; Οἴμοι.

  Τίς ἀμύνει μοι; Ποία γέννα,

  [160] ποία δὲ πόλις; Φροῦδος πρέσβυς,

  φροῦδοι παῖδες.

  Ποίαν ἢ ταύταν ἢ κείναν

  στείχω; Ποῖ δ’ ἥσω; Ποῦ τις θεῶν

  ἢ δαιμόνων ἐπαρωγός;

  [165] Ὦ κάκ’ ἐνεγκοῦσαι,

  Τρῳάδες ὦ κάκ’ ἐνεγκοῦσαι

  πήματ’, ἀπωλέσατ’ ὠλέσατ’· οὐκέτι μοι βίος

  ἀγαστὸς ἐν φάει.

  Ὦ τλάμων ἅγησαί μοι πούς,

  [170] ἅγησαι τᾷ γηραιᾷ

  πρὸς τάνδ’ αὐλάν· ὦ τέκνον, ὦ παῖ,

  δυστανοτάτας ματέρος ἔξελθ’ ἔξελθ’

  [174] οἴκων ἄιε ματέρος αὐδάν.

  [175] Ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵαν

  ἀίω φάμαν περὶ σᾶς ψυχᾶς.

  Πολυξένη

  [177] Ἰώ·

  μᾶτερ μᾶτερ τί βοᾷς; Τί νέον

  καρύξασ’ οἴκων μ’ ὥστ’ ὄρνιν

  θάμβει τῷδ’ ἐξέπταξας;

  Ἑκάβη

  [180] οἴμοι τέκνον.

  Πολυξένη

  Τί με δυσφημεῖς; Φροίμιά μοι κακά.

  Ἑκάβη

  Αἰαῖ σᾶς ψυχᾶς.

  Πολυξένη

  Ἐξαύδα· μὴ κρύψῃς δαρόν.

  Δειμαίνω δειμαίνω, μ�
�τερ,

  [185] τί ποτ’ ἀναστένεις . . .

  Ἑκάβη

  Ὦ τέκνον τέκνον μελέας ματρὸς . . .

  Πολυξένη

  Τί <δὲ> τόδ’ ἀγγελεῖς;

  Ἑκάβη

  σφάξαι σ’ Ἀργείων κοινὰ

  συντείνει πρὸς τύμβον γνώμα

  [190] Πηλείᾳ γέννᾳ.

  Πολυξένη

  [191] Οἴμοι μᾶτερ, πῶς φθέγγῃ

  ἀμέγαρτα κακῶν; Μάνυσόν μοι,

  μάνυσον, μᾶτερ.

  Ἑκάβη

  Αὐδῶ, παῖ, δυσφήμους φήμας·

  [195] ἀγγέλλουσ’ Ἀργείων δόξαι

  ψήφῳ τᾶς σᾶς περί μοι ψυχᾶς.

  Πολυξένη

  Ὦ δεινὰ παθοῦσ’, ὦ παντλάμων,

  ὦ δυστάνου μᾶτερ βιοτᾶς

  οἵαν οἵαν αὖ σοι λώβαν

  [200] ἐχθίσταν ἀρρήταν τ’

  ὦρσέν τις δαίμων;

  Οὐκέτι σοι παῖς ἅδ’ οὐκέτι δὴ

  γήρᾳ δειλαίῳ δειλαία

  συνδουλεύσω.

  [205] Σκύμνον γάρ μ’ ὥστ’ οὐριθρέπταν

  μόσχον δειλαία δειλαίαν

  . . . . . ἐσόψῃ,

  χειρὸς ἀναρπαστὰν

  σᾶς ἄπο λαιμότομόν τ’ Ἀίδᾳ

  γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα

  [210] τάλαινα κείσομαι.

  Καὶ σοῦ μέν, μᾶτερ, δυστάνου

  κλαίω πανδύρτοις θρήνοις,

  τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τ’

  οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι

  [215] ξυντυχία κρείσσων ἐκύρησεν.

  Χορός

  [216] Καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῇ ποδός,

  Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.

  Ὀδυσσεύς

  Γύναι, δοκῶ μέν σ’ εἰδέναι γνώμην στρατοῦ

  ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλ’ ὅμως φράσω.

  [220] Ἔδοξ’ Ἀχαιοῖς παῖδα σὴν Πολυξένην

 

‹ Prev