Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 119
Complete Works of Euripides Page 119

by Euripides

χέρας προσαρμόσασ’ ἐμοῖς

  ἐν ἀγκῶσι τέκνα θῶμαι.

  Ἄδραστος

  Ἔχεις ἔχεις.

  Χορός

  Πημάτων γ’ ἅλις βάρος.

  Ἄδραστος

  Αἰαῖ.

  Χορός

  Τοῖς τεκοῦσι δ’ οὐ λέγεις;

  Ἄδραστος

  820 Ἀίετέ μου.

  Χορός

  Στένεις ἐπ’ ἀμφοῖν ἄχη.

  Ἄδραστος

  Εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.

  Χορός

  Ἐμὸν δὲ μήποτ’ ἐζύγη

  δέμας ἐς ἀνδρὸς εὐνάν.

  Ἄδραστος

  Ἴδετε κακῶν πέλαγος, ὦ

  825 ματέρες τάλαιναι τέκνων.

  Χορός

  Κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθ’, ἀμφὶ δὲ

  σποδὸν κάρᾳ κεχύμεθα.

  Ἄδραστος

  Ἰὼ ἰώ μοί μοι:

  κατά με πέδον γᾶς ἕλοι,

  830 διὰ δὲ θύελλα σπάσαι,

  πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι.

  Χορός

  833 Πικροὺς ἐσεῖδες γάμους,

  πικρὰν δὲ Φοίβου φάτιν:

  835 ἔρημά σ’ ἁ πολύστονος Οἰδιπόδα

  δώματα λιποῦσ’ ἦλθ’ Ἐρινύς.

  Θησεύς

  Μέλλων σ’ ἐρωτᾶν, ἡνίκ’ ἐξήντλεις στρατῷ

  γόους, ἀφήσω: τοὺς ἐκεῖ μὲν ἐκλιπὼν

  840 εἴασα μύθους, νῦν δ’ Ἄδραστον εἰσορῶ:

  πόθεν ποθ’ οἵδε διαπρεπεῖς εὐψυχίᾳ

  θνητῶν ἔφυσαν; εἰπέ γ’ ὡς σοφώτερος

  νέοισιν ἀστῶν τῶνδ’: ἐπιστήμων γὰρ εἶ.

  Εἶδον γὰρ αὐτῶν κρείσσον’ ἢ λέξαι λόγῳ

  845 τολμήμαθ’, οἷς ἤλπιζον αἱρήσειν πόλιν.

  Ἓν δ’ οὐκ ἐρήσομαί σε, μὴ γέλωτ’ ὄφλω,

  ὅτῳ ξυνέστη τῶνδ’ ἕκαστος ἐν μάχῃ

  ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο.

  Κενοὶ γὰρ οὗτοι τῶν τ’ ἀκουόντων λόγοι

  850 καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼς

  λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς

  σαφῶς ἀπήγγειλ’ ὅστις ἐστὶν ἁγαθός.

  Οὐκ ἂν δυναίμην οὔτ’ ἐρωτῆσαι τάδε

  οὔτ’ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν:

  855 μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖ’ ὁρᾶν

  δύναιτ’ ἂν ἑστὼς πολεμίοις ἐναντίος.

  Ἄδραστος

  Ἄκουε δή νυν: καὶ γὰρ οὐκ ἄκοντί μοι

  δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι

  φίλων ἀληθῆ καὶ δίκαι’ εἰπεῖν πέρι.

  860 Ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο;

  Καπανεὺς ὅδ’ ἐστίν: ᾧ βίος μὲν ἦν πολύς,

  ἥκιστα δ’ ὄλβῳ γαῦρος ἦν: φρόνημα δὲ

  οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,

  φεύγων τραπέζαις ὅστις ἐξογκοῖτ’ ἄγαν

  865 τἀρκοῦντ’ ἀτίζων: οὐ γὰρ ἐν γαστρὸς βορᾷ

  τὸ χρηστὸν εἶναι, μέτρια δ’ ἐξαρκεῖν ἔφη.

  Φίλοις τ’ ἀληθὴς ἦν φίλος, παροῦσί τε

  καὶ μὴ παροῦσιν: ὧν ἀριθμὸς οὐ πολύς.

  Ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,

  870 ἄκραντον οὐδὲν οὔτ’ ἐς οἰκέτας ἔχων

  οὔτ’ ἐς πολίτας. Τὸν δὲ δεύτερον λέγω

  Ἐτέοκλον, ἄλλην χρηστότητ’ ἠσκηκότα:

  νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής,

  πλείστας δὲ τιμὰς ἔσχ’ ἐν Ἀργείᾳ χθονί.

  875 Φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων

  οὐκ εἰσεδέξατ’ οἶκον ὥστε τοὺς τρόπους

  δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.

  Τοὺς δ’ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν

  ἤχθαιρ’: ἐπεί τοι κοὐδὲν αἰτία πόλις

  880 κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.

  Ὁ δ’ αὖ τρίτος τῶνδ’ Ἱππομέδων τοιόσδ’ ἔφυ:

  παῖς ὢν ἐτόλμησ’ εὐθὺς οὐ πρὸς ἡδονὰς

  Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,

  ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς

  885 ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τ’ ἄγρας ἰὼν

  ἵπποις τε χαίρων τόξα τ’ ἐντείνων χεροῖν,

  πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.

  Ὁ τῆς κυναγοῦ δ’ ἄλλος Ἀταλάντης γόνος

  [παῖς] Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,

  890 Ἀρκὰς μὲν ἦν, ἐλθὼν δ’ ἐπ’ Ἰνάχου ῥοὰς

  παιδεύεται κατ’ Ἄργος. Ἐκτραφεὶς δ’ ἐκεῖ

  πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,

  λυπηρὸς οὐκ ἦν οὐδ’ ἐπίφθονος πόλει

  οὐδ’ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς

  895 μάλιστ’ ἂν εἴη δημότης τε καὶ ξένος.

  Λόχοις δ’ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς

  ἤμυνε χώρᾳ, χὡπότ’ εὖ πράσσοι πόλις,

  ἔχαιρε, λυπρῶς δ’ ἔφερεν, εἴ τι δυστυχοῖ.

  Πολλοὺς δ’ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας

  900 ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.

  Τυδέως δ’ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν:

  [οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλ’ ἐν ἀσπίδι

  δεινὸς σοφιστής, πολλά τ’ ἐξευρεῖν σοφά.]

  [Γνώμῃ δ’ ἀδελφοῦ Μελεάγρου λελειμμένος,

  905 ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,

  εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι:]

  φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ

  ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον.

  Ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,

  910 Θησεῦ, πρὸ
πύργων τούσδε τολμῆσαι θανεῖν.

  Τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει:

  αἰσχύνεται δὲ τἀγάθ’ ἀσκήσας ἀνὴρ

  κακὸς γενέσθαι πᾶς τις. Ἡ δ’ εὐανδρία

  διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται

  915 λέγειν ἀκούειν θ’ ὧν μάθησιν οὐκ ἔχει.

  Ἃ δ’ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖ

  πρὸς γῆρας. Οὕτω παῖδας εὖ παιδεύετε.

  Χορός

  Ἰὼ τέκνον, δυστυχῆ σ’

  ἔτρεφον, ἔφερον ὑφ’ ἥπατος

  920 πόνους ἐνεγκοῦσ’ ἐν ὠδῖσι: καὶ

  νῦν Ἅιδας τὸν ἐμὸν

  ἔχει μόχθον ἀθλίας,

  ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσ’

  ἁ τάλαινα παῖδα.

  Θrησεύς

  925 Καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον

  θεοὶ ζῶντ’ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς

  αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς:

  τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω,

  ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθ’ ἄν.

  930 Ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν

  φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος.

  Ἀλλ’ οἶσθ’ ὃ δρᾶσαι βούλομαι τούτων πέρι;

  Ἄδραστος

  οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.

  Θησεύς

  Τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ . . .

  Ἄδραστος

  935 Ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;

  Θησεύς

  Ναί: τοὺς δέ γ’ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ.

  Ἄδραστος

  Ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας;

  Θησεύς

  Αὐτοῦ παρ’ οἴκους τούσδε συμπήξας τάφον.

  Ἄδραστος

  Οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.

  Θησεύς

  940 ἡμῖν δέ γ’ οἵδε: στειχέτω δ’ ἄχθη νεκρῶν.

  Ἄδραστος

  Ἴτ’, ὦ τάλαιναι μητέρες, τέκνων πέλας.

  Θησεύς

  Ἥκιστ’, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.

  Ἄδραστος

  Πῶς; Τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;

  Θησεύς

  Ὄλοιντ’ ἰδοῦσαι τούσδ’ ἂν ἠλλοιωμένους.

  Ἄδραστος

  945 Πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.

  Θησεύς

  Τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;

  Ἄδραστος

  Νικᾷς. Μένειν χρὴ τλημόνως: λέγει γὰρ εὖ

  Θησεύς: ὅταν δὲ τούσδε προσθῶμεν πυρί,

  ὀστᾶ προσάξεσθε. Ὦ ταλαίπωροι βροτῶν,

  950 τί κτᾶσθε λόγχας καὶ κατ’ ἀλλήλων φόνους

  τίθεσθε; παύσασθ’, ἀλλὰ λήξαντες πόνων

  ἄστη φυλάσσεθ’ ἥσυχοι μεθ’ ἡσύχων.

  Σμικρὸν τὸ χρῆμα τοῦ βίου: τοῦτον δὲ χρὴ

  ὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.

  Χορός

  955 Οὐκέτ’ εὔτεκνος, οὐκέτ’ εὔ-

  παις, οὐδ’ εὐτυχίας μέτε-

  στίν μοι κουροτόκοις ἐν Ἀργείαις:

  οὐδ’ Ἄρτεμις λοχία

  προσφθέγξαιτ’ ἂν τὰς ἀτέκνους.

  960 Δυσαίων δ’ ὁ βίος,

  πλαγκτὰ δ’ ὡσεί τις νεφέλα

  πνευμάτων ὑπὸ δυσχίμων ἀίσσω.

  Χορός

  Ἑπτὰ ματέρες ἑπτὰ κού-

  ρους ἐγεινάμεθ’ αἱ ταλαί-

  965 πωροι κλεινοτάτους ἐν Ἀργείοις:

  καὶ νῦν ἄπαις ἄτεκνος

  γηράσκω δυστανοτάτως,

  οὔτ’ ἐν φθιμένοις

  οὔτ’ ἐν ζωοῖσιν †ἀριθμουμένη†,

  970 χωρὶς δή τινα τῶνδ’ ἔχουσα μοῖραν.

  Χορός

  Ὑπολελειμμένα μοι δάκρυα:

  μέλεα παιδὸς ἐν οἴκοις

  κεῖται μνήματα, πένθιμοι

  κουραὶ καὶ στέφανοι κόμας,

  975 ἀοιδαί θ’ ἃς χρυσοκόμας

  Ἀπόλλων οὐκ ἐνδέχεται:

  γόοισι δ’ ὀρθρευομένα

  δάκρυσι νοτερὸν ἀεὶ πέπλων

  πρὸς στέρνῳ πτύχα τέγξω.

  Χορός

  980 Καὶ μὴν θαλάμας τάσδ’ ἐσορῶ δὴ

  Καπανέως ἤδη τύμβον θ’ ἱερὸν

  μελάθρων τ’ ἐκτὸς

  Θησέως ἀναθήματα νεκροῖς,

  κλεινήν τ’ ἄλοχον τοῦ καπφθιμένου

  985 τοῦδε κεραυνῷ πέλας Εὐάδνην,

  ἣν Ἶφις ἄναξ παῖδα φυτεύει.

  Τί ποτ’ αἰθερίαν ἕστηκε πέτραν,

  ἣ τῶνδε δόμων ὑπερακρίζει,

  τήνδ’ ἐμβαίνουσα κέλευθον;

  Εὐάδνη

  990 Τί φέγγος, τίν’ αἴγλαν

  ἐδίφρευε τόθ’ ἅλιος

  σελάνα τε κατ’ αἰθέρα,

  †λαμπάδ’ ἵν’ ὠκυθόαι νύμφαι†,

  ἱππεύουσι δι’ ὀρφναίας,

  995 ἁνίκα γάμων

  τῶν ἐμῶν πόλις Ἄργους

  ἀοιδάς, εὐδαιμονίας,

  ἐπύργωσε καὶ γαμέτα

  χαλκεοτευχοῦς, αἰαῖ, Καπανέως.

  1000 Πρός σ’ ἔβαν δρομὰς ἐξ ἐμῶν

  οἴκων ἐκβακχευσαμένα,

  πυρᾶς φῶς τάφον τε

  βατεύσουσα τὸν αὐτόν,

  ἐς Ἅιδαν καταλύσουσ’ ἔμμοχθον

  1005 βίοτον αἰῶνός τε πόνους:

  ἥδιστος γάρ τοι θάνατος

  συνθνῄσκειν θνῄσκουσι φίλοις,

  εἰ δαίμων τάδε κραίνοι.

  Χορός

  Καὶ μὴν ὁρᾷς τήνδ’ ἧς ἐφέστηκας πέλας

  1010 πυράν, Διὸς θησαυρόν, ἔνθ’ ἔνεστι σὸς

  πόσι
ς δαμασθεὶς λαμπάσιν κεραυνίοις.

  Εὐάδνη

  Ὁρῶ δὴ τελευτάν,

  ἵν’ ἕστακα: τύχα δέ μοι

  ξυνάπτοι ποδός: ἀλλὰ τᾶς

  1015 εὐκλεί¨ας χάριν ἔνθεν ὁρ-

  μάσω τᾶσδ’ ἀπὸ πέτρας πη-

  δήσασα πυρὸς ἔσω,

  σῶμά τ’ αἴθοπι φλογμῷ

  1020 πόσει συμμείξασα, φίλον

  χρῶτα χρωτὶ πέλας θεμένα,

  Φερσεφονείας ἥξω θαλάμους,

  σὲ τὸν θανόντ’ οὔποτ’ ἐμᾷ

  προδοῦσα ψυχᾷ κατὰ γᾶς.

  1025 Ἴτω φῶς γάμοι τε:

  ἴθ’ αἵτινες εὐναὶ

  δικαίων ὑμεναίων ἐν Ἄργει

  φανῶσιν τέκνοις: ὅσιος δ’

  εὐναῖος γαμέτας

  1030 συντηχθεὶς αὔραις ἀδόλοις

  1030β γενναίας [ψυχᾶς] ἀλόχοιο.

  Χορός

  Καὶ μὴν ὅδ’ αὐτὸς σὸς πατὴρ βαίνει πέλας

  γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,

  οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.

  Ἶφις

  Ὦ δυστάλαιναι, δυστάλας δ’ ἐγὼ γέρων,

  1035 ἥκω διπλοῦν πένθημ’ ὁμαιμόνων ἔχων,

  τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ

  Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν,

  ζητῶν τ’ ἐμὴν παῖδ’, ἣ δόμων ἐξώπιος

  βέβηκε πηδήσασα Καπανέως δάμαρ,

  1040 θανεῖν ἐρῶσα σὺν πόσει. Χρόνον μὲν οὖν

  τὸν πρόσθ’ ἐφρουρεῖτ’ ἐν δόμοις: ἐπεὶ δ’ ἐγὼ

  φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,

  βέβηκεν. Ἀλλὰ τῇδέ νιν δοξάζομεν

  μάλιστ’ ἂν εἶναι: φράζετ’ εἰ κατείδετε.

  Εὐάδνη

  1045 Τί τάσδ’ ἐρωτᾷς; ἥδ’ ἐγὼ πέτρας ἔπι

  ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς

  δύστηνον αἰώρημα κουφίζω, πάτερ.

 

‹ Prev