by Euripides
μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
Καὶ δεῖ μ’ ὑπὲρ τῶνδ’, εἴπερ οἵδ’ ὑπὲρ πατρός,
θνῄσκειν ἀμύνοντ’· ἢ τί φήσομεν καλὸν
ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε
Εὐρυσθέως πομπαῖσι, τῶν δ’ ἐμῶν τέκνων 580
οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρ’ ῾Ηρακλῆς
ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.
Χορός
Δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα,
πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.
᾿Αμφιτρύων
Πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις εἶναι φίλον 585
τά τ’ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ‘πείγου λίαν.
῾Ηρακλῆς
Τί δ’ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;
᾿Αμφιτρύων
Πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ
δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,
οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν 590
ἐφ’ ἁρπαγαῖσι τῶν πέλας, τὰ δ’ ἐν δόμοις
δαπάναισι φροῦδα διαφυγόνθ’ ὑπ’ ἀργίας.
Ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δ’ ὤφθης, ὅρα
ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς.
῾Ηρακλῆς
Μέλει μὲν οὐδὲν εἴ με πᾶσ’ εἶδεν πόλις· 595
ὄρνιν δ’ ἰδών τιν’ οὐκ ἐν αἰσίοις ἕδραις,
ἔγνων πόνον τιν’ ἐς δόμους πεπτωκότα·
ὥστ’ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.
᾿Αμφιτρύων
Καλῶς· παρελθὼν νῦν πρόσειπέ θ’ ἑστίαν
καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμ’ ἰδεῖν. 600
Ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
ἕλξων φονεύσων κἄμ’ ἐπισφάξων ἄναξ·
μένοντι δ’ αὐτοῦ πάντα σοι γενήσεται
τῇ τ’ ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴν
μὴ πρὶν ταράξῃς πρὶν τόδ’ εὖ θέσθαι, τέκνον. 605
῾Ηρακλῆς
Δράσω τάδ’· εὖ γὰρ εἶπας· εἶμ’ ἔσω δόμων.
χρόνῳ δ’ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
῞Αιδου Κόρης <τ’> ἔνερθεν, οὐκ ἀτιμάσω
θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
᾿Αμφιτρύων
Ἦλθες γὰρ ὄντως δώματ’ εἰς ῞Αιδου, τέκνον; 610
῾Ηρακλῆς
Καὶ θῆρά γ’ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
᾿Αμφιτρύων
Μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν;
῾Ηρακλῆς
Μάχῃ· τὰ μυστῶν δ’ ὄργι’ εὐτύχησ’ ἰδών.
᾿Αμφιτρύων
Ἦ καὶ κατ’ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;
῾Ηρακλῆς
Χθονίας νιν ἄλσος ῾Ερμιών τ’ ἔχει πόλις. 615
᾿Αμφιτρύων
Οὐδ’ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ’ ἄνω;
῾Ηρακλῆς
Οὐκ οἶδ’· ἵν’ ἐλθὼν τἀνθάδ’ εἰδείην πάρος.
᾿Αμφιτρύων
Χρόνον δὲ πῶς τοσοῦτον ἦσθ’ ὑπὸ χθονί;
῾Ηρακλῆς
Θησέα κομίζων ἐχρόνισ’ <ἐξ> ῞Αιδου, πάτερ.
᾿Αμφιτρύων
Καὶ ποῦ ‘στιν; ἢ γῆς πατρίδος οἴχεται πέδον; 620
῾Ηρακλῆς
Βέβηκ’ ᾿Αθήνας νέρθεν ἄσμενος φυγών.
Ἀλλ’ εἶ’, ὁμαρτεῖτ’, ὦ τέκν’, ἐς δόμους πατρί·
καλλίονές τἄρ’ εἴσοδοι τῶν ἐξόδων
πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε
καὶ νάματ’ ὄσσων μηκέτ’ ἐξανίετε. 625
Σύ τ’, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ
τρόμου τε παῦσαι, καὶ μέθεσθ’ ἐμῶν πέπλων·
οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.
Ἆ,
οἵδ’ οὐκ ἀφιᾶσ’, ἀλλ’ ἀνάπτονται πέπλων
τοσῷδε μᾶλλον· ὧδ’ ἔβητ’ ἐπὶ ξυροῦ; 630
ἄξω λαβών γε τούσδ’ ἐφολκίδας χεροῖν,
ναῦς δ’ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι
θεράπευμα τέκνων. Πάντα τἀνθρώπων ἴσα·
φιλοῦσι παῖδας οἵ τ’ ἀμείνονες βροτῶν
οἵ τ’ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι· 635
ἔχουσιν, οἳ δ’ οὔ· πᾶν δὲ φιλότεκνον γένος.
Χορός
Ἁ νεότας μοι φίλον αἰεί· τὸ δὲ γῆρας ἄχθος
βαρύτερον Αἴτνας σκοπέλων
ἐπὶ κρατὶ κεῖται, βλεφάρων σκοτεινὸν
φάος ἐπικαλύψαν.
Μή μοι μήτ’ ᾿Ασιήτιδος
τυραννίδος ὄλβος εἴη,
μὴ χρυσοῦ δώματα πλήρη 645
τᾶς ἥβας ἀντιλαβεῖν,
ἃ καλλίστα μὲν ἐν ὄλβῳ,
καλλίστα δ’ ἐν πενίᾳ.
Τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-
ρας μισῶ· κατὰ κυμάτων δ’ 650
ἔρροι, μηδέ ποτ’ ὤφελεν
θνατῶν δώματα καὶ πόλεις
ἐλθεῖν, ἀλλὰ κατ’ αἰθέρ’ αἰ-
εὶ πτεροῖσι φορείσθω.
Εἰ δὲ θεοῖς ἦν ξύνεσις καὶ σοφία κατ’ ἄνδρας, 655
δίδυμον ἂν ἥβαν ἔφερον
φανερὸν χαρακτῆρ’ ἀρετᾶς ὅσοισιν
μέτα, κατθανόντες τ’ 660
εἰς αὐγὰς πάλιν ἁλίου
δισσοὺς ἂν ἔβαν διαύλους,
ἁ δυσγένεια δ’ ἁπλοῦν ἂν
εἶχεν ζόας βίοτον,
καὶ τῷδ’ ἦν τούς τε κακοὺς ἂν 665
γνῶναι καὶ τοὺς ἀγαθούς,
ἴσον ἅτ’ ἐν νεφέλαισιν ἄ-
στρων ναύταις ἀριθμὸς πέλει.
Νῦν δ’ οὐδεὶς ὅρος ἐκ θεῶν
χρηστο�
��ς οὐδὲ κακοῖς σαφής, 670
ἀλλ’ εἱλισσόμενός τις αἰ-
ὼν πλοῦτον μόνον αὔξει.
Οὐ παύσομαι τὰς Χάριτας
Μούσαις συγκαταμειγνύς,
ἁδίσταν συζυγίαν. 675
μὴ ζῴην μετ’ ἀμουσίας,
αἰεὶ δ’ ἐν στεφάνοισιν εἴην.
Ἔτι τοι γέρων ἀοιδὸς
κελαδεῖ Μναμοσύναν·
ἔτι τὰν ῾Ηρακλέους 680
καλλίνικον ἀείδω.
Παρά τε Βρόμιον οἰνοδόταν
παρά τε χέλυος ἑπτατόνου
μολπὰν καὶ Λίβυν αὐλόν·
οὔπω καταπαύσομεν 685
Μούσας, αἵ μ’ ἐχόρευσαν.
Παιᾶνα μὲν Δηλιάδες
ὑμνοῦσ’ ἀμφὶ πύλας τὸν
Λατοῦς εὔπαιδα γόνον
εἱλίσσουσαι καλλίχορον· 690
παιᾶνας δ’ ἐπὶ σοῖς μελά-
θροις κύκνος ὣς γέρων ἀοι-
δὸς πολιᾶν ἐκ γενύων
κελαδήσω· τὸ γὰρ εὖ
τοῖς ὕμνοισιν ὑπάρχει· 695
Διὸς ὁ παῖς· τᾶς δ’ εὐγενίας
πλέον ὑπερβάλλων <ἀρετᾷ>
μοχθήσας τὸν ἄκυμον
θῆκεν βίοτον βροτοῖς
πέρσας δείματα θηρῶν. 700
Λύκος
Ἐς καιρὸν οἴκων ᾿Αμφιτρύων ἔξω περᾷ·
χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις
κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.
Ἀλλ’ εἶα, παῖδας καὶ δάμαρθ’ ῾Ηρακλέους
ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων, 705
ἐφ’ οἷς ὑπέστητ’ αὐτεπάγγελτοι θανεῖν.
᾿Αμφιτρύων
Ἄναξ, διώκεις μ’ ἀθλίως πεπραγότα
ὕβριν θ’ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·
ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
Ἐπεὶ δ’ ἀνάγκην προστίθης ἡμῖν θανεῖν, 710
στέργειν ἀνάγκη· δραστέον δ’ ἃ σοὶ δοκεῖ.
Λύκος
Ποῦ δῆτα Μεγάρα; ποῦ τέκν’ ᾿Αλκμήνης γόνου;
᾿Αμφιτρύων
Δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι...
Λύκος
Τί χρῆμα δόξης; τοῦ δ’ ἔχεις τεκμήριον;
᾿Αμφιτρύων
Ἱκέτιν πρὸς ἁγνοῖς ῾Εστίας θάσσειν βάθροις... 715
Λύκος
Ἀνόνητά γ’ ἱκετεύουσαν ἐκσῷσαι βίον.
᾿Αμφιτρύων
Λαὶ τὸν θανόντα γ’ ἀνακαλεῖν μάτην πόσιν.
Λύκος
Ὅ δ’ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ.
᾿Αμφιτρύων
Οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
Λύκος
Χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων. 720
᾿Αμφιτρύων
Μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
Λύκος
Ἡμεῖς, ἐπειδὴ σοὶ τόδ’ ἔστ’ ἐνθύμιον,
οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
σὺν μητρὶ παῖδας. δεῦρ’ ἕπεσθε, πρόσπολοι,
ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων. 725
᾿Αμφιτρύων
Σὺ δ’ οὖν ἴθ’, ἔρχῃ δ’ οἷ χρεών· τὰ δ’ ἄλλ’ ἴσως
ἄλλῳ μελήσει. Προσδόκα δὲ δρῶν κακῶς
κακόν τι πράξειν. Ὦ γέροντες, ἐς καλὸν
στείχει, βρόχοισι δ’ ἀρκύων γενήσεται
ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν 730
ὁ παγκάκιστος. Εἶμι δ’, ὡς ἴδω νεκρὸν
πίπτοντ’· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ
ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.
Χορός
Μεταβολὰ κακῶν· μέγας ὁ πρόσθ’ ἄναξ 735
πάλιν ὑποστρέφει βίοτον ἐξ ῞Αιδα.
Ἰώ·
δίκα καὶ θεῶν παλίρρους πότμος. 740
Ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών,
ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
Χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·
πάλιν ἔμολεν, ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισ’ ἂν 745
παθεῖν, γᾶς ἄναξ.
Ἀλλ’, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω
σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.
Λύκος
Ἰώ μοί μοι. 750
Χορός
Τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν
φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
Βοᾷ
φόνου φροίμιον στενάζων ἄναξ.
Λύκος
Ὦ πᾶσα Κάδμου γαῖ’, ἀπόλλυμαι δόλῳ.
Χορός
Καὶ γὰρ διώλλυς· ἀντίποινα δ’ ἐκτίνων 755
τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
Τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν,
ἄφρονα λόγον οὐρανίων μακάρων κατέβαλ’, ὡς ἄρ’ οὐ
σθένουσιν θεοί;
Γέροντες, οὐκέτ’ ἔστι δυσσεβὴς ἀνήρ. 760
Σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
[Φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.]
Χοροὶ χοροὶ καὶ θαλίαι
μέλουσι Θήβας ἱερὸν κατ’ ἄστυ.
Μεταλλαγαὶ γὰρ δακρύων, 765
μεταλλαγαὶ συντυχίας
<νέας> ἔτεκον ἀοιδάς.
Βέβακ’ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος
κρατεῖ, λιμένα λιπών γε τὸν ᾿Αχερόντιον. 770
δοκημάτων ἐκτὸς ἦλθεν ἐλπίς.
θεοὶ θεοὶ τῶν ἀδίκων
μέλουσι καὶ τῶν ὁσίων ἐπᾴειν.
Ὁ χρυσὸς ἅ τ’ εὐτυχία
φρενῶν βροτοὺς ἐξάγεται, 775
δύνασιν ἄδικον ἐφέλκων.
Χρ
όνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα·
νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺς
ἔθραυσεν ὄλβου κελαινὸν ἅρμα. 780
᾿Ισμήν’ ὦ στεφαναφόρει,
ξεσταί θ’ ἑπταπύλου πόλεως
ἀναχορεύσατ’ ἀγυιαί,
Δίρκα θ’ ἁ καλλιρρέεθρος,
σύν τ’ ᾿Ασωπιάδες κόραι, 785
πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοί,
Νύμφαι, τὸν ῾Ηρακλέους
καλλίνικον ἀγῶνα.
Πυθίου δενδρῶτι πέτρα 790
Μουσῶν θ’ ῾Ελικωνιάδων δώματα,
ἥξετ’ εὐγαθεῖ κελάδῳ
ἐμὰν πόλιν, ἐμὰ τείχη,
Σπαρτῶν ἵνα γένος ἔφανε
χαλκασπίδων λόχος, ὃς γᾶν 795
τέκνων τέκνοις μεταμείβει,
Θήβαις ἱερὸν φῶς.
Ὦ λέκτρων δύο συγγενεῖς
εὐναί, θνατογενοῦς τε καὶ
Διός, ὃς ἦλθεν ἐς εὐνὰν 800
Νύμφας τᾶς Περσηίδος· ὡς
πιστόν μοι τὸ παλαιὸν ἤ-
δη λέχος, ὦ Ζεῦ, σὸν ἐπ’ οὐκ ἐλπίδι φάνθη,
λαμπρὰν δ’ ἔδειξ’ ὁ χρόνος 805
τὰν ῾Ηρακλέος ἀλκάν·
ὃς γᾶς ἐξέβα θαλάμων
Πλούτωνος δῶμα λιπὼν νέρτερον.
Κρείσσων μοι τύραννος ἔφυς
ἢ δυσγένει’ ἀνάκτων, 810
ἃ νῦν ἐσορᾶν ἔφανε
ξιφηφόρων ἐς ἀγώνων
ἅμιλλαν, εἰ τὸ δίκαιον
θεοῖς ἔτ’ ἀρέσκει.
Ἔα ἔα·
ἆρ’ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου,
γέροντες, οἷον φάσμ’ ὑπὲρ δόμων ὁρῶ;
Φυγῇ φυγῇ
νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.
Ὦναξ Παιάν, 820
ἀπότροπος γένοιό μοι πημάτων.
῏Ιρις
Θαρσεῖτε Νυκτὸς τήνδ’ ὁρῶντες ἔκγονον