by Euripides
Μενέλεων δ’ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους·
ἀλλ’ ἴτω ξανθοῖς ἐπ’ ὤμων βοστρύχοις γαυρούμενος·
εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών,
τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σῴζειν θέλει
[1535] σύγγονόν τ’ ἐμὴν Πυλάδην τε τὸν τάδε ξυνδρῶντά μοι,
παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.
Χορός
[1537] Ἰὼ ἰὼ τύχα,
ἕτερον εἰς ἀγῶν’, ἕτερον αὖ δόμος
φοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.
Τί δρῶμεν; Ἀγγέλλωμεν ἐς πόλιν τάδε;
[1540] Ἢ σῖγ’ ἔχωμεν; Ἀσφαλέστερον, φίλαι.
Ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσει
θοάζων ὅδ’ αἰθέρος ἄνω καπνός.
Ἅπτουσι πεύκας, ὡς πυρώσοντες δόμους
τοὺς Τανταλείους, οὐδ’ ἀφίστανται φόνου.
[1545] Τέλος ἔχει δαίμων βροτοῖς,
[1545β] τέλος ὅπᾳ θέλῃ.
Μεγάλα δέ τις ἁ δύναμις δι’ ἀλαστόρων
ἔπεσ’ ἔπεσε μέλαθρα τάδε δι’ αἱμάτων
διὰ τὸ Μυρτίλου πέσημ’ ἐκ δίφρου.
Χορός
Ἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλας
[1550] ὀξύπουν, ᾐσθημένον που τὴν τύχην ἣ νῦν πάρα.
Οὐκέτ’ ἂν φθάνοιτε κλῇθρα συμπεραίνοντες μοχλοῖς,
ὦ κατὰ στέγας Ἀτρεῖδαι. Δεινὸν εὐτυχῶν ἀνὴρ
πρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς.
Μενέλαος
[1554] Ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια
[1555] δισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρ’ αὐτὼ καλῶ.
Ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον
ὡς οὐ τέθνηκεν, ἀλλ’ ἄφαντος οἴχεται
κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς
ἤγγειλέ μοί τις. Ἀλλὰ τοῦ μητροκτόνου
[1560] τεχνάσματ’ ἐστὶ ταῦτα καὶ πολὺς γέλως.
Ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγω
ὠθεῖν πύλας τάσδ’, ὡς ἂν ἀλλὰ παῖδ’ ἐμὴν
ῥυσώμεθ’ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων,
καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτ’ ἐμὴν
[1565] λάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶ
τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον.
Ὀρέστης
Οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί·
Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει·
ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν,
[1570] ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.
Μοχλοῖς δ’ ἄραρε κλῇθρα, σῆς βοηδρόμου
σπουδῆς ἅ σ’ εἴρξει, μὴ δόμων ἔσω περᾶν.
Μενέλαος
[1573] Ἔα, τί χρῆμα; Λαμπάδων ὁρῶ σέλας,
δόμων δ’ ἐπ’ ἄκρων τούσδε πυργηρουμένους,
[1575] ξίφος δ’ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ.
Ὀρέστης
Πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις;
Μενέλαος
Οὐδέτερ’· ἀνάγκη δ’, ὡς ἔοικε, σου κλύειν.
Ὀρέστης
Μέλλω κτενεῖν σου θυγατέρ’, εἰ βούλῃ μαθεῖν.
Μενέλαος
Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον;
Ὀρέστης
[1580] Εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.
Μενέλαος
Ἀρνῇ κατακτὰς κἀφ’ ὕβρει λέγεις τάδε;
Ὀρέστης
Λυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον
Μενέλαος
Τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.
Ὀρέστης
Τὴν Ἑλλάδος μιάστορ’ εἰς Ἅιδου βαλεῖν.
Μενέλαος
[1585] Ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ.
Ὀρέστης
Θοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν.
Μενέλαος
Ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον;
Ὀρέστης
Ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.
Μενέλαος
Οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;
Ὀρέστης
[1590] Οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.
Μενέλαος
Ἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου;
Ὀρέστης
Φησὶν σιωπῶν· ἀρκέσω δ’ ἐγὼ λέγων.
Μενέλαος
Ἀλλ’ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς.
Ὀρέστης
Οὐ φευξόμεσθα· πυρὶ δ’ ἀνάψομεν δόμους.
Μενέλαος
[1595] Ἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε;
Ὀρέστης
Ὡς μή γ’ ἔχῃς σύ, τήνδ’ ἐπισφάξας πυρί.
Μενέλαος
Κτεῖν’· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.
Ὀρέστης
Ἔσται τάδε.
Μενέλαος
Ἆ ἆ, μηδαμῶς δράσῃς τάδε.
Ὀρέστης
Σίγα νυν, ἀνέχου δ’ ἐνδίκως πράσσων κακῶς.
Μενέλαος
[1600] Ἦ γὰρ δίκαιον ζῆν σε;
Ὀρέστης
Καὶ κρατεῖν γε γῆς.
Μενέλαος
Ποίας;
Ὀρέστης
Ἐν Ἄργει τῷδε τῷ Πελασγικῷ.
Μενέλαος
Εὖ γοῦν θίγοις ἂν χερνίβων
Ὀρέστης
Τί δὴ γὰρ οὔ;
Μενέλαος
Καὶ σφάγια πρὸ δορὸς καταβάλοις.
Ὀρέστης
Σὺ δ’ ἂν καλῶς;
Μενέλαος
Ἁγνὸς γάρ εἰμι χεῖρας.
Ὀρέστης
Ἀλλ’ ο
ὐ τὰς φρένας.
Μενέλαος
[1605] Τίς δ’ ἂν προσείποι σέ;
Ὀρέστης
Ὅστις ἐστὶ φιλοπάτωρ.
Μενέλαος
Ὅστις δὲ τιμᾷ μητέρα;
Ὀρέστης
Εὐδαίμων ἔφυ.
Μενέλαος
Οὔκουν σύ γε.
Ὀρέστης
Οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.
Μενέλαος
Ἄπαιρε θυγατρὸς φάσγανον.
Ὀρέστης
Ψευδὴς ἔφυς.
Μενέλαος
Ἀλλὰ κτενεῖς μου θυγατέρα;
Ὀρέστης
Οὐ ψευδὴς ἔτ’ εἶ.
Μενέλαος
[1610] Οἴμοι, τί δράσω;
Ὀρέστης
Πεῖθ’ ἐς Ἀργείους μολὼν
Μενέλαος
Πειθὼ τίνα;
Ὀρέστης
Ἡμᾶς μὴ θανεῖν· αἰτοῦ πόλιν.
Μενέλαος
Ἢ παῖδά μου φονεύσετε;
Ὀρέστης
Ὧδ’ ἔχει τάδε.
Μενέλαος
Ὦ τλῆμον Ἑλένη
Ὀρέστης
Τἀμὰ δ’ οὐχὶ τλήμονα;
Μενέλαος
Σὲ σφάγιον ἐκόμισ’ ἐκ Φρυγῶν
Ὀρέστης
Εἰ γὰρ τόδ’ ἦν.
Μενέλαος
[1615] Πόνους πονήσας μυρίους.
Ὀρέστης
Πλήν γ’ εἰς ἐμέ.
Μενέλαος
Πέπονθα δεινά.
Ὀρέστης
Τότε γὰρ ἦσθ’ ἀνωφελής.
Μενέλαος
Ἔχεις με.
Ὀρέστης
Σαυτὸν σύ γ’ ἔλαβες κακὸς γεγώς.
Ἀλλ’ εἶ’, ὕφαπτε δώματ’, Ἠλέκτρα, τάδε·
σύ τ’, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε,
[1620] Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.
Μενέλαος
Ὦ γαῖα Δαναῶν ἱππίου τ’ Ἄργους κτίται,
οὐκ εἶ’ ἐνόπλῳ ποδὶ βοηδρομήσετε;
Πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν
ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.
Ἀπόλλων
[1625] Μενέλαε, παῦσαι λῆμ’ ἔχων τεθηγμένον·
Φοῖβός σ’ ὁ Λητοῦς παῖς ὅδ’ ἐγγὺς ὢν καλῶ·
σύ θ’ ὃς ξιφήρης τῇδ’ ἐφεδρεύεις κόρῃ,
Ὀρέσθ’, ἵν’ εἰδῇς οὓς φέρων ἥκω λόγους.
Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢν
[1630] ἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος,
ἥδ’ ἐστίν, ἣν ὁρᾶτ’ ἐν αἰθέρος πτυχαῖς,
σεσῳσμένη τε κοὐ θανοῦσα πρὸς σέθεν.
Ἐγώ νιν ἐξέσῳσα κἀπὸ φασγάνου
τοῦ σοῦ κελευσθεὶς ἥρπασ’ ἐκ Διὸς πατρός.
[1635] Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών,
Κάστορί τε Πολυδεύκει τ’ ἐν αἰθέρος πτυχαῖς
σύνθακος ἔσται, ναυτίλοις σωτήριος.
Ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών,
ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματι
[1640] Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον,
θανάτους τ’ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς
ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.
Τὰ μὲν καθ’ Ἑλένην ὧδ’ ἔχει· σὲ δ’ αὖ χρεών,
Ὀρέστα, γαίας τῆσδ’ ὑπερβαλόνθ’ ὅρους
[1645] Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον.
Κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον
Ἀζᾶσιν Ἀρκάσιν τ’ Ὀρέστειον καλεῖν.
Ἐνθένδε δ’ ἐλθὼν τὴν Ἀθηναίων πόλιν
δίκην ὑπόσχες αἵματος μητροκτόνου
[1650] Εὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆς
πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην
ψῆφον διοίσουσ’, ἔνθα νικῆσαί σε χρή.
Ἐφ’ ἧς δ’ ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ,
γῆμαι πέπρωταί σ’ Ἑρμιόνην· ὃς δ’ οἴεται
[1655] Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε.
Θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει,
δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.
Πυλάδῃ δ’ ἀδελφῆς λέκτρον, ὥς ποτ’ ᾔνεσας,
δός· ὁ δ’ ἐπιών νιν βίοτος εὐδαίμων μένει.
[1660] Ἄργους δ’ Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν,
ἐλθὼν δ’ ἄνασσε Σπαρτιάτιδος χθονός,
φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοις
πόνοις διδοῦσα δεῦρ’ ἀεὶ διήνυσεν.
Τὰ πρὸς πόλιν δὲ τῷδ’ ἐγὼ θήσω καλῶς,
[1665] ὅς νιν φονεῦσαι μητέρ’ ἐξηνάγκασα.
Ὀρέστης
[1666] Ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων.
Οὐ ψευδόμαντις ἦσθ’ ἄρ’, ἀλλ’ ἐτήτυμος.
Καίτοι μ’ ἐσῄει δεῖμα, μή τινος κλύων
ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.
[1670] Ἀλλ’ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις.
Ἰδού, μεθίημ’ Ἑρμιόνην ἀπὸ σφαγῆς,
καὶ λέκτρ’ ἐπῄνεσ’, ἡνίκ’ ἂν διδῷ πατήρ.
Μενέλαος
[1673] Ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ· ζηλῶ δέ σε
θεῶν κατοικήσασαν ὄλβιον δόμον.
[1675] Ὀρέστα, σοὶ δὲ παῖδ’ ἐγὼ κατεγγυῶ,
Φοίβου λέγοντος· εὐγενὴς δ’ ἀπ’ εὐγενοῦς
γήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ.
Ἀπόλλων
Χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν,
νείκας τε διαλύεσθε.
Μενέλαος
Πείθεσθαι χρεών.
Ὀρέστης
[1680] Κἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς,
Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπί
σμασιν.
Ἀπόλλων
[1682] Ἴτε νυν καθ’ ὁδόν, τὴν καλλίστην
θεῶν Εἰρήνην τιμῶντες· ἐγὼ δ’
Ἑλένην Δίοις μελάθροις πελάσω,
[1685] λαμπρῶν ἄστρων πόλον ἐξανύσας,
ἔνθα παρ’ Ἥρᾳ τῇ θ’ Ἡρακλέους
Ἥβῃ πάρεδρος θεὸς ἀνθρώποις
ἔσται σπονδαῖς ἔντιμος ἀεί,
σὺν Τυνδαρίδαις, τοῖς Διὸς υἱοῖς,
[1690] ναύταις μεδέουσα θαλάσσης.
Χορός
Ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
βίοτον κατέχοις
καὶ μὴ λήγοις στεφανοῦσα.
BACCHAE
Διόνυσος
ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα
Διόνυσος, ὃν τίκτει ποθ᾽ ἡ Κάδμου κόρη
Σεμέλη λοχευθεῖσ᾽ ἀστραπηφόρῳ πυρί·
μορφὴν δ᾽ ἀμείψας ἐκ θεοῦ βροτησίαν
πάρειμι Δίρκης νάματ᾽ Ἰσμηνοῦ θ᾽ ὕδωρ. 5
ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας
τόδ᾽ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια
τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,
ἀθάνατον Ἥρας μητέρ᾽ εἰς ἐμὴν ὕβριν.
αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε 10
τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν
πέριξ ἐγὼ ᾽κάλυψα βοτρυώδει χλόῃ.
λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας
Φρυγῶν τε, Περσῶν θ᾽ ἡλιοβλήτους πλάκας
Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα 15
Μήδων ἐπελθὼν Ἀραβίαν τ᾽ εὐδαίμονα
Ἀσίαν τε πᾶσαν, ἣ παρ᾽ ἁλμυρὰν ἅλα
κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θ᾽ ὁμοῦ
πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,
ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν, 20
τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς
τελετάς, ἵν᾽ εἴην ἐμφανὴς δαίμων βροτοῖς.