by Euripides
Πυθίων δόμων χθονίαν ἀφελεῖν μῆ-
νιν θεᾶς. [Νυχίους τ᾽ ἐνοπὰς.]
Γέλασε δ᾽, ὅτι τέκος ἄφαρ ἔβα
πολύχρυσα θέλων λατρεύματα σχεῖν· 1275
ἐπὶ δ᾽ ἔσεισεν κόμαν, παῦσαι νυχίους ἐνοπάς,
ἀπὸ δ᾽ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν,
καὶ τιμὰς πάλιν θῆκε Λοξίᾳ, 1280
πολυάνορι δ᾽ ἐν ξενόεντι θρόνῳ θάρση βροτοῖς
θεσφάτων ἀοιδαῖς.
Ἄγγελος
Ὦ ναοφύλακες βώμιοί τ᾽ ἐπιστάται, [1284]
Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς; 1285
Καλεῖτ᾽ ἀναπτύξαντες εὐγόμφους πύλας
ἔξω μελάθρων τῶνδε κοίρανον χθονός.
Χορός
Τί δ᾽ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν;
Ἄγγελος
Βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι
Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων 1290
φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας
λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς.
Χορός
Ἄπιστον εἶπας μῦθον· ὃν δ᾽ ἰδεῖν θέλεις
ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς.
Ἄγγελος
Ποῖ; Δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα. 1295
Χορός
Οὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νιν
ὅπου κυρήσας τούσδ᾽ ἀπαγγελεῖς λόγους.
Ἄγγελος
Ὁρᾶτ᾽, ἄπιστον ὡς γυναικεῖον γένος·
μέτεστι χὑμῖν τῶν πεπραγμένων μέρος.
Χορός
Μαίνῃ· τί δ᾽ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα; 1300
Οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος;
Ἄγγελος
Οὔ, πρίν γ᾽ ἂν εἴπῃ τοὔπος ἑρμηνεὺς ὅδε,
εἴτ᾽ ἔνδον εἴτ᾽ οὐκ ἔνδον ἀρχηγὸς χθονός.
Ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω,
καὶ δεσπότῃ σημήναθ᾽ οὕνεκ᾽ ἐν πύλαις 1305
πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν.
Θόας
Τίς ἀμφὶ δῶμα θεᾶς τόδ᾽ ἵστησιν βοήν, [1307]
πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω;
Ἄγγελος
Φεῦ·
πῶς ἔλεγον αἵδε, καί μ᾽ ἀπήλαυνον δόμων,
ὡς ἐκτὸς εἴης· σὺ δὲ κατ᾽ οἶκον ἦσθ᾽ ἄρα. 1310
Θόας
Τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι;
Ἄγγελος
Αὖθις τὰ τῶνδε σημανῶ· τὰ δ᾽ ἐν ποσὶ
παρόντ᾽ ἄκουσον. Ἡ νεᾶνις ἣ ᾽νθάδε
βωμοῖς παρίστατ᾽, Ἰφιγένει᾽, ἔξω χθονὸς
σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς 1315
ἄγαλμ᾽ ἔχουσα· δόλια δ᾽ ἦν καθάρματα.
Θόας
Πῶς φῄς; Τί πνεῦμα συμφορᾶς κεκτημένη;
Ἄγγελος
Σῴζουσ᾽ Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσῃ.
Θόας
Τὸν ποῖον; Ἆρ᾽ ὃν Τυνδαρὶς τίκτει κόρη;
Ἄγγελος
Ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο. 1320
Θόας
Ὦ θαῦμα — πῶς σε μεῖζον ὀνομάσας τύχω;
Ἄγγελος
Μὴ ᾽νταῦθα τρέψῃς σὴν φρέν᾽, ἀλλ᾽ ἄκουέ μου·
σαφῶς δ᾽ ἀθρήσας καὶ κλύων ἐκφρόντισον
διωγμὸς ὅστις τοὺς ξένους θηράσεται.
Θόας
Λέγ᾽· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρον 1325
φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ.
Ἄγγελος
Ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας, [1327]
οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη,
ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένων
ἔχοντας, ἐξένευσ᾽ ἀποστῆναι πρόσω 1330
Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα
θύουσα καὶ καθαρμὸν ὃν μετῴχετο,
αὐτὴ δ᾽ ὄπισθε δέσμ᾽ ἔχουσα τοῖν ξένοιν
ἔστειχε χερσί. Καὶ τάδ᾽ ἦν ὕποπτα μέν,
ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ. 1335
Χρόνῳ δ᾽, ἵν᾽ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον,
ἀνωλόλυξε καὶ κατῇδε βάρβαρα
μέλη μαγεύουσ᾽, ὡς φόνον νίζουσα δή.
Ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον,
ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι 1340
κτάνοιεν αὐτὴν δραπέται τ᾽ οἰχοίατο.
Φόβῳ δ᾽ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα
σιγῇ· τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος
στείχειν ἵν᾽ ἦσαν, καίπερ οὐκ ἐωμένοις.
Κἀνταῦθ᾽ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος 1345
ταρσῷ κατήρει πίτυλον ἐπτερωμένον,
ναύτας τε πεντήκοντ᾽ ἐπὶ σκαλμῶν πλάτας
ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας
ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς.
Κοντοῖς δὲ πρῷραν εἶχον, οἳ δ᾽ ἐπωτίδων 1350
ἄγκυραν ἐξανῆπτον· οἳ δέ, κλίμακας
σπεύδοντες, ἦγον διὰ χερῶν πρυμνήσια,
πόντῳ δὲ δόντες τοῖν ξένοιν καθίεσαν.
Ἡμεῖς δ᾽ ἀφειδήσαντες, ὡς ἐσείδομεν
δόλια τεχνήματ᾽, εἰχόμεσθα τῆς ξένης 1355
πρυμνησίων τε, καὶ δι᾽ εὐθυντηρίας
οἴακας ἐξῃροῦμεν εὐπρύμνου νεώς.
Λόγοι δ᾽ ἐχώρουν· Τίνι λόγῳ πορθμεύετε
κλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους;
Τίνος τίς ὢν σὺ τήνδ᾽ ἀπεμπολᾷς χθονός; 1360
Ὁ δ᾽ εἶπ᾽· Ὀρέστης, τῆσδ᾽ ὅμαιμος, ὡς μάθῃ
ς,
Ἀγαμέμνονος παῖς, τήνδ᾽ ἐμὴν κομίζομαι
λαβὼν ἀδελφήν, ἣν ἀπώλεσ᾽ ἐκ δόμων.
Ἀλλ᾽ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης
καὶ πρὸς σὲ ἕπεσθαι διεβιαζόμεσθά νιν· 1365
ὅθεν τὰ δεινὰ πλήγματ᾽ ἦν γενειάδων.
Κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν
ἡμεῖς τε· πυγμαί τ᾽ ἦσαν ἐγκροτούμεναι,
καὶ κῶλ᾽ ἀπ᾽ ἀμφοῖν τοῖν νεανίαιν ἅμα
ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο, 1370
ὡς τῷ ξυνάπτειν καὶ συναποκαμεῖν μέλη.
Δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι
ἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳ
κάθαιμ᾽ ἔχοντες τραύμαθ᾽, οἳ δ᾽ ἐν ὄμμασιν·
ὄχθοις δ᾽ ἐπισταθέντες εὐλαβεστέρως 1375
ἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν.
Ἀλλ᾽ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι
σταθέντες ἰοῖς, ὥστ᾽ ἀναστεῖλαι πρόσω.
Κἀν τῷδε — δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν
πρὸς γῆν, φόβος δ᾽ ἦν <παρθένῳ> τέγξαι πόδα — 1380
λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν,
βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών,
ἔθηκ᾽ ἀδελφὴν ἐντὸς εὐσήμου νεώς,
τό τ᾽ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης
ἄγαλμα. Ναὸς <δ᾽> ἐκ μέσης ἐφθέγξατο 1385
βοή τις· ὦ γῆς Ἑλλάδος ναῦται, νεὼς
λάβεσθε κώπαις ῥόθιά τ᾽ ἐκλευκαίνετε·
ἔχομεν γὰρ ὧνπερ οὕνεκ᾽ ἄξενον πόρον
Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν.
Οἳ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοι 1390
ἔπαισαν ἅλμην. Ναῦς δ᾽, ἕως μὲν ἐντὸς ἦν
λιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲ
λάβρῳ κλύδωνι συμπεσοῦσ᾽ ἠπείγετο·
δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼς
ὠθεῖ παλίμπρυμν᾽ ἱστί᾽· οἳ δ᾽ ἐκαρτέρουν 1395
πρὸς κῦμα λακτίζοντες· ἐς δὲ γῆν πάλιν
κλύδων παλίρρους ἦγε ναῦν. Σταθεῖσα δὲ
Ἀγαμέμνονος παῖς ηὔξατ᾽· ὦ Λητοῦς κόρη
σῷσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδα
ἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθ᾽ ἐμαῖς. 1400
Φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά·
φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει.
Ναῦται δ᾽ ἐπευφήμησαν εὐχαῖσιν κόρης
παιᾶνα, γυμνὰς ἐκ <πέπλων> ἐπωμίδας
κώπῃ προσαρμόσαντες ἐκ κελεύσματος. 1405
Μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ᾔει σκάφος·
χὣ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν,
ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας.
Κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρ᾽ ἀπεστάλην,
σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας. 1410
Ἀλλ᾽ ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν·
εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται,
οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας.
Πόντου δ᾽ ἀνάκτωρ Ἴλιόν τ᾽ ἐπισκοπεῖ
σεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος, 1415
καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνον
σοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖν
λαβεῖν, ἀδελφήν θ᾽, ἣ φόνον τὸν Αὐλίδι
ἀμνημόνευτον θεᾷ προδοῦσ᾽ ἁλίσκεται.
Χορός
Ὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέτα 1420
θανῇ πάλιν μολοῦσα δεσποτῶν χέρας.
Θόας
Ὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός, [1422]
οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίας
παράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼς
Ἑλληνίδος δέξεσθε, σὺν δὲ τῇ θεῷ 1425
σπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε,
οἳ δ᾽ ὠκυπομποὺς ἕλξετ᾽ ἐς πόντον πλάτας;
Ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασι
λαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτρας
ῥίψωμεν, ἢ σκόλοψι πήξωμεν δέμας. 1430
Ὑμᾶς δὲ τὰς τῶνδ᾽ ἴστορας βουλευμάτων,
γυναῖκες, αὖθις, ἡνίκ᾽ ἂν σχολὴν λάβω,
ποινασόμεσθα· νῦν δὲ τὴν προκειμένην
σπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι.
Ἀθήνα
Ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξ [1435]
Θόας; Ἄκουσον τῆσδ᾽ Ἀθηναίας λόγους.
Παῦσαι διώκων ῥεῦμά τ᾽ ἐξορμῶν στρατοῦ·
πεπρωμένος γὰρ θεσφάτοισι Λοξίου
δεῦρ᾽ ἦλθ᾽ Ὀρέστης, τόν τ᾽ Ἐρινύων χόλον
φεύγων ἀδελφῆς τ᾽ Ἄργος ἐσπέμψων δέμας 1440
ἄγαλμά θ᾽ ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα,
τῶν νῦν παρόντων πημάτων ἀναψυχάς. 1441a
Πρὸς μὲν σὲ ὅδ᾽ ἡμῖν μῦθος· ὃν δ᾽ ἀποκτενεῖν 1442
δοκεῖς Ὀρέστην ποντίῳ λαβὼν σάλῳ,
ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμονα
πόντου τίθησι νῶτα πορθμεύειν πλάτῃ. 1445
Μαθὼν δ᾽, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολάς —
κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς —
χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν.
Ὅταν δ᾽ Ἀθήνας τὰς θεοδμήτους μόλῃς,
χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις 1450
ὅροισι, γείτων δειράδος Καρυστίας,
ἱερός, Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς·
ἐνταῦθα τεύξας ναὸν ἵδρυσ�
�ι βρέτας,
ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν,
οὓς ἐξεμόχθεις περιπολῶν καθ᾽ Ἑλλάδα 1455
οἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶ
τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν.
Νόμον τε θὲς τόνδ᾽· ὅταν ἑορτάζῃ λεώς,
τῆς σῆς σφαγῆς ἄποιν᾽ ἐπισχέτω ξίφος
δέρῃ πρὸς ἀνδρὸς αἷμά τ᾽ ἐξανιέτω, 1460
ὁσίας ἕκατι θεά θ᾽ ὅπως τιμὰς ἔχῃ.
Σὲ δ᾽ ἀμφὶ σεμνάς, Ἰφιγένεια, κλίμακας
Βραυρωνίας δεῖ τῇδε κλῃδουχεῖν θεᾷ·
οὗ καὶ τεθάψῃ κατθανοῦσα, καὶ πέπλων
ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς, 1465
ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς
λίπωσ᾽ ἐν οἴκοις. Τάσδε δ᾽ ἐκπέμπειν χθονὸς
Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι
γνώμης δικαίας οὕνεκ᾽
<*>
ἐκσῴσασα δὲ
καὶ πρίν σ᾽ Ἀρείοις ἐν πάγοις ψήφους ἴσας 1470
κρίνασ᾽, Ὀρέστα· καὶ νόμισμ᾽ ἔσται τόδε,
νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβῃ.
Ἀλλ᾽ ἐκκομίζου σὴν κασιγνήτην χθονός,
Ἀγαμέμνονος παῖ. — Καὶ σὺ μὴ θυμοῦ, Θόας.
Θόας
Ἄνασσ᾽ Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοις [1475]
ὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ.
Ἐγὼ δ᾽ Ὀρέστῃ τ᾽, εἰ φέρων βρέτας θεᾶς
βέβηκ᾽, ἀδελφῇ τ᾽ οὐχὶ θυμοῦμαι· τί γὰρ
πρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν;
Ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματι 1480
γαῖαν, καθιδρύσαιντό τ᾽ εὐτυχῶς βρέτας.
Πέμψω δὲ καὶ τάσδ᾽ Ἑλλάδ᾽ εἰς εὐδαίμονα
γυναῖκας, ὥσπερ σὸν κέλευσμ᾽ ἐφίεται.