by Euripides
τέρπειν ἂν ἄλλους: οὐδὲ γὰρ δίκην ἔχει.
Τάχ’ οὖν ἂν εἴποις: Πελοπίαν παρεὶς χθόνα
185 πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;
ἐγὼ δίκαιός εἰμ’ ἀφηγεῖσθαι τάδε.
Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,
τὰ δ’ ἄλλα μικρὰ κἀσθενῆ: πόλις δὲ σὴ
μόνη δύναιτ’ ἂν τόνδ’ ὑποστῆναι πόνον:
190 τά τ’ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν
ἔχει σὲ ποιμέν’ ἐσθλόν: οὗ χρείᾳ πόλεις
πολλαὶ διώλοντ’, ἐνδεεῖς στρατηλάτου.
Χορός
Κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω,
Θησεῦ, δι’ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.
195 Θησεύς
Ἄλλοισι δὴ ‘πόνησ’ ἁμιλληθεὶς λόγῳ
τοιῷδ’. Ἔλεξε γάρ τις ὡς τὰ χείρονα
πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων:
ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,
πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς:
200 εἰ μὴ γὰρ ἦν τόδ’, οὐκ ἂν ἦμεν ἐν φάει.
Αἰνῶ δ’ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου
καὶ θηριώδους θεῶν διεσταθμήσατο,
πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δ’ ἄγγελον
γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,
205 τροφήν τε καρποῦ τῇ τροφῇ τ’ ἀπ’ οὐρανοῦ
σταγόνας ὑδρηλάς, ὡς τά γ’ ἐκ γαίας τρέφῃ
ἄρδῃ τε νηδύν: πρὸς δὲ τοῖσι χείματος
προβλήματ’, αἶθρον ἐξαμύνασθαι θεοῦ,
πόντου τε ναυστολήμαθ’, ὡς διαλλαγὰς
210 ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.
Ἃ δ’ ἔστ’ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,
ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς
μάντεις προσημαίνουσιν οἰωνῶν τ’ ἄπο.
Ἆρ’ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ
215 δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;
ἀλλ’ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν
ζητεῖ, τὸ γαῦρον δ’ ἐν φρεσὶν κεκτημένοι
δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.Θησεύς
Ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς,
220 ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς
ξένοισιν ὧδ’ ἔδωκας ὡς ζώντων θεῶν,
λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν
ἥλκωσας οἴκους: χρῆν γὰρ οὐδὲ σώματα
ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι,
225 εὐδαιμονοῦντας δ’ ἐς δόμους κτᾶσθαι φίλους.
Κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος
τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε
τὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα.
Ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,
230 μάντεων λεγόντων θέσφατ’, εἶτ’ ἀτιμάσας
βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,
νέοις παραχθείς, οἵτινες τιμώμενοι
χαίρουσι πολέμους τ’ αὐξάνουσ’ ἄνευ δίκης,
φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ,
235 ὁ δ’ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών,
ἄλλος δὲ κέρδους οὕνεκ’, οὐκ ἀποσκοπῶν
τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.
Τρεῖς γὰρ πολιτῶν μερίδες: οἳ μὲν ὄλβιοι
ἀνωφελεῖς τε πλειόνων τ’ ἐρῶσ’ ἀεί:
240 οἳ δ’ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου
δεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος,
ἐς τοὺς ἔχοντας κέντρ’ ἀφιᾶσιν κακά,
γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι:
τριῶν δὲ μοιρῶν ἡ ‘ν μέσῳ σῴζει πόλεις,
245 κόσμον φυλάσσουσ’ ὅντιν’ ἂν τάξῃ πόλις.
Κἄπειτ’ ἐγώ σοι σύμμαχος γενήσομαι;
τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;
χαίρων ἴθ’: εἰ γὰρ μὴ βεβούλευσαι καλῶς,
αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δ’ ἐᾶν.
Χορός
250 Ἥμαρτεν: ἐν νέοισι δ’ ἀνθρώπων τόδε
ἔνεστι: συγγνώμην δὲ τῷδ’ ἔχειν χρεών.
[ἀλλ’ ὡς ἰατρὸν τῶνδ’, ἄναξ, ἀφίγμεθα.]
Ἄδραστος
Οὔτοι δικαστήν εἱλόμην ἐμῶν κακῶν
οὐδ’, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,
255 τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ,
ἀλλ’ ὡς ὀναίμην. Εἰ δὲ μὴ βούλῃ τάδε,
στέργειν ἀνάγκη τοῖσι σοῖς: τί γὰρ πάθω;
ἄγ’, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην
αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ
260 θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν
Δήμητρα θέμεναι μάρτυρ’ ἡλίου τε φῶς,
ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.
Χορός
. . . . . . . .
Ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δ’ ἡμεῖς χθονὸς
ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα.
265 Τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς
γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;
μὴ δῆτ’: ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,
δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν
ἔπτηξε χειμασθεῖσα: τῶν γὰρ ἐν βροτοῖς
270 οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.
Βᾶθι, τάλαιν’, ἱερῶν δαπέδων ἄπο Περσεφονείας,
βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,
&
nbsp; τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ‘γώ,
οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.
275 [Ἴώ μοι: λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς.]
Πρός γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,
279 ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία:
280 οἴκτισαι ἀμφὶ τέκνων μ’ †ἱκέταν ἤ τιν’† ἀλάταν
οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.
Μηδ’ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν
παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω.
Βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι
285 γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.
Θησεύς
Μῆτερ, τί κλαίεις λέπτ’ ἐπ’ ὀμμάτων φάρη
βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους
κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.
Ἕπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει
290 σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.
Αἴθρα
Αἰαῖ.
Θησεύς
Τὰ τούτων οὐχὶ σοὶ στενακτέον.
Αἴθρα
Ὦ τλήμονες γυναῖκες.
Θησεύς
Οὐ σὺ τῶνδ’ ἔφυς.
Αἴθρα
Εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;
Θησεύς
Ὡς πολλά γ’ ἐστὶ κἀπὸ θηλειῶν σοφά.
Αἴθρα
295 Ἀλλ’ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.
Θησεύς
Αἰσχρόν γ’ ἔλεξας, χρήστ’ ἔπη κρύπτειν φίλοις.
Αἴθρα
Οὔτοι σιωπῶσ’ εἶτα μέμψομαί ποτε
τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,
οὐδ’ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν
300 δείσασ’ ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν.
Ἐγὼ δέ σ’, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν
σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας:
τἄλλ’ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ ‘σφάλης.
Πρὸς τοῖσδε δ’, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν
305 τολμηρὸν εἶναι, κάρτ’ ἂν εἶχον ἡσύχως:
νῦν δ’ ἴσθι σοί τε τοῦθ’ ὅσην τιμὴν φέρει,
κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,
ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς
τάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖν
310 ἐς τήνδ’ ἀνάγκην σῇ καταστῆσαι χερί,
νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος
παῦσαι: τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις
τοῦτ’ ἔσθ’, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς.
Ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν,
315 πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,
δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου
ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,
οὗ δ’ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν
χρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης.
320 Μὴ δῆτ’ ἐμός γ’ ὤν, ὦ τέκνον, δράσῃς τάδε.
Ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένη
τοῖς κερτομοῦσι γοργὸν ὄμμ’ ἀναβλέπει
σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται:
αἱ δ’ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις
325 σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.
Οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις
προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;
ὡς οὔτε ταρβῶ σὺν δίκῃ σ’ ὁρμώμενον,
Κάδμου θ’ ὁρῶσα λαὸν εὖ πεπραγότα,
330 ἔτ’ αὐτὸν ἄλλα βλήματ’ ἐν κύβοις βαλεῖν
πέποιθ’: ὁ γὰρ θεὸς πάντ’ ἀναστρέφει πάλιν.
Χορός
Ὦ φιλτάτη μοι, τῷδέ τ’ εἴρηκας καλῶς
κἀμοί: διπλοῦν δὲ χάρμα γίγνεται τόδε.
Θησεύς
Ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι
335 ὀρθῶς ἔχουσ’ ἐς τόνδε, κἀπεφηνάμην
γνώμην ὑφ’ οἵων ἐσφάλη βουλευμάτων:
ὁρῶ δὲ κἀγὼ ταῦθ’ ἅπερ με νουθετεῖς,
ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις
φεύγειν τὰ δεινά. Πολλὰ γὰρ δράσας καλὰ
340 ἔθος τόδ’ εἰς Ἕλληνας ἐξελεξάμην,
ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.
Οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.
Τί γάρ μ’ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,
ὅθ’ ἡ τεκοῦσα χὑπερορρωδοῦσ’ ἐμοῦ
345 πρώτη κελεύεις τόνδ’ ὑποστῆναι πόνον;
δράσω τάδ’: εἶμι καὶ νεκροὺς ἐκλύσομαι
λόγοισι πείθων: εἰ δὲ μή, βίᾳ δορὸς
ἤδη τόδ’ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν.
Δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε.
350 Δόξει δ’ ἐμοῦ θέλοντος: ἀλλὰ τοῦ λόγου
προσδοὺς ἔχοιμ’ ἂν δῆμον εὐμενέστερον.
Καὶ γὰρ κατέστησ’ αὐτὸν ἐς μοναρχίαν
ἐλευθερώσας τήνδ’ ἰσόψηφον πόλιν.
Λαβὼν δ’ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων
355 ἐς πλῆθος ἀστῶν εἶμι: καὶ πείσας τάδε,
λεκτοὺς ἀθροίσας δεῦρ’ Ἀθηναίων κόρους
ἥξω: παρ’ ὅπλοις θ’ ἥμενος πέμψω λόγους
Κρέοντι νεκρῶν σώματ’ ἐξαιτούμενος.
Ἀλλ’, ὦ γεραιαί, σέμν’ ἀφαιρεῖτε στέφη
360 μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω,
φίλην προσάψας χεῖρα: τοῖς τεκοῦσι γ�
�ρ
δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων —
κάλλιστον ἔρανον: δοὺς γὰρ ἀντιλάζυται
παίδων παρ’ αὑτοῦ τοιάδ’ ἃν τοκεῦσι δῷ.
Χορός
365 Ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,
ἐκλύετε τάδ’, ἐκλύετε
ἄνακτος ὅσια περὶ θεοὺς
καὶ μεγάλα Πελασγίᾳ
368β καὶ κατ’ Ἄργος.
Εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν
370 ἱκόμενος ἔτι ματέρος
ἄγαλμα φόνιον ἐξέλοι,
γᾶν δὲ φίλιον Ἰνάχου
372β θεῖτ’ ὀνήσας.
Καλὸν δ’ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος
χάριν τ’ ἔχει τὰν ἐς αἰεί.
375 Τί μοι πόλις κρανεῖ ποτ’; ἆρα φίλιά μοι
τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα;
Ἂμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,
νόμους βροτῶν μὴ μιαίνειν.
Σύ τοι σέβεις δίκαν, τὸ δ’ ἧσσον ἀδικίᾳ
380 νέμεις, δυστυχῆ τ’ ἀεὶ πάντα ῥύῃ.
Θησεύς
Τέχνην μὲν αἰεὶ τήνδ’ ἔχων ὑπηρετεῖς
πόλει τε κἀμοί, διαφέρων κηρύγματα:
ἐλθὼν δ’ ὑπέρ τ’ Ἀσωπὸν Ἰσμηνοῦ θ’ ὕδωρ
σεμνῷ τυράννῳ φράζε Καδμείων τάδε:
385 Θησεύς σ’ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,
συγγείτον’ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,
φίλον τε θέσθαι πάντ’ Ἐρεχθειδῶν λεών.
Κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος
στεῖχ’: ἢν δ’ ἀπιστῶσ’, οἵδε δεύτεροι λόγοι:
390 Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.
Στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν
Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.