Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 171
Complete Works of Euripides Page 171

by Euripides

Ἀντιγόνη

  ἀλλ᾽ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ;

  Οἰδίπους

  1685 μέν᾽ εὐτυχοῦσα, τἄμ᾽ ἐγὼ στέρξω κακά.

  Ἀντιγόνη

  καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ;

  Οἰδίπους

  πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ.

  Ἀντιγόνη

  ὁ δ᾽ Οἰδίπους ποῦ καὶ τὰ κλείν᾽ αἰνίγματα;

  Οἰδίπους

  ὄλωλ᾽: ἓν ἦμάρ μ᾽ ὤλβισ᾽, ἓν δ᾽ ἀπώλεσεν.

  Ἀντιγόνη

  1690 οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν;

  Οἰδίπους

  αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί.

  Ἀντιγόνη

  οὔ, σωφρονούσῃ γ᾽, ἀλλὰ γενναία, πάτερ.

  Οἰδίπους

  προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν.

  Ἀντιγόνη

  ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί.

  Οἰδίπους

  1695 ὦ μῆτερ, ὦ ξυνάορ᾽ ἀθλιωτάτη.

  Ἀντιγόνη

  οἰκτρὰ πρόκειται, πάντ᾽ ἔχουσ᾽ ὁμοῦ κακά.

  Οἰδίπους

  Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ;

  Ἀντιγόνη

  τώδ᾽ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας.

  Οἰδίπους

  πρόσθες τυφλὴν χεῖρ᾽ ἐπὶ πρόσωπα δυστυχῆ.

  Ἀντιγόνη

  1700 ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί.

  Οἰδίπους

  ὦ φίλα πεσήματ᾽ ἄθλι᾽ ἀθλίου πατρός.

  Ἀντιγόνη

  ὦ φίλτατον δῆτ᾽ ὄνομα Πολυνείκους ἐμοί.

  Οἰδίπους

  νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται.

  Ἀντιγόνη

  ὁ ποῖος; ἀλλ᾽ ἦ πρὸς κακοῖς ἐρεῖς κακά;

  Οἰδίπους

  1705 ἐν ταῖς Ἀθήναις κατθανεῖν μ᾽ ἀλώμενον.

  Ἀντιγόνη

  ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται;

  Οἰδίπους

  ἱερὸς Κολωνός, δώμαθ᾽ ἱππίου θεοῦ.

  ἀλλ᾽ εἶα, τυφλῷ τῷδ᾽ ὑπηρέτει πατρί,

  ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς.

  Ἀντιγόνη

  1710 ἴθ᾽ ἐς φυγὰν τάλαιναν: ὄρεγε χέρα φίλαν,

  πάτερ γεραιέ, πομπίμαν

  ἔχων ἔμ᾽ ὥστε ναυσίπομπον αὔραν.

  Οἰδίπους

  <ἰδοὺ> ἰδού, πορεύομαι:

  1715 τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ.

  Ἀντιγόνη

  γενόμεθα γενόμεθ᾽, ἄθλιαί

  γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων.

  Οἰδίπους

  πόθι γεραιὸν ἴχνος τίθημι;

  βάκτρα πρόσφερ᾽, ὦ τέκνον.

  Ἀντιγόνη

  1720 τᾷδε τᾷδε βᾶθί μοι,

  τᾷδε τᾷδε πόδα τιθείς,

  ὥστ᾽ ὄνειρον ἰσχύν.

  Οἰδίπους

  ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς

  ἐλαύνων τὸν γέροντά μ᾽ ἐκ πάτρας.

  1725 ἰὼ ἰώ, δεινὰ δείν᾽ ἐγὼ τλάς.

  Ἀντιγόνη

  τί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς,

  οὐδ᾽ ἀμείβεται βροτῶν ἀσυνεσίας.

  Οἰδίπους

  ὅδ᾽ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ-

  λίνικον οὐράνιον ἔβαν

  1730 <μειξο>παρθένου κόρας

  αἴνιγμ᾽ ἀσύνετον εὑρών.

  Ἀντιγόνη

  Σφιγγὸς ἀναφέρεις ὄνειδος.

  ἄπαγε τὰ πάρος εὐτυχήματ᾽ αὐδῶν.

  τάδε σ᾽ ἐπέμενε μέλεα πάθεα

  1735 φυγάδα πατρίδος ἄπο γενόμενον,

  ὦ πάτερ, θανεῖν που.

  ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις

  λιποῦσ᾽ ἄπειμι πατρίδος ἀποπρὸ γαίας

  ἀπαρθένευτ᾽ ἀλωμένα.

  1740 φεῦ τὸ χρήσιμον φρενῶν

  ἐς πατρός γε συμφορὰς

  εὐκλεᾶ με θήσει:

  τάλαιν᾽ ἐγὼ <σῶν> συγγόνου θ᾽ ὑβρισμάτων,

  ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται

  1745 μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών,

  σκότια γᾷ καλύψω.

  Οἰδίπους

  πρὸς ἥλικας φάνηθι σάς.

  Ἀντιγόνη

  ἅλις ὀδυρμάτων ἐμῶν.

  Οἰδίπους

  σὺ δ᾽ ἀμφὶ βωμίους λιτὰς —

  Ἀντιγόνη

  1750 κόρον ἔχουσ᾽ ἐμῶν κακῶν.

  Οἰδίπους

  ἴθ᾽ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸς

  ἄβατος ὄρεσι μαινάδων.

  Ἀντιγόνη

  Καδμείαν ᾧ νεβρίδα

  στολιδωσαμένα ποτ᾽ ἐγὼ Σεμέλας

  θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα,

  χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα;

  Οἰδίπους

  ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετ᾽, Οἰδίπους ὅδε,

  ὃς τὰ κλείν᾽ αἰνίγματ᾽ ἔγνω καὶ μέγιστος ἦν ἀνήρ,

  1760 ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη,

  νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός.

  ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι;

  τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν.

  Χορός

  ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν

  1765 βίοτον κατέχοις

  καὶ μὴ λήγοις στεφανοῦσα.

  ORESTES

  Ἠλέκτρα

  Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ’ εἰπεῖν ἔπος

  οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,

  ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος ἀνθρώπου φύσις.

  Ὁ γὰρ μακάριος κοὐκ ὀνειδίζω τύχας

  [5] Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος

  κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον

  ἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην,

  ὡς μ�
�ν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν

  κοινῆς τραπέζης ἀξίωμ’ ἔχων ἴσον,

  [10] ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.

  Οὗτος φυτεύει Πέλοπα, τοῦ δ’ Ἀτρεὺς ἔφυ,

  ᾧ στέμματα ξήνασ’ ἐπέκλωσεν θεὰ

  ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ

  θέσθαι. Τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ;

  [15] Ἔδαισε δ’ οὖν νιν τέκν’ ἀποκτείνας Ἀτρεύς.

  Ἀτρέως δέ· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας·

  Ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ

  Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.

  Γαμεῖ δ’ ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένην

  [20] Μενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχος

  ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ·

  ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,

  Χρυσόθεμις Ἰφιγένειά τ’ Ἠλέκτρα τ’ ἐγώ,

  ἄρσην δ’ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,

  [25] ἣ πόσιν ἀπείρῳ περιβαλοῦσ’ ὑφάσματι

  ἔκτεινεν· ὧν δ’ ἕκατι, παρθένῳ λέγειν

  οὐ καλόν· ἐῶ τοῦτ’ ἀσαφὲς ἐν κοινῷ σκοπεῖν.

  Φοίβου δ’ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;

  Πείθει δ’ Ὀρέστην μητέρ’ ἥ σφ’ ἐγείνατο

  [30] κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον.

  [31] Ὅμως δ’ ἀπέκτειν’ οὐκ ἀπειθήσας θεῷ·

  Κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου.

  Πυλάδης θ’, ὃς ἡμῖν συγκατείργασται τάδε.

  Ἐντεῦθεν ἀγρίᾳ συντακεὶς νόσῳ νοσεῖ

  [35] τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις

  κεῖται, τὸ μητρὸς δ’ αἷμά νιν τροχηλατεῖ

  μανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς

  εὐμενίδας, αἳ τόνδ’ ἐξαμιλλῶνται φόβῳ.

  [39] Ἕκτον δὲ δὴ τόδ’ ἦμαρ ἐξ ὅτου σφαγαῖς

  [40] θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας,

  ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο,

  οὐ λούτρ’ ἔδωκε χρωτί· χλανιδίων δ’ ἔσω

  κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου,

  ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο

  [45] πηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ.

  Ἔδοξε δ’ Ἄργει τῷδε μήθ’ ἡμᾶς στέγαις,

  μὴ πυρὶ δέχεσθαι, μήτε προσφωνεῖν τινα

  μητροκτονοῦντας· κυρία δ’ ἥδ’ ἡμέρα,

  ἐν ᾗ διοίσει ψῆφον Ἀργείων πόλις,

  [50] εἰ χρὴ θανεῖν νὼ λευσίμῳ πετρώματι.

  Ἢ φάσγανον θήξαντ’ ἐπ’ αὐχένος βαλεῖν.

  [52] Ἐλπίδα δὲ δή τιν’ ἔχομεν ὥστε μὴ θανεῖν·

  ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,

  λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃ

  [55] ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον

  ἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολύστονον

  Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν

  μεθ’ ἡμέραν στείχουσαν, ὧν ὑπ’ Ἰλίῳ

  παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς,

  [60] προύπεμψεν ἐς δῶμ’ ἡμέτερον· ἔστιν δ’ ἔσω

  κλαίουσ’ ἀδελφὴν συμφοράν τε δωμάτων.

  Ἔχει δὲ δή τιν’ ἀλγέων παραψυχήν·

  ἣν γὰρ κατ’ οἴκους ἔλιφ’, ὅτ’ ἐς Τροίαν ἔπλει,

  παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν

  [65] Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,

  ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν.

  Βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότ’ ὄψομαι

  Μενέλαον ἥκονθ’· ὡς τά γ’ ἄλλ’ ἐπ’ ἀσθενοῦς

  ῥώμης ὀχούμεθ’, ἤν τι μὴ κείνου πάρα

  [70] σωθῶμεν. Ἄπορον χρῆμα δυστυχῶν δόμος.

  Ἑλένη

  [71] Ὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος,

  παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,

  πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸς

  τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει;

  [75] Προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,

  ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.

  Καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,

  ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον

  ἔπλευσ’ ὅπως ἔπλευσα θεομανεῖ πότμῳ,

  [80] οὐκ εἶδον, ἀπολειφθεῖσα δ’ αἰάζω τύχας.

  Ἠλέκτρα

  [81] Ἑλένη, τί σοι λέγοιμ’ ἂν ἅ γε παροῦσ’ ὁρᾷς;

  Ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμον

  ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ

  νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς

  [85] θάσσω· τὰ τούτου δ’ οὐκ ὀνειδίζω κακά.

  σὺ δ’ εἶ μακαρία μακάριός θ’ ὁ σὸς πόσις.

  ἥκετον ἐφ’ ἡμᾶς ἀθλίως πεπραγότας

  Ἑλένη

  Πόσον χρόνον δ’ ἐν δεμνίοις πέπτωχ’ ὅδε;

  Ἠλέκτρα

  Ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.

  Ἑλένη

  [90] Ὢ μέλεος· ἡ τεκοῦσά θ’, ὡς διώλετο.

  Ἠλέκτρα

  Οὕτως ἔχει τάδ’, ὥστ’ ἀπείρηκεν κακοῖς.

  Ἑλένη

  Πρὸς θεῶν, πίθοι’ ἂν δῆτά μοί τι, παρθένε;

  Ἠλέκτρα

  Ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.

  Ἑλένη

  Βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;

  Ἠλέκτρα

  [95] Μητρὸς κελεύεις τῆς ἐμῆς; Τίνος χάριν;

  Ἑλένη

  Κόμης ἀπαρχὰς καὶ χοὰς φέρ
ουσ’ ἐμάς.

  Ἠλέκτρα

  Σοὶ δ’ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;

  Ἑλένη

  Δεῖξαι γὰρ Ἀργείοισι σῶμ’ αἰσχύνομαι.

  Ἠλέκτρα

  Ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσ’ αἰσχρῶς δόμους.

  Ἑλένη

  [100] Ὀρθῶς ἔλεξας, οὐ φίλως δ’ ἐμοὶ λέγεις.

  Ἠλέκτρα

  Αἰδὼς δὲ δὴ τίς σ’ ἐς Μυκηναίους ἔχει;

  Ἑλένη

  Δέδοικα πατέρας τῶν ὑπ’ Ἰλίῳ νεκρῶν.

  Ἠλέκτρα

  Δεινὸν γάρ· Ἄργει τ’ ἀναβοᾷ διὰ στόμα.

  Ἑλένη

  Σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.

  Ἠλέκτρα

  [105] Οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.

  Ἑλένη

  Αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.

  Ἠλέκτρα

  Τί δ’ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;

  Ἑλένη

  Ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.

  Ἠλέκτρα

  Καὶ μὴν τίνοι γ’ ἂν τῇ τεθνηκυίᾳ τροφάς.

  Ἑλένη

  [110] Ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.

  Καὶ πέμψομέν γε θυγατέρ’· εὖ γάρ τοι λέγεις.

  Ὦ τέκνον, ἔξελθ’, Ἑρμιόνη, δόμων πάρος

  καὶ λαβὲ χοὰς τάσδ’ ἐν χεροῖν κόμας τ’ ἐμάς·

  Ἐλθοῦσα δ’ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον

  [115] μελίκρατ’ ἄφες γάλακτος οἰνωπόν τ’ ἄχνην,

  καὶ στᾶσ’ ἐπ’ ἄκρου χώματος λέξον τάδε·

  Ἑλένη σ’ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,

  φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε

  Ἀργεῖον ὄχλον. Πρευμενῆ δ’ ἄνωγέ νιν

  [120] ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν

  τοῖν τ’ ἀθλίοιν τοῖνδ’, οὓς ἀπώλεσεν θεός.

 

‹ Prev