Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 162
Complete Works of Euripides Page 162

by Euripides


  γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις

  [1435] ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ.

  Σὺ δ’, ὦ ξέν’, ἐλθών, πελαγίους ἐς ἀγκάλας

  τῷ τῆσδε πρίν ποτ’ ὄντι δοὺς πόσει τάδε,

  πάλιν πρὸς οἴκους σπεῦδ’ ἐμὴν δάμαρτ’ ἔχων,

  ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ

  [1440] στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς.

  Μενελέως

  Ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός,

  βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.

  Ἕλκουσι δ’ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς

  σπουδῇ σύναψαι· κἂν ἄκρᾳ θίγῃς χερί,

  [1445] ἥξομεν ἵν’ ἐλθεῖν βουλόμεσθα τῆς τύχης.

  Ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.

  Κέκλησθέ μοι, θεοί, πολλά χρήσθ’ ἐμοῦ κλύειν

  καὶ λύπρ’· ὀφείλω δ’ οὐκ ἀεὶ πράσσειν κακῶς,

  ὀρθῷ δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν

  [1450] δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.

  Χορός

  [1451] Φοίνισσα Σιδωνιὰς ὦ

  ταχεῖα κώπα, ῥοθίοισι μάτηρ

  εἰρεσίας φίλα,

  χοραγὲ τῶν καλλιχόρων

  [1455] δελφίνων, ὅταν αὔραις

  πέλαγος ἀνήνεμον ᾖ,

  γλαυκὰ δὲ Πόντου θυγάτηρ

  Γαλάνεια τάδ’ εἴπῃ·

  Κατὰ μὲν ἱστία πετάσατ’ αὔ-

  [1460] ραις λιπόντες εἰναλίαις,

  λάβετε δ’ εἰλατίνας πλάτας,

  ὦ ναῦται, ναῦται,

  πέμποντες εὐλιμένους

  Περσείων οἴκων Ἑλέναν ἐπ’ ἀκτάς.

  [1465] Ἦ που κόρας ἂν ποταμοῦ

  παρ’ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ

  Παλλάδος ἂν λάβοις

  χρόνῳ ξυνελθοῦσα χοροῖς

  ἢ κώμοις Ὑακίνθου

  [1470] νύχιον ἐς εὐφροσύναν,

  ὃν ἐξαμιλλησάμενος

  τροχῷ τέρμονα δίσκου

  ἔκανε Φοῖβος, τᾷ Λακαί-

  νᾳ γᾷ βούθυτον ἁμέραν·

  [1475] ὁ Διὸς δ’ εἶπε σέβειν γόνος·

  μόσχον θ’, ἃν οἴκοις

  [1476β] <ἔλειπες, Ἑρμιόναν,>

  ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.

  Δι’ ἀέρος εἴθε ποτανοὶ

  γενοίμεσθ’ ᾇ Λιβύας

  [1480] οἰωνοὶ στοχάδες

  ὄμβρον λιποῦσαι χειμέριον

  νίσονται πρεσβυτάτᾳ

  σύριγγι πειθόμεναι

  [1485] ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς

  ἐπιπετόμενος ἰαχεῖ.

  Ὦ πταναὶ δολιχαύχενες,

  σύννομοι νεφέων δρόμου,

  βᾶτε Πλειάδας ὑπὸ μέσας

  [1490] Ὠρίωνά τ’ ἐννύχιον·

  καρύξατ’ ἀγγελίαν,

  Εὐρώταν ἐφεζόμεναι,

  Μενέλεως ὅτι Δαρδάνου

  πόλιν ἑλὼν δόμον ἥξει.

  [1495] Μόλοιτέ ποθ’ ἵππιον οἶμον

  δι’ αἰθέρος ἱέμενοι

  παῖδες Τυνδαρίδαι,

  λαμπρῶν ἄστρων ὑπ’ ἀέλλαισιν·

  οἳ ναίετ’ οὐράνιοι,

  [1500] σωτῆρες τᾶς Ἑλένας,

  γλαυκὸν ἔπιτ’ οἶδμα κυανόχροά τε κυμάτων

  ῥόθια πολιὰ θαλάσσας,

  ναύταις εὐαεῖς ἀνέμων

  [1505] πέμποντες Διόθεν πνοάς·

  δύσκλειαν δ’ ἀπὸ συγγόνου

  βάλετε βαρβάρων λεχέων,

  ἃν Ἰδαίων ἐρίδων

  ποιναθεῖσ’ ἐκτήσατο, γᾶν

  [1510] οὐκ ἐλθοῦσά <ποτ’> Ἰλίου

  Φοιβείους ἐπὶ πύργους.

  Ἄγγελος

  [1512] Ἄναξ, τὰ κάκιστ’ ἐν δόμοις εὑρήκαμεν·

  ὡς καίν’ ἀκούσῃ πήματ’ ἐξ ἐμοῦ τάχα.

  Θεοκλύμενος

  Τί δ’ ἔστιν;

  Ἄγγελος

  Ἄλλης ἐκπόνει μνηστεύματα

  [1515] γυναικός· Ἑλένη γὰρ βέβηκ’ ἔξω χθονός.

  Θεοκλύμενος

  Πτεροῖσιν ἀρθεῖσ’ ἢ πεδοστιβεῖ ποδί;

  Ἄγγελος

  Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός,

  ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.

  Θεοκλύμενος

  Ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρία

  [1520] ἐκ τῆσδ’ ἀπῆρε χθονός; Ἄπιστα γὰρ λέγεις.

  Ἄγγελος

  Ἥν γε ξένῳ δίδως σύ· τούς τε σοὺς ἔχων

  ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς.

  Θεοκλύμενος

  Πῶς; Εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων

  ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα

  [1525] τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα.

  Ἄγγελος

  [1526] Ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους

  ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη

  σοφώταθ’ ἁβρὸν πόδα τιθεῖσ’ ἀνέστενε

  πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.

  [1530] Ὡς δ’ ἤλθομεν σῶν περίβολον νεωρίων,

  Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν

  ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα

  ἔχουσαν. Ἔργου δ’ ἔργον ἐξημείβετο·

  ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο

  [1535] ταρσόν τε χειρί, λευκά θ’ ἱστί’ εἰς ἓν ἦν

  πηδάλιά τε ζεύγλαισι παρακαθίετο.

  Κἀν τῷδε μόχθῳ, τοῦτ’ ἄρα σκοπούμενοι,

  Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι

  προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι

  [1540] πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δ’ ὁρ�
��ν.

  Ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος

  προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·

  Ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε

  Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;

  [1545] Ἆρ’ Ἀτρέως παῖδ’ ὀλόμενον συνθάπτετε,

  ὃν Τυνδαρὶς παῖς ἥδ’ ἀπόντα κενοταφεῖ;

  Οἳ δ’ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ,

  ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα

  φέροντες. Ἡμῖν δ’ ἦν μὲν ἥδ’ ὑποψία

  [1550] λόγος τ’ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν

  ὡς πλῆθος εἴη· διεσιωπῶμεν δ’ ὅμως

  τοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼς

  ξένον κελεύσας πάντα συνέχεας τάδε.

  Καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς

  [1555] ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς

  οὐκ ἤθελ’ ὀρθὸς σανίδα προσβῆναι κάτα,

  ἀλλ’ ἐξεβρυχᾶτ’ ὄμμ’ ἀναστρέφων κύκλῳ

  κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων

  μὴ θιγγάνειν ἀπεῖργεν. Ὁ δ’ Ἑλένης πόσις

  [1560] ἐκάλεσεν· Ὦ πέρσαντες Ἰλίου πόλιν,

  οὐκ εἶ’ ἀναρπάσαντες Ἑλλήνων νόμῳ

  νεανίαις ὤμοισι ταύρειον δέμας

  ἐς πρῷραν ἐμβαλεῖτε, φάσγανόν θ’ ἅμα

  πρόχειρον ὤσει σφάγια τῷ τεθνηκότι;

  [1565] Οἳ δ’ ἐς κέλευσμ’ ἐλθόντες ἐξανήρπασαν

  ταῦρον φέροντές τ’ εἰσέθεντο σέλματα.

  Μονάμπυκον δὲ Μενέλεως ψήχων δέρην

  μέτωπά τ’ ἐξέπεισεν ἐσβῆναι δόρυ.

  Τέλος δ’, ἐπειδὴ ναῦς τὰ πάντ’ ἐδέξατο,

  [1570] πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδί

  Ἑλένη καθέζετ’ ἐν μέσοις ἑδωλίοις,

  ὅ τ’ οὐκέτ’ ὢν λόγοισι Μενέλεως πέλας·

  ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τ’ ἴσοι

  ἀνὴρ παρ’ ἄνδρ’ ἕζονθ’, ὑφ’ εἵμασι ξίφη

  [1575] λαθραῖ’ ἔχοντες, ῥόθιά τ’ ἐξεπίμπλατο

  βοῆς κελευστοῦ φθέγμαθ’ ὡς ἠκούσαμεν.

  Ἐπεὶ δὲ γαίας ἦμεν οὔτ’ ἄγαν πρόσω

  οὔτ’ ἐγγύς, οὕτως ἤρετ’ οἰάκων φύλαξ·

  Ἔτ’, ὦ ξέν’, ἐς τὸ πρόσθεν ἢ καλῶς ἔχει

  [1580] πλεύσωμεν; Ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.

  Ὃ δ’ εἶφ’· Ἅλις μοι. Δεξιᾷ δ’ ἑλὼν ξίφος

  ἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇ

  σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,

  τέμνων δὲ λαιμὸν ηὔχετ’· Ὦ ναίων ἅλα

  [1585] πόντιε Πόσειδον Νηρέως θ’ ἁγναὶ κόραι,

  σώσατέ μ’ ἐπ’ ἀκτὰς Ναυπλίας δάμαρτά τε

  ἄσυλον ἐκ γῆς. Αἵματος δ’ ἀπορροαὶ

  ἐς οἶδμ’ ἐσηκόντιζον οὔριοι ξένῳ.

  Καί τις τόδ’ εἶπε· Δόλιος ἡ ναυκληρία.

  [1590] Πάλιν πλέωμεν· δεξιὰν κέλευε σύ,

  σὺ δὲ στρέφ’ οἴακ’. Ἐκ δὲ ταυρείου φόνου

  Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους·

  Τί μέλλετ’, ὦ γῆς Ἑλλάδος λωτίσματα,

  σφάζειν φονεύειν βαρβάρους νεώς τ’ ἄπο

  [1595] ῥίπτειν ἐς οἶδμα; Ναυβάταις δὲ τοῖσι σοῖς

  βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα·

  Οὐκ εἶ’ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ,

  ὃ δὲ ζύγ’ ἄξας, ὃ δ’ ἀφελὼν σκαλμοῦ πλάτην

  καθαιματώσει κρᾶτα πολεμίων ξένων;

  [1600] Ὀρθοὶ δ’ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν

  κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη·

  φόνῳ δὲ ναῦς ἐρρεῖτο. Παρακέλευσμα δ’ ἦν

  πρύμνηθεν Ἑλένης· Ποῦ τὸ Τρωικὸν κλέος;

  Δείξατε πρὸς ἄνδρας βαρβάρους· σπουδῆς δ’ ὕπο

  [1605] ἔπιπτον, οἳ δ’ ὠρθοῦντο, τοὺς δὲ κειμένους

  νεκροὺς ἂν εἶδες. Μενέλεως δ’ ἔχων ὅπλα,

  ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,

  ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος,

  ὥστ’ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ

  [1610] σῶν ναυβατῶν ἐρετμά. Ἐπ’ οἰάκων δὲ βὰς

  ἄνακτ’ ἐς Ἑλλάδ’ εἶπεν εὐθύνειν δόρυ.

  Οἳ δ’ ἱστὸν ᾖρον, οὔριαι δ’ ἧκον πνοαί.

  Βεβᾶσι δ’ ἐκ γῆς. Διαφυγὼν δ’ ἐγὼ φόνον

  καθῆκ’ ἐμαυτὸν εἰς ἅλ’ ἄγκυραν πάρα·

  [1615] ἤδη δὲ κάμνονθ’ ὁρμιατόνων μέ τις

  ἀνείλετ’, ἐς δὲ γαῖαν ἐξέβησέ σοι

  τάδ’ ἀγγελοῦντα. Σώφρονος δ’ ἀπιστίας

  οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.

  Χορός

  [1619] Οὐκ ἄν ποτ’ ηὔχουν οὔτε σ’ οὔθ’ ἡμᾶς λαθεῖν

  [1620] Μενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών.

  Θεοκλύμενος

  Ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας·

  ἐκπεφεύγασιν γάμοι με. Κεἰ μὲν ἦν ἁλώσιμος

  ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους·

  νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον,

  [1625] ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι.

  Τοιγὰρ οὔποτ’ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.

  Θεράπων

  Οὗτος ὤ, ποῖ σὸν πόδ’ αἴρεις, δέσποτ’, ἐς ποῖον φόνον;

  Θεοκλύμενος

  Οἷπερ ἡ δίκη κελεύει με· ἀλλ’ ἀφίστασ’ ἐκποδών.

  Θεράπων

  Οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα <γὰρ> σπεύδεις κακά.

  Θεοκλύμενο�


  [1630] Ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν;

  Θεράπων

  Φρονῶ γὰρ εὖ.

  Θεοκλύμενος

  Οὐκ ἔμοιγ’, εἰ μή μ’ ἐάσεις

  Θεράπων

  Οὐ μὲν οὖν σ’ ἐάσομεν.

  Θεοκλύμενος

  Σύγγονον κτανεῖν κακίστην

  Θεράπων

  Εὐσεβεστάτην μὲν οὖν.

  Θεοκλύμενος

  Ἥ με προύδωκεν

  Θεράπων

  Καλήν γε προδοσίαν, δίκαια δρᾶν.

  Θεοκλύμενος

  Τἀμὰ λέκτρ’ ἄλλῳ διδοῦσα.

  Θεράπων

  Τοῖς γε κυριωτέροις.

  Θεοκλύμενος

  [1635] Κύριος δὲ τῶν ἐμῶν τίς;

  Θεράπων

  Ὃς ἔλαβεν πατρὸς πάρα.

  Θεοκλύμενος

  Ἀλλ’ ἔδωκεν ἡ τύχη μοι.

  Θεράπων

  Τὸ δὲ χρεὼν ἀφείλετο.

  Θεοκλύμενος

  Οὐ σὲ τἀμὰ χρὴ δικάζειν.

  Θεράπων

  Ἤν γε βελτίω λέγω.

  Θεοκλύμενος

  Ἀρχόμεσθ’ ἄρ’, οὐ κρατοῦμεν.

  Θεράπων

  Ὅσια δρᾶν, τὰ δ’ ἔκδικ’ οὔ.

  Θεοκλύμενος

  Κατθανεῖν ἐρᾶν ἔοικας.

  Θεράπων

  [1639] Κτεῖνε· σύγγονον δὲ σὴν

  [1640] οὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλ’ ἔμε· <ὡς> πρὸ δεσποτῶν

  τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.

  Διόσκοροι

  [1642] Ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ,

  Θεοκλύμενε, γαίας τῆσδ’ ἄναξ· δισσοὶ δέ σε

  Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ

  [1645] ἔτικτεν Ἑλένην θ’, ἣ πέφευγε σοὺς δόμους·

  οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις,

  οὐδ’ ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρη

 

‹ Prev