Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 177
Complete Works of Euripides Page 177

by Euripides

Ἀλλ’ οὐδ’ ἐγὼ μήν, σοί γε τιμωρούμενος.

  Ὀρέστης

  Τὸ πρᾶγμα δήλου καὶ πέραιν’, ὅπως λέγεις.

  Πυλάδης

  Ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι.

  Ὀρέστης

  [1120] Ἔχω τοσοῦτον, τἀπίλοιπα δ’ οὐκ ἔχω.

  Πυλάδης

  Γόους πρὸς αὐτὴν θησόμεσθ’ ἃ πάσχομεν.

  Ὀρέστης

  Ὥστ’ ἐκδακρῦσαί γ’ ἔνδοθεν κεχαρμένην.

  Πυλάδης

  Καὶ νῷν παρέσται ταῦθ’ ἅπερ κείνῃ τότε.

  Ὀρέστης

  Ἔπειτ’ ἀγῶνα πῶς ἀγωνιούμεθα;

  Πυλάδης

  [1125] Κρύπτ’ ἐν πέπλοισι τοισίδ’ ἕξομεν ξίφη.

  Ὀρέστης

  Πρόσθεν δ’ ὀπαδῶν τίς ὄλεθρος γενήσεται;

  Πυλάδης

  Ἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης.

  Ὀρέστης

  Καὶ τόν γε μὴ σιγῶντ’ ἀποκτείνειν χρεών.

  Πυλάδης

  Εἶτ’ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών.

  Ὀρέστης

  [1130] Ἑλένην φονεύειν· μανθάνω τὸ σύμβολον.

  Πυλάδης

  [1131] Ἔγνως· ἄκουσον δ’ ὡς καλῶς βουλεύομαι.

  Εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν

  ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος·

  νῦν δ’ ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην,

  [1135] ὧν πατέρας ἔκτειν’, ὧν δ’ ἀπώλεσεν τέκνα,

  νύμφας τ’ ἔθηκεν ὀρφανὰς ξυναόρων.

  Ὀλολυγμὸς ἔσται, πῦρ τ’ ἀνάψουσιν θεοῖς,

  σοὶ πολλὰ κἀμοὶ κέδν’ ἀρώμενοι τυχεῖν,

  κακῆς γυναικὸς οὕνεχ’ αἷμ’ ἐπράξαμεν.

  [1140] Ὁ μητροφόντης δ’ οὐ καλῇ ταύτην κτανών,

  ἀλλ’ ἀπολιπὼν τοῦτ’ ἐπὶ τὸ βέλτιον πεσῇ,

  Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς.

  Οὐ δεῖ ποτ’, οὐ δεῖ, Μενέλεων μὲν εὐτυχεῖν,

  τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν,

  [1145] μητέρα τε ἐῶ τοῦτ’· οὐ γὰρ εὐπρεπὲς λέγειν

  δόμους δ’ ἔχειν σοὺς δι’ Ἀγαμέμνονος δόρυ

  λαβόντα νύμφην· μὴ γὰρ οὖν ζῴην ἔτι,

  ἢν μὴ ‘π’ ἐκείνῃ φάσγανον σπασώμεθα.

  Ἢν δ’ οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον,

  [1150] πρήσαντες οἴκους τούσδε κατθανούμεθα.

  Ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος,

  καλῶς θανόντες ἢ καλῶς σεσῳσμένοι.

  Χορός

  Πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ

  ἡ Τυνδαρὶς παῖς, ἣ κατῄσχυνεν γένος.

  Ὀρέστης

  [1155] Φεῦ·

  οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής,

  οὐ πλοῦτος, οὐ τυραννίς· ἀλόγιστον δέ τι

  τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου.

  Σὺ γὰρ τά τ’ εἰς Αἴγισθον ἐξηῦρες κακὰ

  καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί,

  [1160] νῦν τ’ αὖ δίδως μοι πολεμίων τιμωρίαν

  κοὐκ ἐκποδὼν εἶ παύσομαί σ’ αἰνῶν, ἐπεὶ

  βάρος τι κἀν τῷδ’ ἐστίν, αἰνεῖσθαι λίαν.

  Ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν

  δράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν,

  [1165] ἵν’ ἀνταναλώσω μὲν οἵ με προύδοσαν,

  στένωσι δ’ οἵπερ κἄμ’ ἔθηκαν ἄθλιον.

  Ἀγαμέμνονός τοι παῖς πέφυχ’, ὃς Ἑλλάδος

  ἦρξ’ ἀξιωθείς, οὐ τύραννος, ἀλλ’ ὅμως

  ῥώμην θεοῦ τιν’ ἔσχε· ὃν οὐ καταισχυνῶ

  [1170] δοῦλον παρασχὼν θάνατον, ἀλλ’ ἐλευθέρως

  ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.

  Ἑνὸς γὰρ εἰ λαβοίμεθ’, εὐτυχοῖμεν ἄν,

  εἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία

  κτανοῦσι μὴ θανοῦσιν· εὔχομαι τάδε.

  [1175] Ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα

  πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.

  Ἠλέκτρα

  [1177] Ἐγώ, κασίγνητ’, αὐτὸ τοῦτ’ ἔχειν δοκῶ,

  σωτηρίαν σοὶ τῷδέ τ’ ἐκ τρίτων τ’ ἐμοί.

  Ὀρέστης

  Θεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε;

  [1180] Ἐπεὶ τὸ συνετόν γ’ οἶδα σῇ ψυχῇ παρόν.

  Ἠλέκτρα

  Ἄκουε δή νυν· καὶ σὺ δεῦρο νοῦν ἔχε.

  Ὀρέστης

  Λέγ’· ὡς τὸ μέλλειν ἀγάθ’ ἔχει τιν’ ἡδονήν.

  Ἠλέκτρα

  Ἑλένης κάτοισθα θυγατέρ’; Εἰδότ’ ἠρόμην.

  Ὀρέστης

  Οἶδ’, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.

  Ἠλέκτρα

  [1185] Αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον.

  Ὀρέστης

  Τί χρῆμα δράσουσ’; Ὑποτίθης τίν’ ἐλπίδα;

  Ἠλέκτρα

  Χοὰς κατασπείσουσ’ ὑπὲρ μητρὸς τάφῳ.

  Ὀρέστης

  Καὶ δὴ τί μοι τοῦτ’ εἶπας ἐς σωτηρίαν;

  Ἠλέκτρα

  Ξυλλάβεθ’ ὅμηρον τήνδ’, ὅταν στείχῃ πάλιν.

  Ὀρέστης

  [1190] Τίνος τόδ’ εἶπας φάρμακον τρισσοῖς φίλοις;

  Ἠλέκτρα

  [1191] Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷ

  ἢ τόνδε κἀμέ πᾶν γὰρ ἓν φίλον τόδε

  λέγ’ ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴ

  δέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντ’ ἔχειν.

  [1195] Κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρην

  Ἑλένης Μενέλεως πτῶμ’ ἰδὼν ἐν αἵματι,

  μέθες πεπᾶσθαι πατρὶ παρθέ�
�ου δέμας·

  ἢν δ’ ὀξυθύμου μὴ κρατῶν φρονήματος

  κτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην.

  [1200] Καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ,

  χρόνῳ μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺς

  οὔτ’ ἄλκιμος πέφυκε. Τήνδ’ ἡμῖν ἔχω

  σωτηρίας ἔπαλξιν. Εἴρηται λόγος.

  Ὀρέστης

  [1204] Ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη,

  [1205] τὸ σῶμα δ’ ἐν γυναιξὶ θηλείαις πρέπον,

  ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.

  Πυλάδη, τοιαύτης ἆρ’ ἁμαρτήσῃ τάλας

  γυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος.

  Πυλάδης

  Εἰ γὰρ γένοιτο, Φωκέων δ’ ἔλθοι πόλιν

  [1210] καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.

  Ὀρέστης

  Ἥξει δ’ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;

  Ὡς τἄλλα γ’ εἶπας, εἴπερ εὐτυχήσομεν,

  κάλλισθ’, ἑλόντες σκύμνον ἀνοσίου πατρός.

  Ἠλέκτρα

  Καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ·

  [1215] τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.

  Ὀρέστης

  [1216] Καλῶς· σὺ μέν νυν, σύγγον’ Ἠλέκτρα, δόμων

  πάρος μένουσα παρθένου δέχου πόδα,

  φύλασσε δ’ ἤν τις, πρὶν τελευτηθῇ φόνος,

  ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός,

  [1220] ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τ’ ἐς δόμους,

  ἢ σανίδα παίσασ’ ἢ λόγους πέμψασ’ ἔσω·

  ἡμεῖς δ’ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον

  ἀγῶν’ ὁπλιζώμεσθα φασγάνῳ χέρας,

  Πυλάδη· σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους.

  [1225] Ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ,

  καλεῖ σ’ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν

  τοῖς δεομένοισι. διὰ σὲ γὰρ πάσχω τάλας

  ἀδίκως· προδέδομαι δ’ ὑπὸ κασιγνήτου σέθεν,

  δίκαια πράξας· οὗ θέλω δάμαρθ’ ἑλὼν

  [1230] κτεῖναι· σὺ δ’ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ.

  Ἠλέκτρα

  [1231] Ὦ πάτερ, ἱκοῦ δῆτ’, εἰ κλύεις ἔσω χθονὸς

  τέκνων καλούντων, οἳ σέθεν θνῄσκουσ’ ὕπερ.

  Πυλάδης

  Ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς,

  Ἀγάμεμνον, εἰσάκουσον· ἔκσῳσον τέκνα.

  Ὀρέστης

  [1235] Ἔκτεινα μητέρα

  Ἠλέκτρα

  Ἡψάμην δ’ ἐγὼ ξίφους

  Πυλάδης

  Ἐγὼ δ’ ἐπεβούλευσα κἀπέλυσ’ ὄκνου

  Ὀρέστης

  Σοί, πάτερ, ἀρήγων.

  Ἠλέκτρα

  Οὐδ’ ἐγὼ προύδωκά σε.

  Πυλάδης

  Οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα;

  Ὀρέστης

  Δακρύοις κατασπένδω σε.

  Ἠλέκτρα

  Ἐγὼ δ’ οἴκτοισί γε.

  Πυλάδης

  [1240] Παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα.

  Εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσ’ ἀραί,

  κλύει. Σὺ δ’, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας,

  δότ’ εὐτυχῆσαι τῷδ’ ἐμοί τε τῇδέ τε·

  τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία,

  [1245] ἢ ζῆν ἅπασιν ἢ θανεῖν ὀφείλεται.

  Ἠλέκτρα

  Μυκηνίδες ὦ φίλαι,

  τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων.

  Χορός

  [1249] Τίνα θροεῖς αὐδάν, πότνια; Παραμένει

  [1250] γὰρ ἔτι σοι τόδ’ ἐν Δαναι¨δῶν πόλει.

  Ἠλέκτρα

  Στῆθ’ αἳ μὲν ὑμῶν τόνδ’ ἁμαξήρη τρίβον,

  αἳ δ’ ἐνθάδ’ ἄλλον οἶμον ἐς φρουρὰν δόμων.

  Χορός

  Τί δέ με τόδε χρέος ἀπύεις;

  Ἔνεπέ μοι, φίλα.

  Ἠλέκτρα

  [1255] Φόβος ἔχει με μή τις ἐπὶ δώμασι

  σταθεὶς ἐπὶ φοίνιον αἷμα

  πήματα πήμασιν ἐξεύρῃ.

  Ἡμίχορος

  Χωρεῖτ’, ἐπειγώμεσθ’· ἐγὼ μὲν οὖν τρίβον

  τόνδ’ ἐκφυλάξω, τὸν πρὸς ἡλίου βολάς.

  Ἡμίχορος

  [1260] Καὶ μὴν ἐγὼ τόνδ’, ὃς πρὸς ἑσπέραν φέρει.

  Ἠλέκτρα

  Δόχμιά νυν κόρας διάφερ’ ὀμμάτων.

  Χορός

  Ἐκεῖθεν ἐνθάδ’, εἶτα παλινσκοπιὰν

  [1265] ἔχομεν, ὡς θροεῖς.

  Ἠλέκτρα

  Ἑλίσσετέ νυν βλέφαρα,

  κόραισι δίδοτε πάντα διὰ βοστρύχων.

  Ἡμίχορος

  [1269] Ὅδε τις ἐν τρίβῳ προσέρχεται. Τίς ὅδ’ ἄρ’ ἀμ-

  [1270] φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ;

  Ἠλέκτρα

  Ἀπωλόμεσθ’ ἄρ’, ὦ φίλαι· κεκρυμμένους

  θῆρας ξιφήρεις αὐτίκ’ ἐχθροῖσιν φανεῖ.

  Ἡμίχορος

  Ἄφοβος ἔχε· κενός, ὦ φίλα,

  στίβος ὃν οὐ δοκεῖς.

  Ἠλέκτρα

  [1275] Τί δέ; Τὸ σὸν βέβαιον ἔτι μοι μένει;

  Δὸς ἀγγελίαν ἀγαθάν τιν’,

  εἰ τάδ’ ἔρημα τὰ πρόσθ’ αὐλᾶς.

  Ἡμίχορος

  Καλῶς τά γ’ ἐνθένδ’. Ἀλλὰ τἀπὶ σοῦ σκόπει·

  ὡς οὔτις ἡμῖν Δαναι¨δῶν πελάζεται.

  Ἡμίχορος

  [1280] Ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδὲ τῇδ’ ὄχλος.

  Ἠλέκτρα

  Φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω.

  Χορός

  [1284] Τί μέλλεθ’ οἱ κατ’ οἶκον ἐν ἡσυχίᾳ

  [1285] σφάγια φοινίσσειν;

  Ἠλέκτρα


  [1286] Οὐκ εἰσακούουσ’· ὦ τάλαιν’ ἐγὼ κακῶν.

  Ἆρ’ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;

  Τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσας

  [1290] ποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει.

  Σκέψασθέ νυν ἄμεινον· οὐχ ἕδρας ἀγών·

  ἀλλ’ αἳ μὲν ἐνθάδ’, αἳ δ’ ἐκεῖσ’ ἑλίσσετε.

  Χορός

  [1295] Ἀμείβω κέλευθον σκοποῦσα πάντῃ.

  Ἑλένη

  Ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς.

  Χορός

  Ἠκούσαθ’; Ἄνδρες χεῖρ’ ἔχουσιν ἐν φόνῳ.

  Ἑλένης τὸ κώκυμ’ ἐστίν, ὡς ἀπεικάσαι.

  Ἠλέκτρα

  Ὦ Διός, ὦ Διὸς ἀέναον κράτος,

  [1300] ἔλθ’ ἐπίκουρος ἐμοῖς φίλοισι πάντως.

  Ἑλένη

  [1301] Μενέλαε, θνῄσκω· σὺ δὲ παρών μ’ οὐκ ὠφελεῖς.

  Ἠλέκτρα

  Φονεύετε, καίνετε,

  ὄλλυτε, δίπτυχα δίστομα φάσγανα

  ἐκ χερὸς ἱέμενοι

  [1305] τὰν λιποπάτορα λιπόγαμον, ἃ

  πλείστους ἔκανεν Ἑλλάνων

  δορὶ παρὰ ποταμὸν ὀλομένους,

  ὅθι δάκρυα δάκρυσιν ἔπεσεν

  σιδαρέοισι βέλεσιν ἀμ-

  [1310] φὶ τὰς Σκαμάνδρου δίνας.

  Χορός

  Σιγᾶτε σιγᾶτ’· ᾐσθόμην κτύπου τινὸς

  κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα.

  Ἠλέκτρα

  [1313] Ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον

  ἥδ’ Ἑρμιόνη πάρεστι· παύσωμεν βοήν.

  [1315] Στείχει γὰρ ἐσπεσοῦσα δικτύων βρόχους.

  Καλὸν τὸ θήραμ’, ἢν ἁλῷ, γενήσεται.

  Πάλιν κατάστηθ’ ἡσύχῳ μὲν ὄμματι,

  χρόᾳ δ’ ἀδήλῳ τῶν δεδραμένων πέρι·

  κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας,

  [1320] ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα.

 

‹ Prev