by Euripides
Οὐκέτ’ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,
ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μ’ ἐξάξων χθονός.
Χαῖρέ μοι, μῆτερ· δακρύσῃς μηδέν· ὦ φίλη πατρίς,
οἵ τε γῆς ἔνερθ’ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ,
[460] οὐ μακρὰν δέξεσθέ μ’· ἥξω δ’ ἐς νεκροὺς νικηφόρος
καὶ δόμους πέρσασ’ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθ’ ὕπο.
Χορός
[462] Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε
δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;
Οὐκ ἀντιλήψεσθ’; Ἦ μεθήσετ’, ὦ κακαί,
[465] γραῖαν πεσοῦσαν; Αἴρετ’ εἰς ὀρθὸν δέμας.
Ἑκάβη
[466] Ἐᾶτέ μ’ οὔτοι φίλα τὰ μὴ φίλ’, ὦ κόραι
κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια
πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.
Ὦ θεοί . . . κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,
[470] ὅμως δ’ ἔχει τι σχῆμα κικλήσκειν θεούς,
ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην.
Πρῶτον μὲν οὖν μοι τἀγάθ’ ἐξᾷσαι φίλον·
τοῖς γὰρ κακοῖσι πλείον’ οἶκτον ἐμβαλῶ.
Ἦμεν τύραννοι κἀς τύρανν’ ἐγημάμην,
[475] κἀνταῦθ’ ἀριστεύοντ’ ἐγεινάμην τέκνα,
οὐκ ἀριθμὸν ἄλλως, ἀλλ’ ὑπερτάτους Φρυγῶν·
οὓς Τρῳὰς οὐδ’ Ἑλληνὶς οὐδὲ βάρβαρος
γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.
Κἀκεῖνά τ’ εἶδον δορὶ πεσόνθ’ Ἑλληνικῷ
[480] τρίχας τ’ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν,
καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα
κλύουσ’ ἔκλαυσα, τοῖσδε δ’ εἶδον ὄμμασιν
αὐτὴ κατασφαγέντ’ ἐφ’ ἑρκείῳ πυρᾷ,
πόλιν θ’ ἁλοῦσαν. Ὃς δ’ ἔθρεψα παρθένους
[485] ἐς ἀξίωμα νυμφίων ἐξαίρετον,
ἄλλοισι θρέψασ’ ἐκ χερῶν ἀφῃρέθην.
Κοὔτ’ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι,
αὐτή τ’ ἐκείνας οὐκέτ’ ὄψομαί ποτε.
Τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,
[490] δούλη γυνὴ γραῦς Ἑλλάδ’ εἰσαφίξομαι.
Ἃ δ’ ἐστὶ γήρᾳ τῷδ’ ἀσυμφορώτατα,
τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν
κλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,
ἢ σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν
[495] ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων,
τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα
πέπλων λακίσματ’, ἀδόκιμ’ ὀλβίοις ἔχειν.
Οἲ ‘γὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα
γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.
[500] Ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς,
οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.
Σύ τ’, ὦ τάλαινα, ποῦ ποτ’ εἶ, Πολυξένη;
Ὡς οὔτε μ’ ἄρσην οὔτε θήλεια σπορὰ
πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.
[505] Τί δῆτά μ’ ὀρθοῦτ’; Ἐλπίδων ποίων ὕπο;
Ἄγετε τὸν ἁβρὸν δήποτ’ ἐν Τροίᾳ πόδα,
νῦν δ’ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ
πέτρινά τε κρήδεμν’, ὡς πεσοῦσ’ ἀποφθαρῶ
δακρύοις καταξανθεῖσα. Τῶν δ’ εὐδαιμόνων
[510] μηδένα νομίζετ’ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.
Χορός
[512] Ἀμφί μοι Ἴλιον, ὦ
Μοῦσα, καινῶν ὕμνων
ἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον·
[515] νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω,
[517] τετραβάμονος ὡς ὑπ’ ἀπήνας
Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος,
ὅτ’ ἔλιπον ἵππον οὐράνια
[520] βρέμοντα χρυσεοφάλαρον ἔνο-
πλον ἐν πύλαις Ἀχαιοί·
ἀνὰ δ’ ἐβόασεν λεὼς
Τρῳάδος ἀπὸ πέτρας σταθείς·
Ἴτ’, ὦ πεπαυμένοι πόνων,
[525] τόδ’ ἱερὸν ἀνάγετε ξόανον
Ἰλιάδι Διογενεῖ κόρᾳ.
Τίς οὐκ ἔβα νεανίδων,
τίς οὐ γεραιὸς ἐκ δόμων;
Κεχαρμένοι δ’ ἀοιδαῖς
[530] δόλιον ἔσχον ἄταν.
[532] Πᾶσα δὲ γέννα Φρυγῶν
πρὸς πύλας ὡρμάθη,
πεύκᾳ ἐν οὐρεί¨ᾳ ξεστὸν λόχον Ἀργείων
[535] καὶ Δαρδανίας ἄταν θέᾳ δώσων,
[537] χάριν ἄζυγος ἀμβροτοπώλου·
κλωστοῦ δ’ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ
σκάφος κελαινόν, εἰς ἕδρανα
[540] λάινα δάπεδά τε φόνια πατρί-
δι Παλλάδος θέσαν θεᾶς.
Ἐπὶ δὲ πόνῳ καὶ χαρᾷ
νύχιον ἐπεὶ κνέφας παρῆν,
Λίβυς τε λωτὸς ἐκτύπει
[545] Φρύγιά τε μέλεα, παρθένοι δ’
ἀέριον ἀνὰ κρότον ποδῶν
βοὰν ἔμελπον εὔφρον’, ἐν
δόμοις δὲ παμφαὲς σέλας
πυρὸς μέλαιναν αἴγλαν
[550] <ἄκος> ἔδωκεν ὕπνῳ.
[552] Ἐγὼ δὲ τὰν ὀρεστέραν
τότ’ ἀμφὶ μέλαθρα παρθένον
Διὸς κόραν ἐμελπόμαν
[555] χοροῖσι· φοινία δ’ ἀνὰ
πτόλιν βοὰ κατεῖχε Περ-
γάμων ἕδρας· βρέφη δὲ φίλι-
α περὶ πέπλους ἔβαλλε μα-
τρὶ χεῖρας ἐπτοημένας·
[560] λόχου δ’ ἐξέβαιν’ Ἄρης,
κόρας ἔργα Παλλάδος.
Σφαγαὶ δ’ ἀμφιβώμιοι
Φρυγῶν, ἔν τε δεμνίοις
&nb
sp; καράτομος ἐρημία
[565] νεανίδων στέφανον ἔφερεν
Ἑλλάδι κουροτρόφον,
Φρυγῶν πατρίδι πένθη.
[568] Ἑκάβη, λεύσσεις τήνδ’ Ἀνδρομάχην
ξενικοῖς ἐπ’ ὄχοις πορθμευομένην;
[570] Παρὰ δ’ εἰρεσίᾳ μαστῶν ἕπεται
φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις.
Ποῖ ποτ’ ἀπήνης νώτοισι φέρῃ,
δύστανε γύναι, πάρεδρος χαλκέοις
Ἕκτορος ὅπλοις σκύλοις τε Φρυγῶν
δοριθηράτοις,
[575] οἷσιν Ἀχιλλέως παῖς Φθιώτας
στέψει ναοὺς ἀπὸ Τροίας;
Ἀνδρομάχη
Ἀχαιοὶ δεσπόται μ’ ἄγουσιν.
Ἑκάβη
οἴμοι.
Ἀνδρομάχη
τί παιᾶν’ ἐμὸν στενάζεις;
Ἑκάβη
Αἰαῖ
Ἀνδρομάχη
Τῶνδ’ ἀλγέων
Ἑκάβη
[580] Ὦ Ζεῦ
Ἀνδρομάχη
Καὶ συμφορᾶς.
Ἑκάβη
Τέκεα,
Ἀνδρομάχη
Πρίν ποτ’ ἦμεν.
Ἑκάβη
Βέβακ’ ὄλβος, βέβακε Τροία
Ἀνδρομάχη
Τλάμων.
Ἑκάβη
Ἐμῶν τ’ εὐγένεια παίδων.
Ἀνδρομάχη
Φεῦ φεῦ.
Ἑκάβη
Φεῦ δῆτ’ ἐμῶν
Ἀνδρομάχη
[585] Κακῶν.
Ἑκάβη
Οἰκτρὰ τύχα
Ἀνδρομάχη
Πόλεος,
Ἑκάβη
Ἃ καπνοῦται.
Ἀνδρομάχη
Μόλοις, ὦ πόσις, μοι
Ἑκάβη
Βοᾷς τὸν παρ’ Ἅιδᾳ
παῖδ’ ἐμόν, ὦ μελέα.
Ἀνδρομάχη
[590] Σᾶς δάμαρτος ἄλκαρ.
Ἑκάβη
Σύ τ’, ὦ λῦμ’ Ἀχαιῶν,
τέκνων δέσποθ’ ἁμῶν,
πρεσβυγενὲς Πρίαμε,
κοίμισαί μ’ ἐς Ἅιδου.
Ἀνδρομάχη
[595] οἵδε πόθοι μεγάλοι . . .
Ἑκάβη
Σσχετλία, τάδε πάσχομεν ἄλγη.
Ἀνδρομάχη
Οἰχομένας πόλεως . . .
Ἑκάβη
Ἐπὶ δ’ ἄλγεσιν ἄλγεα κεῖται.
Ἀνδρομάχη
Δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,
ὃς λεχέων στυγερῶν χάριν ὤλεσε
[598β] πέργαμα Τροίας· αἱματόεντα δὲ
θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν
[600] γυψὶ φέρειν τέταται· ζυγὰ δ’ ἤνυσε
[600β] δούλια Τροίᾳ.
Ἑκάβη
Ὦ πατρίς, ὦ μελέα . . .
Ἀνδρομάχη
Καταλειπομέναν σε δακρύω,
Ἑκάβη
Νῦν τέλος οἰκτρὸν ὁρᾷς.
Ἀνδρομάχη
Καὶ ἐμὸν δόμον ἔνθ’ ἐλοχεύθην.
Ἑκάβη
[603] Ὦ τέκν’, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν,
οἷος ἰάλεμος, οἷά τε πένθη
[605] Δάκρυά τ’ ἐκ δακρύων καταλείβεται
ἁμετέροισι δόμοις· ὁ θανὼν δ’ ἐπι-
λάθεται ἀλγέων ἀδάκρυτος.
Χορός
Ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι
θρήνων τ’ ὀδυρμοὶ μοῦσά θ’ ἣ λύπας ἔχει.
Ἀνδρομάχη
[610] Ὦ μῆτερ ἀνδρός, ὅς ποτ’ Ἀργείων δορὶ
πλείστους διώλεσ’, Ἕκτορος, τάδ’ εἰσορᾷς;
Ἑκάβη
Ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσ’ ἄνω
τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντ’ ἀπώλεσαν.
Ἀνδρομάχη
Ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δ’ εὐγενὲς
[615] ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδ’ ἔχον.
Ἑκάβη
Τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπ’ ἐμοῦ
βέβηκ’ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.
Ἀνδρομάχη
Φεῦ φεῦ·
ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος
παιδὸς πέφηνε σῆς. Νοσεῖς δὲ χἅτερα.
Ἑκάβη
[620] Ὧν γ’ οὔτε μέτρον οὔτ’ ἀριθμός ἐστί μοι·
κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.
Ἀνδρομάχη
Τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη
σφαγεῖσ’ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.
Ἑκάβη
Οἲ ‘γὼ τάλαινα. Τοῦτ’ ἐκεῖν’ ὅ μοι πάλαι
[625] Ταλθύβιος αἴνιγμ’ οὐ σαφῶς εἶπεν σαφές.
Ἀνδρομάχη
Εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδ’ ὄχων
ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.
Ἑκάβη
Αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων·
αἰαῖ μάλ’ αὖθις, ὡς κακῶς διόλλυσαι.
Ἀνδρομάχη
[630] Ὄλωλεν ὡς ὄλωλεν· ἀλλ’ ὅμως ἐμοῦ
ζώσης γ’ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.
Ἑκάβη
Οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν·
τὸ μὲν γὰρ οὐδέν, τῷ δ’ ἔνεισιν ἐλπίδες.
Ἀνδρομάχη
[634] Ὦ μῆτερ, ὦ τεκοῦσα , κάλλιστον λόγον
[635] ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί.
Τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω,
τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.
Ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος·
ὁ δ’ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν
[640] ψυχὴν ἀλᾶται τῆς πάροιθ’ εὐπραξίας.
Κείνη δ’, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,
τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.
Ἐγὼ δὲ τοξε�
��σασα τῆς εὐδοξίας
λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.
[645] Ἃ γὰρ γυναιξὶ σώφρον’ ἔσθ’ ηὑρημένα,
ταῦτ’ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.
Πρῶτον μέν, ἔνθα κἂν προσῇ κἂν μὴ προσῇ
[648] ψόγος γυναιξίν αὐτὸ τοῦτ’ ἐφέλκεται
κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,
[650] τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις·
ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη
οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον
οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.
Γλώσσης τε σιγὴν ὄμμα θ’ ἥσυχον πόσει
[655] παρεῖχον· ᾔδη δ’ ἁμὲ χρῆν νικᾶν πόσιν,
κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι.
Καὶ τῶνδε κληδὼν ἐς στράτευμ’ Ἀχαιι¨κὸν
ἐλθοῦσ’ ἀπώλεσέν μ’· ἐπεὶ γὰρ ᾑρέθην,
Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
[660] δάμαρτα· δουλεύσω δ’ ἐν αὐθεντῶν δόμοις.
Κεἰ μὲν παρώσασ’ Ἕκτορος φίλον κάρα
πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,
κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δ’ αὖ
στυγοῦσ’ ἐμαυτῆς δεσπόταις μισήσομαι.
[665] Καίτοι λέγουσιν ὡς μί’ εὐφρόνη χαλᾷ
τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·
ἀπέπτυσ’ αὐτήν, ἥτις ἄνδρα τὸν πάρος
καινοῖσι λέκτροις ἀποβαλοῦσ’ ἄλλον φιλεῖ.
Ἀλλ’ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ
[670] τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν.
Καίτοι τὸ θηριῶδες ἄφθογγόν τ’ ἔφυ
ξυνέσει τ’ ἄχρηστον τῇ φύσει τε λείπεται.
Σὲ δ’, ὦ φίλ’ Ἕκτορ, εἶχον ἄνδρ’ ἀρκοῦντά μοι
ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν·