by Euripides
[355] ἄλλως νομίζῃ Ζεὺς τὸ μηδὲν ὢν θεός.
Χορός
[356] Εὐρείας λάρυγγος, ὦ Κύκλωψ,
ἀναστόμου τὸ χεῖλος· ὡς ἕτοιμά σοι
ἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο <θερμὰ>
χναύειν βρύκειν
κρεοκοπεῖν μέλη ξένων
[360] δασυμάλλῳ ἐν αἰγίδι κλινομένῳ.
Μὴ ‘μοὶ μὴ προσδίδου·
μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.
Χαιρέτω μὲν αὖλις ἅδε,
χαιρέτω δὲ θυμάτων
[365] ἀποβώμιος ἃν ἀνέχει θυσία
Κύκλωψ Αἰτναῖος ξενικῶν
κρεῶν κεχαρμένος βορᾷ.
[370] Νηλής, τλᾶμον, ὅστε δωμάτων
ἐφεστίους ἱκτῆρας ἐκθύει ξένους,
[373] ἑφθά τε δαινύμενος, μυσαροῖσί τ’ ὀδοῦσιν
[372] κόπτων βρύκων
[374] θέρμ’ ἀπ’ ἀνθράκων κρέα
Ὀδυσσεύς
[375] Ὦ Ζεῦ, τί λέξω, δείν’ ἰδὼν ἄντρων ἔσω
κοὐ πιστά, μύθοις εἰκότ’ οὐδ’ ἔργοις βροτῶν;
Χορός
Τί δ’ ἔστ’, Ὀδυσσεῦ; Μῶν τεθοίναται σέθεν
φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;
Ὀδυσσεύς
Δισσούς γ’ ἀθρήσας κἀπιβαστάσας χεροῖν,
[380] οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.
Χορός
Πῶς, ὦ ταλαίπωρ’, ἦτε πάσχοντες τάδε;
Ὀδυσσεύς
[382] Ἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν στέγην,
ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς
κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,
[385] τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος,
[392] καὶ χάλκεον λέβητ’ ἐπέζεσεν πυρί,
[386] ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ
ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.
Κρατῆρα δ’ ἐξέπλησεν ὡς δεκάμφορον,
μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα,
[390] σκύφος τε κισσοῦ παρέθετ’ εἰς εὖρος τριῶν
πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο,
[393] ὀβελούς τ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί,
ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων,
[395] Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις.
Ὡς δ’ ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖ
Ἅιδου μαγείρῳ, φῶτε συμμάρψας δύο
[399] τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον
[398] ἔσφαζ’ ἑταίρων τῶν ἐμῶν ῥυθμῷ τινι,
[400] τὸν δ’ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός,
παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου
ἐγκέφαλον ἐξέρρανε· καὶ διαρταμῶν
λάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρί,
τὰ δ’ ἐς λέβητ’ ἐφῆκεν ἕψεσθαι μέλη.
[405] Ἐγὼ δ’ ὁ τλήμων δάκρυ’ ἀπ’ ὀφθαλμῶν χέων
ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·
ἅλλοι δ’ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας
πτήξαντες εἶχον, αἷμα δ’ οὐκ ἐνῆν χροί¨.
Ἐπεὶ δ’ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς
[410] ἀνέπεσε, φάρυγος αἰθέρ’ ἐξανεὶς βαρύν,
ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφος
Μάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν,
λέγων τάδ’· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ,
σκέψαι τόδ’ οἷον Ἑλλὰς ἀμπέλων ἄπο
[415] θεῖον κομίζει πῶμα, Διονύσου γάνος.
Ὁ δ’ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς
ἐδέξατ’ ἔσπασέν <τ’> ἄμυστιν ἑλκύσας
κἀπῄνεσ’ ἄρας χεῖρα· Φίλτατε ξένων,
καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως.
[420] Ἡσθέντα δ’ αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ,
ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι
τρώσει νιν οἷνος καὶ δίκην δώσει τάχα.
Καὶ δὴ πρὸς ᾠδὰς εἷρπ’. Ἐγὼ δ’ ἐπεγχέων
ἄλλην ἐπ’ ἄλλῃ σπλάγχν’ ἐθέρμαινον ποτῷ.
[425] ᾌδει δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς
ἄμουσ’, ἐπηχεῖ δ’ ἄντρον. Ἐξελθὼν δ’ ἐγὼ
σιγῇ σὲ σῶσαι κἄμ’, ἐὰν βούλῃ, θέλω.
Ἀλλ’ εἴπατ’ εἴτε χρῄζετ’ εἴτ’ οὐ χρῄζετε
φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου
[430] ναίειν μέλαθρα Ναί¨δων νυμφῶν μέτα.
Ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ’ ᾔνεσεν·
ἀλλ’ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ
ὥσπερ πρὸς ἰξῷ τῇ κύλικι λελημμένος
πτέρυγας ἀλύει· σὺ δέ νεανίας γὰρ εἶ
[435] σώθητι μετ’ ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον
Διόνυσον ἀνάλαβ’, οὐ Κύκλωπι προσφερῆ.
Χορός
[437] Ὦ φίλτατ’, εἰ γὰρ τήνδ’ ἴδοιμεν ἡμέραν
Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.
Ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλον
[440] χηρεύομεν τόνδ’ οὐκ ἔχομεν καταφαγεῖν.
Ὀδυσσεύς
Ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν
θηρὸς πανούργου σῆς τε δουλείας φυγήν.
Χορός
Λέγ’, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον
κιθάρας κλύοιμεν ἢ Κύκλωπ’ ὀλωλότα.
Ὀδυσσεύς
[445] Ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει
Κύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ.
Χορός
Ξυνῆκ’· ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν
σφάξαι μενοινᾷς ἢ πετρῶν ὦσαι κάτα.
�
��δυσσεύς
Οὐδὲν τοιοῦτον· δόλιος ἡ προθυμία.
Χορός
[450] Πῶς δαί; Σοφόν τοί σ’ ὄντ’ ἀκούομεν πάλαι.
Ὀδυσσεύς
[451] Κώμου μὲν αὐτὸν τοῦδ’ ἀπαλλάξαι, λέγων
ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,
μόνον δ’ ἔχοντα βίοτον ἡδέως ἄγειν.
Ὅταν δ’ ὑπνώσσῃ Βακχίου νικώμενος,
[455] ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,
ὃν φασγάνῳ τῷδ’ ἐξαποξύνας ἄκρον
ἐς πῦρ καθήσω· κᾆθ’ ὅταν κεκαυμένον
ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ
Κύκλωπος ὄψιν ὄμμα τ’ ἐκτήξω πυρί.
[460] Ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρ
διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,
οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ
Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.
Χορός
Ἰοὺ ἰού·
[465] γέγηθα μαινόμεσθα τοῖς εὑρήμασιν.
Ὀδυσσεύς
Κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε
νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος
διπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός.
Χορός
[469] Ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ
[470] κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα
δαλοῦ; Φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.
Ὀδυσσεύς
Δεῖ γοῦν· μέγας γὰρ δαλός, οὗ ξυλληπτέον.
Χορός
Ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,
εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου
[475] ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.
Ὀδυσσεύς
Σιγᾶτέ νυν· δόλον γὰρ ἐξεπίστασαι·
χὤταν κελεύω, τοῖσιν ἀρχιτέκτοσιν
πείθεσθ’. Ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους
τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.
[480] Καίτοι φύγοιμ’ ἂν κἀκβέβηκ’ ἄντρου μυχῶν·
ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους
ξὺν οἷσπερ ἦλθον δεῦρο σωθῆναι μόνον.
Χορός
[483] Ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳ
ταχθεὶς δαλοῦ κώπην ὀχμάσαι
[485] Κύκλωπος ἔσω βλεφάρων ὤσας
λαμπρὰν ὄψιν διακναίσει;
ᾨδὴ ἔνδοθεν
Σίγα σίγα. καὶ δὴ μεθύων
Ἄχαριν κέλαδον μουσιζόμενος
[490] σκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενος
χωρεῖ πετρίνων ἔξω μελάθρων.
Φέρε νιν κώμοις παιδεύσωμεν
τὸν ἀπαίδευτον·
πάντως μέλλει τυφλὸς εἶναι.
[495] Μάκαρ ὅστις εὐιάζει
βοτρύων φίλαισι πηγαῖς
ἐπὶ κῶμον ἐκπετασθεὶς
φίλον ἄνδρ’ ὑπαγκαλίζων
ἐπὶ δεμνίοισί τ’ ἄνθος
[500] χλιδανᾶς ἔχων ἑταίρας,
μυρόχριστον λιπαρὸς βό-
στρυχον, αὐδᾷ δέ· Θύραν τίς οἴξει μοι;
Κύκλωψ
[503] Παπαπαῖ· πλέως μὲν οἴνου,
γάνυμαι <δὲ> δαιτὸς ἥβᾳ,
[505] σκάφος ὁλκὰς ὣς γεμισθεὶς
ποτὶ σέλμα γαστρὸς ἄκρας.
Ὑπάγει μ’ ὁ φόρτος εὔφρων
ἐπὶ κῶμον ἦρος ὥραις
ἐπὶ Κύκλωπας ἀδελφούς.
[510] Φέρε μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι.
Χορός
Καλὸν ὄμμασιν δεδορκὼς
καλὸς ἐκπερᾷ μελάθρων
<κελαδῶν·> Φιλεῖ τις ἡμᾶς.
Λύχνα δ’ ἀμμένειν ἔασον·
[515] χρόα χὡς τέρεινα νύμφα
δροσερῶν ἔσωθεν ἄντρων.
Στεφάνων δ’ οὐ μία χροιὰ
περὶ σὸν κρᾶτα τάχ’ ἐξομιλήσει.
Ὀδυσσεύς
Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου
[520] τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι.
Κύκλωψ
ὁ Βάκχιος δὲ τίς; Θεὸς νομίζεται;
Ὀδυσσεύς
Μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.
Κύκλωψ
Ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.
Ὀδυσσεύς
Τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.
Κύκλωψ
[525] Θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων;
Ὀδυσσεύς
Ὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής.
Κύκλωψ
Οὐ τοὺς θεοὺς χρῆν σῶμ’ ἔχειν ἐν δέρμασιν.
Ὀδυσσεύς
Τί δ’, εἴ σε τέρπει γ’; Ἢ τὸ δέρμα σοι πικρόν;
Κύκλωψ
Μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.
Ὀδυσσεύς
[530] Μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.
Κύκλωψ
Οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;
Ὀδυσσεύς
Ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.
Κύκλωψ
Διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.
Ὀδυσσεύς
Πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ.
Κύκλωψ
[535] Μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου.
Ὀδυσσεύς
Ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν.
Κύκλωψ
Ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.
Ὀδυσσεύς
Ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ σοφός.
Κύκλωψ
Τί δρῶμεν, ὦ Σιληνέ; Σοὶ μένειν δοκεῖ;
Σιληνός
[540] Δοκεῖ· τί γὰρ δεῖ συμπ�
�τῶν ἄλλων, Κύκλωψ;
Ὀδυσσεύς
Καὶ μὴν λαχνῶδές γ’ οὖδας ἀνθηρᾶς χλόης.
Σιληνός
Καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.
Κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.
Κύκλωψ
Ἰδού.
[545] Τί δῆτα τὸν κρατῆρ’ ὄπισθ’ ἐμοῦ τίθης;
Σιληνός
Ὡς μὴ παριών τις καταβάλῃ.
Κύκλωψ
Πίνειν μὲν οὖν
κλέπτων σὺ βούλῃ· κάτθες αὐτὸν ἐς μέσον.
Σὺ δ’, ὦ ξέν’, εἰπὲ τοὔνομ’ ὅ τι σε χρὴ καλεῖν.
Ὀδυσσεύς
Οὖτιν· χάριν δὲ τίνα λαβών σ’ ἐπαινέσω;
Κύκλωψ
[550] Πάντων σ’ ἑταίρων ὕστερον θοινάσομαι.
Σιληνός
Καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ.
Κύκλωψ
Οὗτος, τί δρᾷς; Τὸν οἶνον ἐκπίνεις λάθρᾳ;
Σιληνός
Οὔκ, ἀλλ’ ἔμ’ οὗτος ἔκυσεν ὅτι καλὸν βλέπω.
Κύκλωψ
Κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντα σέ.
Σιληνός
[555] Οὐ μὰ Δί’, ἐπεί μού φησ’ ἐρᾶν ὄντος καλοῦ.
Κύκλωψ
Ἔγχει, πλέων δὲ τὸν σκύφον δίδου μόνον.
Σιληνός
Πῶς οὖν κέκραται; Φέρε διασκεψώμεθα.
Κύκλωψ
Ἀπολεῖς· δὸς οὕτως.
Σιληνός
Οὐ μὰ Δί’, οὐ πρὶν ἄν γέ σε
στέφανον ἴδω λαβόντα γεύσωμαί τέ τι.
Κύκλωψ
[560] Οἱνοχόος ἄδικος.
Σιληνός
<Ναὶ> μὰ Δί’, ἀλλ’ οἷνος γλυκύς.
Ἀπομακτέον δέ σοὐστὶν ὡς λήψῃ πιεῖν.
Κύκλωψ
Ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.
Σιληνός
Θές νυν τὸν ἀγκῶν’ εὐρύθμως κᾆτ’ ἔκπιε,