Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 158
Complete Works of Euripides Page 158

by Euripides


  οὐκ οἶδ’ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.

  Ἑλένη

  Γέγηθα, κρατὶ δ’ ὀρθίους ἐθείρας

  ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω,

  περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν,

  [635] ὦ πόσις, ὡς λάβω.

  Μενελέως

  [636] Ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην·

  ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θ’,

  ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι

  [640] ξυνομαίμονες ὤλβισαν ὤλβισαν

  τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σ’ ἐμοῦ

  πρὸς ἄλλαν ἐλαύνει

  θεὸς συμφορὰν τᾶσδε κρείσσω.

  Τὸ κακὸν δ’ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν

  [645] χρόνιον, ἀλλ’ ὅμως ὀναίμαν τύχας.

  Χορός

  Ὄναιο δῆτα. Ταὐτὰ δὴ ξυνεύχομαι·

  δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δ’ οὔ.

  Ἑλένη

  Φίλαι φίλαι, τὰ πάρος οὐκέτι

  στένομεν οὐδ’ ἀλγῶ.

  [650] Πόσιν ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενον

  ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.

  Μενελέως

  Ἔχεις, ἐγώ τε σέ· ἡλίους δὲ μυρίους

  μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ.

  Ἐμὰ δὲ χαρμονὰ δάκρυα· πλέον ἔχει

  [655] χάριτος ἢ λύπας.

  Ἑλένη

  Τί φῶ; Τίς ἂν τάδ’ ἤλπισεν βροτῶν ποτε;

  Ἀδόκητον ἔχω σε πρὸς στέρνοις.

  Μενελέως

  Κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν

  μολεῖν Ἰλίου τε μελέους πύργους.

  [660] Πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;

  Ἑλένη

  Ἔ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις,

  ἒ ἔ· πικρὰν δ’ ἐρευνᾷς φάτιν.

  Μενελέως

  Λέγ’· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων.

  Ἑλένη

  Ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι.

  Μενελέως

  [665] Ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.

  Ἑλένη

  Οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία

  πετομένας κώπας,

  πετομένου δ’ ἔρωτος ἀδίκων γάμων . .

  Μενελέως

  Τίς <γάρ> σε δαίμων ἢ πότμος συλᾷ πάτρας;

  Ἑλένη

  [670] Ὁ Διὸς ὁ Διός, Ὦ πόσι, παῖς μ’ . . .

  ἐπέλασεν Νείλῳ.

  Μενελέως

  Θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.

  Ἑλένη

  Κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω

  δάκρυσιν· ἁ Διός μ’ ἄλοχος ὤλεσεν.

  Μενελέως

  [675] Ἥρα; Τί νῷν χρῄζουσα προσθεῖναι κακόν;

  Ἑλένη

  Ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν,

  ἵνα θεαὶ μορφὰν

  ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.

  Μενελέως

  Τὰ δ’ ἐς κρίσιν σοι τῶνδ’ ἔθηχ’ Ἥρα κακῶν ;

  Ἑλένη

  [680] Πάριν ὡς ἀφέλοιτο

  Μενελέως

  Πῶς; Αὔδα.

  Ἑλένη

  Κύπρις ᾧ μ’ ἐπένευσεν

  Μενελέως

  Ὦ τλᾶμον.

  Ἑλένη

  Τλάμων, τλάμων· ὧδ’ ἐπέλασ’ Αἰγύπτῳ.

  Μενελέως

  Εἶτ’ ἀντέδωκ’ εἴδωλον, ὡς σέθεν κλύω.

  Ἑλένη

  τὰ δὲ <σὰ> κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-

  [685] τερ, οἲ ‘γώ.

  Μενελέως

  Τί φῄς;

  Ἑλένη

  Οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον

  δι’ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν.

  Μενελέως

  Ὤμοι· θυγατρὸς δ’ Ἑρμιόνης ἔστιν βίος;

  Ἑλένη

  Ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει

  [690] γάμον ἄγαμον <ἐμόν>.

  Μενελέως

  Ὦ πᾶν κατ’ ἄκρας δῶμ’ ἐμὸν πέρσας Πάρις,

  τάδε καὶ σὲ διώλεσε μυριάδας τε

  χαλκεόπλων Δαναῶν.

  Ἑλένη

  Ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν

  [695] ἔβαλε θεὸς ἀπό <τε> πόλεος ἀπό τε σέθεν,

  ὅτε μέλαθρα λέχεά τ’ ἔλιπον οὐ λιποῦσ’

  ἐπ’ αἰσχροῖς γάμοις.

  Χορός

  Εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος

  τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.

  Ἄγγελος

  [700] Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,

  ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δ’ ἔχω.

  Μενελέως

  Ἀλλ’, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.

  Ἄγγελος

  Οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς;

  Μενελέως

  Οὐχ ἥδε, πρὸς θεῶν δ’ ἦμεν ἠπατημένοι,

  [705] νεφέλης ἄγαλμ’ ἔχοντες ἐν χεροῖν λυγρόν.

  Ἄγγελος

  Τί φῄς;

  Νεφέλης ἄρ’ ἄλλως εἴχομεν πόνους πέρι;

  Μενελέως

  Ἥρας τάδ’ ἔργα καὶ θεῶν τρισσῶν ἔρις.

  Ἄγγελος

  ἡ δ’ οὖσ’ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;

  Μενελέως

  [710] αὕτη· λόγοις δ’ ἐμοῖσι πίστευσον τάδε.

  Ἄγγελος

  [711] Ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον

  καὶ δυστέκμαρτον. Εὖ δέ πως πάντα στρέφει

  ἐκεῖσε κἀκεῖσ’ ἀναφέρων· ὃ μὲν πονεῖ,

  ὃ δ’ οὐ πονήσας αὖθις ὄλλυται κακῶς,

  [715] βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.

  Σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,

  σὺ
μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ.

  Σπεύδων δ’ ὅτ’ ἔσπευδ’ οὐδὲν εἶχε· νῦν δ’ ἔχει

  αὐτόματα πράξας τἀγάθ’ εὐτυχέστατα.

  [720] Οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω

  ᾔσχυνας, οὐδ’ ἔδρασας οἷα κλῄζεται.

  Νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν

  καὶ λαμπάδων μεμνήμεθ’ ἃς τετραόροις

  ἵπποις τροχάζων παρέφερον· σὺ δ’ ἐν δίφροις

  [725] ξὺν τῷδε νύμφη δῶμ’ ἔλειπες ὄλβιον.

  Κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν

  καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.

  Ἐγὼ μὲν εἴην, κεἰ πέφυχ’ ὅμως λάτρις,

  ἐν τοῖσι γενναίοισιν ἠριθμημένος

  [730] δούλοισι, τοὔνομ’ οὐκ ἔχων ἐλεύθερον,

  τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδ’ ἢ δυοῖν κακοῖν

  ἕν’ ὄντα χρῆσθαι, τὰς φρένας τ’ ἔχειν κακὰς

  ἄλλων τ’ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.

  Μενελέως

  [734] Ἄγ’, ὦ γεραιέ, πολλὰ μὲν παρ’ ἀσπίδα

  [735] μοχθήματ’ ἐξέπλησας ἐκπονῶν ἐμοί,

  καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας

  ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις

  τάδ’ ὡς ἔχονθ’ ηὕρηκας οἷ τ’ ἐσμὲν τύχης,

  μένειν τ’ ἐπ’ ἀκταῖς τούς τ’ ἐμοὺς καραδοκεῖν

  [740] ἀγῶνας οἳ μένουσί μ’, ὡς ἐλπίζομεν,

  κεἰ τήνδε πως δυναίμεθ’ ἐκκλέψαι χθονός,

  φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης

  ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.

  Ἄγγελος

  [744] Ἔσται τάδ’, ὦναξ. Ἀλλά τοι τὰ μάντεων

  [745] ἐσεῖδον ὡς φαῦλ’ ἐστὶ καὶ ψευδῶν πλέα.

  Οὐδ’ ἦν ἄρ’ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς

  οὐδὲ πτερωτῶν φθέγματ’· εὔηθες δέ τοι

  τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.

  Κάλχας γὰρ οὐκ εἶπ’ οὐδ’ ἐσήμηνε στρατῷ

  [750] νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους

  οὐδ’ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.

  Εἴποις ἄν· Οὕνεχ’ ὁ θεὸς οὐκ ἠβούλετο;

  Τί δῆτα μαντευόμεθα; Τοῖς θεοῖσι χρὴ

  θύοντας αἰτεῖν ἀγαθά, μαντείας δ’ ἐᾶν·

  [755] βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,

  κοὐδεὶς ἐπλούτησ’ ἐμπύροισιν ἀργὸς ὤν·

  γνώμη δ’ ἀρίστη μάντις ἥ τ’ εὐβουλία.

  Χορός

  [758] Ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι

  χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν

  [760] φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.

  Ἑλένη

  Εἶἑν· τὰ μὲν δὴ δεῦρ’ ἀεὶ καλῶς ἔχει.

  Ὅπως δ’ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο,

  κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις

  τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά.

  Μενελέως

  [765] Ἦ πόλλ’ ἀνήρου μ’ ἑνὶ λόγῳ μιᾷ θ’ ὁδῷ.

  Τί σοι λέγοιμ’ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς

  τὰ Ναυπλίου τ’ Εὐβοικὰ πυρπολήματα

  Κρήτην τε Λιβύης θ’ ἃς ἐπεστράφην πόλεις,

  σκοπιάς τε Περσέως; Οὐ γὰρ ἐμπλήσαιμί σ’ <ἂν>

  [770] μύθων, λέγων τ’ ἄν σοι κάκ’ ἀλγοίην ἔτι,

  πάσχων τ’ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν.

  Ἑλένη

  [772] Κάλλιον εἶπας ἤ σ’ ἀνηρόμην ἐγώ.

  Ἓν δ’ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον

  πόντου ‘πὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;

  Μενελέως

  [775] Ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα

  ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.

  Ἑλένη

  Φεῦ φεῦ· μακρόν γ’ ἔλεξας, ὦ τάλας, χρόνον

  σωθεὶς δ’ ἐκεῖθεν ἐνθάδ’ ἦλθες ἐς σφαγάς.

  Μενελέως

  Πῶς φῄς; Τί λέξεις; Ὥς μ’ ἀπώλεσας, γύναι.

  Ἑλένη

  [780] Φεῦγ’ ὡς τάχιστα τῆσδ’ ἀπαλλαχθεὶς χθονός.

  Θανῇ πρὸς ἀνδρὸς οὗ τάδ’ ἐστὶ δώματα.

  Μενελέως

  Τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;

  Ἑλένη

  Ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.

  Μενελέως

  Ἦ γὰρ γαμεῖν τις τἄμ’ ἐβουλήθη λέχη;

  Ἑλένη

  [785] Ὕβριν θ’ ὑβρίζειν εἰς ἔμ’, ἣν ἔτλην ἐγώ.

  Μενελέως

  Ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός;

  Ἑλένη

  Ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.

  Μενελέως

  Τόδ’ ἔστ’ ἐκεῖν’ αἴνιγμ’ ὃ προσπόλου κλύω.

  Ἑλένη

  Ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;

  Μενελέως

  [790] Τοῖσδ’, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.

  Ἑλένη

  Οὔ που προσῄτεις βίοτον; Ὦ τάλαιν’ ἐγώ.

  Μενελέως

  Τοὔργον μὲν ἦν τοῦτ’, ὄνομα δ’ οὐκ εἶχεν τόδε.

  Ἑλένη

  Πάντ’ οἶσθ’ ἄρ’, ὡς ἔοικας, ἀμφ’ ἐμῶν γάμων.

  Μενελέως

  Οἶδ’· εἰ δὲ λέκτρα διέφυγες τάδ’ οὐκ ἔχω.

  Ἑλένη

  [795] Ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην.

  Μενελέως

  Τίς τοῦδε πειθώ; Φίλα γάρ, εἰ σαφῆ λέγεις.

  Ἑλένη

  Ὁρᾷς τάφου τοῦδ’ ἀθλίους ἕδρας ἐμάς;

  Μενελέως

  Ὁρῶ ταλαίνας στ�
�βάδας, ὧν τί σοὶ μέτα;

  Ἑλένη

  Ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.

  Μενελέως

  [800] Βωμοῦ σπανίζουσ’ ἢ νόμοισι βαρβάροις;

  Ἑλένη

  Ἐρρύεθ’ ἡμᾶς τοῦτ’ ἴσον ναοῖς θεῶν.

  Μενελέως

  Οὐδ’ ἄρα πρὸς οἴκους ναυστολεῖν <σ’> ἔξεστί μοι;

  Ἑλένη

  Ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.

  Μενελέως

  Οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.

  Ἑλένη

  [805] Μή νυν καταιδοῦ, φεῦγε δ’ ἐκ τῆσδε χθονός.

  Μενελέως

  Λιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν.

  Ἑλένη

  Κρεῖσσον γὰρ ἤ σε τἄμ’ ἀποκτεῖναι λέχη.

  Μενελέως

  Ἄνανδρά γ’ εἶπας Ἰλίου τ’ οὐκ ἄξια.

  Ἑλένη

  Οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.

  Μενελέως

  [810] Οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας;

  Ἑλένη

  Εἴσῃ. Τὸ τολμᾶν δ’ ἀδύνατ’ ἀνδρὸς οὐ σοφοῦ.

  Μενελέως

  Σιγῇ παράσχω δῆτ’ ἐμὰς δῆσαι χέρας;

  Ἑλένη

  Ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.

  Μενελέως

  Δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.

  Ἑλένη

  [815] Μί’ ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν.

  Μενελέως

  Ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;

  Ἑλένη

  Εἰ μὴ τύραννός <σ’> ἐκπύθοιτ’ ἀφιγμένον.

  Μενελέως

  Ἐρεῖ δὲ τίς μ’; Οὐ γνώσεταί γ’ ὅς εἰμ’ ἐγώ.

  Ἑλένη

  Ἔστ’ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση.

  Μενελέως

  [820] Φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;

  Ἑλένη

  Οὔκ, ἀλλ’ ἀδελφή· Θεονόην καλοῦσί νιν.

 

‹ Prev