Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 132
Complete Works of Euripides Page 132

by Euripides


  πικρὰν διώκων ἤλυσιν πάρεσθ’ ὅδε.

  ᾿Αμφιτρύων

  Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ-

  γα τὸν ὕπνῳ παρειμένον ἐάσετ’ ἐκ-

  λαθέσθαι κακῶν;

  Χορός

  Κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ 1045

  τέκεα καὶ τὸ καλλίνικον κάρα.

  ᾿Αμφιτρύων

  Ἑκαστέρω πρόβατε, μὴ

  κτυπεῖτε, μὴ βοᾶτε, μὴ

  τὸν εὔδι’ ἰαύονθ’

  ὑπνώδεά τ’ εὐνᾶς ἐγείρετε. 1050

  Χορός

  Οἴμοι.

  φόνος ὅσος ὅδ’...

  ᾿Αμφιτρύων

  Ἆ ἆ,

  διά μ’ ὀλεῖτε.

  Χορός

  Κεχυμένος ἐπαντέλλει.

  ᾿Αμφιτρύων

  Οὐκ ἀτρεμαῖα θρῆνον αἰάξετ’, ὦ γέροντες;

  ἢ δέσμ’ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν, 1055

  ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταράξει.

  Χορός

  Ἀδύνατ’ ἀδύνατά μοι.

  ᾿Αμφιτρύων

  Σῖγα, πνοὰς μάθω· φέρε πρὸς οὖς βάλω.

  Χορός

  Εὕδει;

  ᾿Αμφιτρύων

  Ναί, εὕδει

  ὕπνον γ’ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον, ἔ-

  κανε δὲ τέκεα, τοξήρει ψαλμῷ τοξεύσας.

  Χορός

  Σῖτέναζέ νυν

  ᾿Αμφιτρύων

  Στενάζω. 1065

  Χορός

  τέκνων ὄλεθρον

  ᾿Αμφιτρύων

  Ὤμοι.

  Χορός

  Σέθεν τε παιδὸς.

  ᾿Αμφιτρύων

  Αἰαῖ.

  Χορός

  Ὦ πρέσβυ . . .

  ᾿Αμφιτρύων

  Σῖγα σῖγα·

  παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρε,

  ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω. 1070

  Χορός

  Θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ.

  ᾿Αμφιτρύων

  Όρᾶθ’ ὁρᾶτε. Τὸ φάος ἐκ-

  λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ

  φεύγω τάλας, ἀλλ’ εἴ με κανεῖ πατέρ’ ὄντα,

  πρὸς δὲ κακοῖς κακὰ μήσεται 1075

  πρὸς ᾿Ερινύσι θ’ αἷμα σύγγονον ἕξει.

  Χορός

  Τότε θανεῖν σ’ ἐχρῆν, ὅτε δάμαρτι σᾷ

  φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας

  Ταφίων περίκλυστον ἄστυ πέρσας. 1080

  ᾿Αμφιτρύων

  Φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων

  διώκετε· φεύγετε μάργον

  ἄνδρ’ ἐπεγειρόμενον.

  Τάχα φόνον ἕτερον ἐπὶ φόνῳ βαλὼν

  ἀν’ αὖ βακχεύσει Καδμείων πόλιν. 1085

  Χορός

  Ὦ Ζεῦ, τί παῖδ’ ἤχθηρας ὧδ’ ὑπερκότως

  τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδ’ ἤγαγες;

  ῾Ηρακλῆς

  Ἔα·

  ἔμπνους μέν εἰμι καὶ δέδορχ’ ἅπερ με δεῖ,

  αἰθέρα τε καὶ γῆν τόξα θ’ ῾Ηλίου τάδε· 1090

  ὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματι

  πέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέω

  μετάρσι’, οὐ βέβαια, πνευμόνων ἄπο.

  Ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος

  νεανίαν θώρακα καὶ βραχίονα, 1095

  πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματι

  ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;

  πτερωτά τ’ ἔγχη· τόξα δ’ ἔσπαρται πέδῳ,

  ἃ πρὶν παρασπίζοντ’ ἐμοῖς βραχίοσιν

  ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τ’ ἐσῴζετο. 1100

  Οὔ που κατῆλθον αὖθις εἰς ῞Αιδου πάλιν,

  Εὐρυσθέως δίαυλον; εἰς ῞Αιδου; πόθεν;

  Ἀλλ’ οὔτε Σισύφειον εἰσορῶ πέτρον

  Πλούτωνά τ’, οὐδὲ σκῆπτρα Δήμητρος κόρης.

  Ἔκ τοι πέπληγμαι· ποῦ ποτ’ ὢν ἀμηχανῶ; 1105

  Ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,

  δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;

  σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.

  ᾿Αμφιτρύων

  Γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;

  Χορός

  Κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς. 1110

  ῾Ηρακλῆς

  Πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας,

  τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;

  ᾿Αμφιτρύων

  Ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.

  ῾Ηρακλῆς

  Πράσσω δ’ ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς;

  ᾿Αμφιτρύων

  Ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι. 1115

  ῾Ηρακλῆς

  Μέγας γ’ ὁ κόμπος, τὴν τύχην δ’ οὔπω λέγεις.

  ᾿Αμφιτρύων

  Ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.

  ῾Ηρακλῆς

  Εἴπ’, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ.

  ᾿Αμφιτρύων

  Εἰ μηκέθ’ ῞AEHIOUVΑιδου βάκχος εἶ, φράσαιμεν ἄν.

  ῾Ηρακλῆς

  Παπαῖ, τόδ’ ὡς ὕποπτον ᾐνίξω πάλιν. 1120

  ᾿Αμφιτρύων

  Καί σ’ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.

  ῾Ηρακλῆς

  Οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.

  ᾿Αμφιτρύων

  Λύσω, γέροντες, δεσμὰ παιδός; ἢ τί δρῶ;

  ῾Ηρακλῆς

  Καὶ τόν γε δήσαντ’ εἴπ’· ἀναινόμεσθα γάρ.

  ᾿Αμφιτρύων

  Τοσοῦτον ἴσθι τῶν κακῶν· τὰ δ’ ἄλλ’ ἔα. 1125

  ῾Ηρακλῆς

  Ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι;

  ᾿Αμφιτρύων

  Ὦ Ζεῦ, παρ’ ῞Ηρας ἆρ’ ὁρᾷς θ
ρόνων τάδε;

  ῾Ηρακλῆς

  Ἀλλ’ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν;

  ᾿Αμφιτρύων

  Τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.

  ῾Ηρακλῆς

  Ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά. 1130

  ᾿Αμφιτρύων

  Ἰδού, θέασαι τάδε τέκνων πεσήματα.

  ῾Ηρακλῆς

  Οἴμοι· τίν’ ὄψιν τήνδε δέρκομαι τάλας;

  ᾿Αμφιτρύων

  Ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις.

  ῾Ηρακλῆς

  Τί πόλεμον εἶπας; τούσδε τίς διώλεσε;

  ᾿Αμφιτρύων

  Σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος. 1135

  ῾Ηρακλῆς

  Τί φῄς; τί δράσας; ὦ κάκ’ ἀγγέλλων πάτερ.

  ᾿Αμφιτρύων

  Μανείς· ἐρωτᾷς δ’ ἄθλι’ ἑρμηνεύματα.

  ῾Ηρακλῆς

  Ἦ καὶ δάμαρτός εἰμ’ ἐγὼ φονεὺς ἐμῆς;

  ᾿Αμφιτρύων

  Μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.

  ῾Ηρακλῆς

  Αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος. 1140

  ᾿Αμφιτρύων

  Τούτων ἕκατι σὰς καταστένω τύχας.

  ῾Ηρακλῆς

  Ἦ γὰρ συνήραξ’ οἶκον ἢ βάκχευσ’ ἐμόν; ᾳϋχ2000;

  ᾿Αμφιτρύων

  Οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά.

  ῾Ηρακλῆς

  Ποῦ δ’ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;

  ᾿Αμφιτρύων

  Ὅτ’ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί. 1145

  ῾Ηρακλῆς

  Οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς

  τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;

  κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα

  ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας

  τέκνοις δικαστὴς αἵματος γενήσομαι; 1150

  ἢ σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί,

  δύσκλειαν ἣ μένει μ’ ἀπώσομαι βίου;

  Ἀλλ’ ἐμποδών μοι θανασίμων βουλευμάτων

  Θησεὺς ὅδ’ ἕρπει συγγενὴς φίλος τ’ ἐμός.

  Ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος 1155

  ἐς ὄμμαθ’ ἥξει φιλτάτῳ ξένων ἐμῶν.

  Οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν

  εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών;

  † φέρ’ ἄν τι † κρατὶ περιβάλω σκότον.

  Αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς· 1160

  καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼν

  οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.

  Θησεύς

  Ἥκω σὺν ἄλλοις, οἳ παρ’ ᾿Ασωποῦ ῥοὰς

  μένουσιν, ἔνοπλοι γῆς ᾿Αθηναίων κόροι,

  σῷ παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ. 1165

  Κληδὼν γὰρ ἦλθεν εἰς ᾿Ερεχθειδῶν πόλιν

  ὡς σκῆπτρα χώρας τῆσδ’ ἀναρπάσας Λύκος

  ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται.

  Τίνων δ’ ἀμοιβὰς ὧν ὑπῆρξεν ῾Ηρακλῆς

  σῴσας με νέρθεν, ἦλθον, εἴ τι δεῖ, γέρον, 1170

  ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων.

  Ἔα·

  τί νεκρῶν τῶνδε πληθύει πέδον;

  οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν

  ὕστερος ἀφῖγμαι; τίς τάδ’ ἔκτεινεν τέκνα;

  τίνος γεγῶσαν τήνδ’ ὁρῶ ξυνάορον; 1175

  οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας,

  ἀλλ’ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν.

  ᾿Αμφιτρύων

  Ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων . . .

  Θησεύς

  Τί χρῆμά μ’ οἰκτροῖς ἐκάλεσας προοιμίοις;

  ᾿Αμφιτρύων

  Ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν. 1180

  Θησεύς

  Οἱ παῖδες οἵδε τίνες, ἐφ’ οἷς δακρυρροεῖς;

  ᾿Αμφιτρύων

  Ἔτεκε μέν οὑμὸς ἶνις τάλας,

  τεκόμενος δ’ ἔκανε, φόνιον αἷμα τλάς.

  Θησεύς

  Εὔφημα φώνει.

  ᾿Αμφιτρύων

  Βουλομένοισιν ἐπαγγέλλῃ. 1185

  Θησεύς

  Ὦ δεινὰ λέξας.

  ᾿Αμφιτρύων

  Οἰχόμεθ’ οἰχόμεθα πτανοί.

  Θησεύς

  Τί φῄς; τί δράσας;

  ᾿Αμφιτρύων

  Μαινομένῳ πιτύλῳ πλαγχθεὶς

  ἑκατογκεφάλου βαφαῖς ὕδρας. 1190

  Θησεύς

  ῞Ηρας ὅδ’ ἁγών· τίς δ’ ὅδ’ οὑν νεκροῖς, γέρον;

  ᾿Αμφιτρύων

  Ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ἐπὶ

  δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ-

  σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.

  Θησεύς

  Φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ; 1195

  ᾿Αμφιτρύων

  Οὐκ ἂν εἰδείης

  ἕτερον πολυμοχθότερον πολυπλαγκτότερόν τε θνατῶν.

  Θησεύς

  Τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;

  ᾿Αμφιτρύων

  Αἰδόμενος τὸ σὸν ὄμμα

  καὶ φιλίαν ὁμόφυλον 1200

  αἷμά τε παιδοφόνον.

  Θησεύς

  Ἀλλ’, εἰ συναλγῶν γ’ ἦλθον, ἐκκάλυπτέ νιν.

  ᾿Αμφιτρύων

  Ὦ τέκνον·

  πάρες ἀπ’ ὀμμάτων

  πέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον. 1205

  Βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί,

  ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ

  γόνυ καὶ χέρα σὰν προπίτνων,

  πολιόν τε δάκρυον ἐκβάλλων· 1210

  ἰὼ παῖ, κατάσχεθε λέοντος ἀγρίου θυμόν, ὡ
ς

  βρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ,

  κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.

  Θησεύς

  Εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας

  αὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν. 1215

  Οὐδεὶς σκότος γὰρ ὧδ’ ἔχει μέλαν νέφος,

  ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν.

  Τί μοι προσείων χεῖρα σημαίνεις φόνον;

  ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων;

  Οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς· 1220

  καὶ γάρ ποτ’ εὐτύχησα. ἐκεῖσ’ ἀνοιστέον,

  ὅτ’ ἐξέσῳσάς μ’ ἐς φάος νεκρῶν πάρα.

  Χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων,

  καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει,

  συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ. 1225

  Ἀνίστασ’, ἐκκάλυψον ἄθλιον κάρα,

  βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν,

  φέρει τά γ’ ἐκ θεῶν πτώματ’ οὐδ’ ἀναίνεται.

  ῾Ηρακλῆς

  Θησεῦ, δέδορκας τόνδ’ ἀγῶν’ ἐμῶν τέκνων;

  Θησεύς

  Ἤκουσα, καὶ βλέποντι σημαίνεις κακά. 1230

  ῾Ηρακλῆς

  Τί δῆτά μου κρᾶτ’ ἀνεκάλυψας ἡλίῳ;

  Θησεύς

  Τί δ’; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν.

  ῾Ηρακλῆς

  Φεῦγ’, ὦ ταλαίπωρ’, ἀνόσιον μίασμ’ ἐμόν.

  Θησεύς

  Οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων.

  ῾Ηρακλῆς

  Ἐπῄνεσ’· εὖ δράσας δέ σ’ οὐκ ἀναίνομαι.1235

  Θησεύς

  Ἐγὼ δὲ πάσχων εὖ τότ’ οἰκτίρω σε νῦν.

  ῾Ηρακλῆς

  Οἰκτρὸς γάρ εἰμι τἄμ’ ἀποκτείνας τέκνα.

  Θησεύς

  Κλαίω χάριν σὴν ἐφ’ ἑτέραισι συμφοραῖς.

  ῾Ηρακλῆς

  Ηὗρες δέ γ’ ἄλλους ἐν κακοῖσι μείζοσιν;

 

‹ Prev