Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 124
Delphi Complete Works of Dio Chrysostom Page 124

by Dio Chrysostom


  THE TWENTY-SEVENTH DISCOURSE: A SHORT TALK ON WHAT TAKES PLACE AT A SYMPOSIUM

  ΔΙΑΤΡΙΒΗ ΠΕΡΙ ΤΩΝ ΕΝ ΣΥΜΠΟΣΙΩΙ.

  Οἱ ἄνθρωποι γίγνονται καταφανεῖς ὁποίαν ἔχουσι διάνοιαν ἕκαστος ἐν ταῖς πανηγύρεσιν οὐχ ἧττον ἢ ἐν τοῖς συμποσίοις, πλὴν ὅτι ποικιλώτερον τὸ τῶν πανηγύρεων καὶ χρόνου πλείονος. οὐκοῦν εἰς τὰ συμπόσια δήπου οἱ μέν τινες ἀφικνοῦνται τοῦ πιεῖν ἕνεκεν καὶ οὐθὲν ἄλλο πράττουσιν, ὥσπερ οἱ διψῶντες τῶν ὁδοιπόρων, ἐπειδὰν ἔλθωσιν ἐπὶ κρήνην τινά, πίνουσιν ἐπικύψαντες. ἀλλὰ ἐκεῖνοι μὲν ἐμπλησθέντες καὶ τὸ δίψος ἀποσβέσαντες ἡσυχῇ ἀπαλλάττονται, οὔτε πράξαντες οὔτε εἰπόντες ἄτοπον οὐδέν: οἱ δὲ [2] πολλὰ καὶ δυσχερῆ ἐνίοτε καὶ λέγουσι καὶ δρῶσιν. οὐ γὰρ ὁμοίως ὑποδέχονται [p. 284] τοὺς δεομένους αὐτῶν αἵ τε Νύμφαι καὶ ὁ Διόνυσος: ἀλλὰ ἅτε διθύραμβος ὢν ὁ Διόνυσος καὶ ὑπὸ κεραυνοῦ καὶ βροντῆς γενόμενος, ὥς φασιν οἱ ποιηταί, τοὺς ἀμαθέστερον χρωμένους ἀτεχνῶς πυρὸς πίμπλησι καὶ τῷ ὄντι πολλοὺς αὐτῶν ἐμβροντήτους ἐποίησεν. οὗτοι μὲν οὖν σχεδόν τι μαινόμενοι πολλὰ κακὰ δρῶσιν, ὥσπερ Ὅμηρός φησι τὸν Κένταυρον μεθυσθέντα ἐν τῇ τοῦ [3] Πειρίθου οἰκίᾳ κακὰ ἐργάσασθαι. καὶ ἄλλοι δὲ φύσει ἀδολέσχαι οἷον ἀκροατῶν τινων λαβόμενοι τῶν συμποτῶν ἀναισθήτους καὶ μακροὺς διατίθενται λόγους: οἱ δὲ ᾄδουσι καὶ ἀπᾴδουσι, σφόδρα ἄμουσοι ὄντες, καὶ σχεδόν τι μᾶλλον λυποῦσι τῶν μαχομένων καὶ λοιδορουμένων. ἕτεροι δὲ αὐστηροὶ καὶ σώφρονες εἶναι λέγοντες ἀποκναίουσιν ἀηδίᾳ, μήτε ποτοῦ τὸ μέτριον μήτε λαλιᾶς [4] κοινωνεῖν ἀξιοῦντες. ὃς δ̓ ἂν ᾖ πρᾷος ἀνὴρ καὶ τὸν τρόπον ἱκανῶς ἡρμοσμένος, τῶν τε ἄλλων ῥᾳδίως ὑπομένει τὴν δυσκολίαν καὶ αὐτὸς ὡς οἷόν τε ἀμαθῆ χορὸν εἰς τὸ δέον καθιστὰς ῥυθμῷ τε καὶ μέλει τῷ προσήκοντι, τούς τε οἰκείους λόγους εἰσφέρων καὶ δεξιότητι καὶ πειθοῖ προσαγόμενος τοὺς παρόντας, ὥστε ἐμμελέστερον καὶ φιλικώτερον ξυνεῖναι ἀλλήλοις. [5] τὰ μὲν δὴ τῶν συμποσίων τοιαῦτα: ἀφικνοῦνται δὲ καὶ πρὸς τὰς πανηγύρεις, οἱ μὲν ἱστορίας ἕνεκεν τῶν τε ἄλλων θεαμάτων καὶ τῶν ἀγώνων: καὶ τούτων ὅσοι σφόδρα ἐσπουδακότες περὶ τὸ πρᾶγμα, διατελοῦσιν οὐθὲν ἄλλο πράττοντες ἐξ ἑωθινοῦ: πολλοὶ δὲ ὤνια κομίζοντες παντοδαπά, ἀγοραῖος ὄχλος, οἱ δέ τινες ἑαυτῶν [6] ἐπιδειξόμενοι τέχνας καὶ δημιουργίας, ἄλλοι δὲ σοφίαν τινὰ αὑτῶν ἐκφαίνοντες, πολλοὶ μὲν ποιήματα ἐπιδεικνύντες τραγῳδίας τε καὶ ἐπῶν, πολλοὶ δὲ καταλογάδην συγγράμματα, τὸν σχολῆς ἕνεκεν ἥκοντα καὶ ῥᾳθυμεῖν βουλόμενον ἐνοχλοῦντες: οὗτοι δὲ μάλιστα ἐοίκασι τοῖς μινυρίζουσι καὶ ᾄδουσιν ἐν τοῖς συμποσίοις, ὧν ἐξ ἀνάγκης ἀκούειν ἔστι, κἂν μὴ θέλῃ τις. ἐν τούτοις ὁ δυνάμενος λόγους εἰπεῖν ὠφελίμους καὶ συμφέροντας καὶ τὴν ὅλην σύνοδον εὐσχημονεστέραν καὶ ἀμείνω παρασχεῖν, οὗτος ὑπὸ τῆς ταραχῆς καὶ τοῦ πλήθους τῶν ἄλλων ἡσυχίαν ἄγει καὶ τρέπεται [7] καθ̓ αὑτόν. πεπόνθασι γὰρ δὴ οἱ πολλοὶ πρὸς τοὺς ἐκ φιλοσοφίας [p. 285] λόγους ὅπερ οἶμαι πρὸς τὰ τῶν ἰατρῶν φάρμακα. οὔτε γάρ τις ἐκείνοις εὐθὺς πρόσεισιν οὐδὲ ὠνεῖται, πρὶν ἢ περιπεσεῖν φανερῷ νοσήματι καὶ ἀλγῆσαί τι τοῦ σώματος: οὔτε τῶν τοιούτων λόγων ἀκούειν ἐθέλουσιν ὡς τὸ πολύ, ὅτῳ ἂν μὴ λυπηρόν τι ξυνενεχθῇ [8] καὶ τῶν δοκούντων χαλεπῶν. αὐτίκα τὸν εὐτυχοῦντα, ὁποίαν τινά φασιν οἱ πολλοὶ τὴν εὐτυχίαν, οἷον χρήματα ἐκ δανείων τὰ πολλὰ ἢ χώραν ἱκανὴν κεκτημένον καὶ αὐτὸν ὑγιαίνοντα καὶ τέκνων σῳζομένων καὶ γυναικός, καί τινα δύναμιν καὶ ἀρχὴν ἔχοντα μεγάλην ἄνευ πολέμου καὶ στάσεως καί τινων φανερῶν κινδύνων, οὐκ ἂν εὕροι τις ῥᾳδίως προσιόντα τοῖς τοιούτοις οὐδὲ ἀξιοῦντα [9] κοινωνεῖν τῶν ἐκ φιλοσοφίας λόγων. εἰ δέ τῳ ξυμβαίη τι πταῖσμα κατὰ τὸν βίον καὶ ἤτοι πένης ἐκ πλουσίου γένοιτο ἢ ἀσθενὴς καὶ ἀδύνατος ἐκ δυναμένου ἢ ἄλλην τινὰ ἔχων λύπην, οἱ δὲ οἰκειότερόν πως διατίθενται πρὸς τὸ πρᾶγμα καὶ τρόπον τινὰ ὑπομένουσι τοὺς τῶν φιλοσόφων λόγους καί πώς φασι δεῖσθαι παραμυθίας. κἄν τις ἀπολέσας τύχῃ τινὰ τῶν οἰκείων, ἢ γυναῖκα ἢ παῖδα ἢ ἀδελφόν, ἀξιοῦσιν ἀφικνεῖσθαι τὸν φιλόσοφον καὶ παρηγορεῖν, ὡς τότε δέον σκοπεῖν ὅπως μετρίως φέρῃ τις τὰ γιγνόμενα [10] καὶ δυνήσονται ἀντέχειν τοῖς λοιποῖς, πρότερον δὲ οὔ: ὥσπερ καὶ περὶ τὸ σῶμα ἔχουσι σχεδὸν οἱ ἀνόητοι: τὸν μὲν ἄλλον χρόνον οὐθὲν αὐτοῖς μέλει ὅπως δύνωνται ὑγιαίνειν, ἀλλὰ σιτίοις τε καὶ οἴνῳ καὶ ἀφροδισίοις καὶ τῇ ἄλλῃ διαίτῃ ὡς οἷόν τε ἀκολάστως καὶ ἀδεῶς χρῶνται, ἐὰν δ̓ ἄρα τις καταλαμβάνῃ κόπος καὶ πυρετὸς περὶ τὰς τοῦ ἀέρος μεταβολάς καὶ θεραπεύειν σφᾶς κελεύουσι μεστοὶ ὄντες ἀταξίας πολλῆς καὶ νοσημάτων ἰσχυρῶν, οἷον εἰκὸς τοὺς τοιούτους καταλαμβάνειν, ὅπως δὲ μηδὲν ἰατροῦ δεήσονται, τοῦτο τὴν ἀρχὴν οὐ σκοποῦσιν. [p. 286]

  THE TWENTY-EIGHTH DISCOURSE: MELANCOMAS II

  ΜΕΛΑΓΚΟΜΑΣ Β ΤΗΙ ΤΑΞΕΙ Α.

  Ἀναβάντες ἀπὸ τοῦ λιμένος εὐθὺς ἐβαδίζομεν, ὀψόμενοι τοὺς ἀθλητάς, ὡς ἂν τὴν ὅλην ἐπιδημίαν πεποιημένοι κατὰ θέαν τοῦ ἀγῶνος. ἐπεὶ δὲ πρὸς τῷ γυμνασίῳ ἦμεν, τοὺς μέν τινας ἑωρῶμεν ἐν τῷ δρόμῳ ἔξω τρέχοντας, καὶ κραυγὴ τῶν παρακελευομένω
ν ἦν, τοὺς δὲ καὶ ἄλλως γυμναζομένους. τούτοις μὲν οὖν οὐκ ἐδόκει [2] προσέχειν: ὅπου δὲ πλεῖστον ὄχλον ἴδοιμεν, ἐκεῖ ἐβαδίζομεν. ὁρῶμεν οὖν πάνυ πολλοὺς ἑστηκότας πρὸς τῇ ἐξέδρᾳ τοῦ Ἡρακλέους καὶ ἑτέρους ἀεὶ προσάγοντας, τοὺς δὲ καὶ ἀπιόντας διὰ τὸ μὴ δύνασθαι ἰδεῖν. τὸ μὲν οὖν πρῶτον ἐπειρώμεθα ὁρᾶν ὑπερκύπτοντες, καὶ μόλις ἑωρῶμεν τοῦ γυμναζομένου τὴν κεφαλὴν καὶ τὰς χεῖρας ἀνατετακότος. ἔπειτα κατὰ μικρὸν ἐνδοτέρω ἐγενόμεθα. ἦν οὖν νεανίσκος πάνυ μέγας καὶ καλός, ἔτι δέ, ὡς εἰκός, μεῖζον αὐτοῦ καὶ κάλλιον ὑπὸ τῆς γυμνασίας τὸ σῶμα ἐφαίνετο. πάνυ δὲ λαμπρῶς ἐγυμνάζετο καὶ μετὰ φρονήματος, ὥστε ἀγωνιζομένῳ μᾶλλον [3] ἐῴκει. ἐπεὶ δὲ ἐπαύσατο γυμναζόμενος καὶ τὸ πλῆθος ἀνεχώρει, κατενοοῦμεν αὐτὸν ἐπιμελέστερον. ἦν δὲ ὅμοιος τοῖς ἀνδριᾶσι τοῖς ἀκριβῶς εἰργασμένοις: εἶχε δὲ καὶ τὸ χρῶμα ὅμοιον [4] χαλκῷ κεκραμένῳ. ἐπεὶ δὲ ἀπηλλάγη, τῶν παρόντων τινὰ ἠρόμεθα πρεσβύτην ὅστις εἴη. καὶ ὃς σκυθρωπάσας, Οὗτος μέντοι Ἰατροκλῆς ὁ τοῦ Μελαγκόμα ἀνταγωνιστὴς καὶ μόνος ἐκείνῳ οὐκ ἀξιῶν παραχωρεῖν τὸ γοῦν ἐφ̓ ἑαυτῷ. οὐδὲν μέντοι πλέον ἐποίει. ἡττᾶτο γὰρ ἀεὶ ἐνίοτε δἰ ὅλης τῆς ἡμέρας ἀγωνισάμενος: ἤδη μέντοι ἀπειρήκει, ὥστε τὸν τελευταῖον τοῦτον ἀγῶνα τὸν ἐν τῇ Νεαπόλει οὐδένα ταχύτερον τούτου ἐνίκησεν. ἀλλὰ νῦν ὁρᾶτε ὅσον φρονεῖ καὶ ἐν ὅσῳ πλήθει γυμνάζεται. οἶμαι δὲ ἔγωγε καὶ ἐπιχαίρειν αὐτὸν ἐκείνῳ. καὶ εἰκὸς μέντοι: οὐ γὰρ μόνον τοῦτον τὸν στέφανον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐπίσταται αὑτοῦ ὄντας. [5] Ἦ γάρ, ἔφην, τέθνηκεν ὁ Μελαγκόμας; ἐπεὶ τό γε ὄνομα καὶ ἡμεῖς ᾔδειμεν, αὐτὸν οὐδεπώποτε ἰδόντες. Οὐ πρὸ πολλοῦ γε, εἶπεν, ἀλλὰ τρίτη που ἡμέρα ἐστὶν ἀπὸ τῆς ταφῆς. Τίνι δέ, εἶπον, τούτου διέφερε, καὶ τῶν ἄλλων δέ, πότερον μεγέθει ἢ εὐψυχίᾳ; Ἐκεῖνος, [p. 293] ἔφη, ὦ βέλτιστε, πάντων ἀνθρώπων, οὐχὶ τῶν ἀγωνιστῶν μόνον εὐψυχότατος καὶ μέγιστος ἔφυ, ἔτι δὲ κάλλιστος. καὶ εἴ γε ἰδιώτης ἔμεινε καὶ μηδὲν ὅλως ἔπραξε, δἰ αὐτό που τὸ κάλλος περιβόητος ἂν ἦν: ἐπεὶ καὶ νῦν ἐπέστρεφεν ἅπαντας, ὁπότε ἀπίοι που, [6] καὶ τοὺς οὐκ εἰδότας ὅστις ἐστίν. καίτοι οὔτε ἐσθῆτι ἐκόσμει ἑαυτὸν οὔτε ἄλλῳ τῳ γιγνώσκεσθαι μᾶλλον ἐπετήδευεν ἢ λανθάνειν: ἀποδυσαμένου δ̓ οὐκ ἔστιν ὅστις ἄλλον ἐθεᾶτο, πολλῶν μὲν παίδων, πολλῶν δὲ ἀνδρῶν γυμναζομένων. εἰωθότος δὲ τοῦ κάλλους εἰς τρυφὴν ἄγειν καὶ τοὺς μετρίως αὐτοῦ μετειληφότας, τοιοῦτος ὢν τὸ εἶδος ἔτι σωφρονέστερος ἦν: καὶ καταφρονῶν δὲ τοῦ κάλλους [7] οὐδὲν ἧττον ἐφύλαττεν αὐτὸ ἐν οὕτω χαλεπῷ ἐπιτηδεύματι. πυγμὴν γοῦν ἀγωνιζόμενος οὕτως ὑγιὴς ἦν ὥσπερ τῶν δρομέων τις, οὕτω δὲ σφόδρα γεγύμναστο καὶ τοσοῦτο περιῆν τοῖς πόνοις ὥστε δυνατὸς ἦν καὶ δύο ἡμέρας ἑξῆς μένειν ἀνατετακὼς τὰς χεῖρας, καὶ οὐκ ἂν εἶδεν οὐδεὶς ὑφέντα αὐτὸν ἢ ἀναπαυσάμενον, ὥσπερ εἰώθασιν. πρότερον δὲ ἠνάγκαζε τοὺς ἀνταγωνιστὰς ἀπειπεῖν, οὐ μόνον πρὶν αὐτὸς πληγῆναι, ἀλλὰ καὶ πρὶν πλῆξαι ἐκείνους: οὐ γὰρ τὸ παίειν καὶ τιτρώσκεσθαι ἀνδρείαν ἐνόμιζεν, ἀλλὰ τοῦτο [8] μὲν εἶναι μὴ δυναμένων πονεῖν καὶ ἀπηλλάχθαι βουλομένων: τὸ δὲ ἀνέχεσθαι τοῦ χρόνου καὶ μήτε τοῦ βάρους τῶν χειρῶν ἡττᾶσθαι μήτε τοῦ πνεύματος ἐνδεᾶ γίγνεσθαι μήτε τῷ καύματι ἄχθεσθαι, τοῦτο δὲ εἶναι γενναῖον. Ὀρθῶς μέντοι, ἔφην, ὑπολαμβάνων. καὶ γὰρ ἐν τῷ πολέμῳ οἱ φαυλότατοι τὰ ὅπλα ῥίπτουσιν, εὖ εἰδότες ὅτι γυμνοὶ μᾶλλον ἂν τιτρώσκοιντο: οὕτω μᾶλλον ἡττῶνται [9] τοῦ κόπου ἢ τῶν τραυμάτων. Τοιγάρτοι, εἶπεν, ἀφ̓ οὗπερ ἤρξατο ἀγωνίζεσθαι Πυθοῖ, πρῶτος μὲν ὧν ἴσμεν ἄλειπτος διεγένετο, πλείστους καὶ μεγίστους στεφάνους ἀνελόμενος καὶ ἀνταγωνισταῖς οὔτε φαύλοις οὔτε ὀλίγοις χρησάμενος. καὶ τὸν πατέρα ἐνδοξότατον ὄντα, τὸν Μελαγκόμαν ἐκεῖνον τὸν ἀπὸ τῆς Καρίας, ἄλλους τε ἀγῶνας καὶ Ὀλυμπίασι νικήσαντα, οὐδέπω ἀνὴρ ὢν [10] ὑπερεβάλετο: οὐ γὰρ ἐκεῖνος ἄλειπτος. τοιοῦτος μέντοι ὢν ἀθλίως [p. 294] ἐτελεύτησε, τῶν μὲν πόνων τῆς ἀθλήσεως ἐπὶ πλεῖστον ἐλθών, τῶν δὲ ἐν τῷ βίῳ τερπνῶν οὐδενὸς πειραθείς. οὕτω δὲ σφόδρα φιλότιμος ὑπῆρχεν ὥστε καὶ ὅτε ἀπέθνησκεν Ἀθηνοδώρου τοῦ παγκρατιαστοῦ, φίλου ὄντος ἀπὸ παιδός, ἐπυνθάνετο πόσαι τινὲς εἶεν ἡμέραι λοιπαὶ τοῦ ἀγῶνος. καὶ ταῦθ̓ ἅμα λέγων ἐδάκρυεν ὁ [11] πρεσβύτης. Ἀλλὰ σοὶ μέν, ἔφην, συγγνώμη ὑπερλυπουμένῳ διὰ τὸ πάντως προσήκειν τί σοι αὐτοῦ. Μὰ τοὺς θεούς, εἶπεν, οὐδὲν ἔμοιγε: οὔτε γὰρ ἀπὸ γένους μοι ἦν οὔτε ἐγύμναζον αὐτόν, ἀλλὰ τῶν παίδων τινὰ τῶν παγκρατιαστῶν. ὁ δὲ ἄνθρωπος τοιοῦτος ἦν ὥστε πάντας ἐπ̓ αὐτῷ λυπεῖσθαι τοὺς ἐπισταμένους ἐκεῖνον. [12] Οὔκουν, ἔφην, ἄθλιον δεῖ καλεῖν αὐτόν: τοὐναντίον γὰρ εὐδαιμονέστατος ἂν εἴη καὶ μακαριώτατος, εἴπερ οἷος λέγεται ἦν: ᾧ καὶ γένους ὑπῆρξε λαμπροῦ τυχεῖν καὶ κάλλους, ἔτι δὲ ἀνδρείας καὶ ἰσχύος καὶ σωφροσύνης, ἃ δὴ μέγιστα τῶν ἀγαθῶν ἐστι: τό γε μὴν θαυμαστότατον ἐν ἀνθρώπῳ, ἀήττητον γενέσθαι οὐ μόνον τῶν ἀνταγωνιστῶν, ἀλλὰ καὶ πόνου καὶ καύματος καὶ γαστρὸς καὶ ἀφροδισίων: δεῖ γὰρ πρῶτον τούτοις ἀήττητον εἶναι τ�
�ν μέλλοντα [13] ὑπὸ μηδενὸς τῶν ἀνταγωνιστῶν λειφθήσεσθαι. ἡδονὰς δὲ τίς μείζονας ἥσθη, ὅστις φιλοτιμότατος ὢν ἀεὶ ἐνίκα καὶ θαυμαζόμενος ᾐσθάνετο; καί μοι δοκοῦσι σφόδρα αὐτὸν ἀγαπῆσαι οἱ θεοὶ καὶ μάλιστα τῇ τελευτῇ τιμῆσαι, ὡς ἂν μηδενὸς πειραθείη τῶν χαλεπῶν. ἀνάγκη γὰρ αὐτῷ ἦν προβαίνοντι ἀντὶ μὲν καλλίστου αἰσχροτέρῳ γίγνεσθαι, ἀντὶ δὲ ἰσχυροτάτου ἀσθενεστέρῳ, ἴσως δὲ καὶ λειφθῆναί του. ὅστις δὲ τοῖς μεγίστοις ἀγαθοῖς συναπέρχεται τὰ ἄριστα πράξας, οὗτος εὐδαιμονέστατα τελευτᾷ. εὕροι δ̓ ἄν τις καὶ τῶν παλαιῶν τοὺς θεοφιλεῖς ὠκυμόρους. Τίνας, ἔφη, τούτους λέγεις; [14] Τὸν Ἀχιλλέα, εἶπον, καὶ Πάτροκλον καὶ Ἕκτορα καὶ Μέμνονα καὶ Σαρπηδόνα. ἔτι δὲ ἄλλους ὀνομάζοντος ἐμοῦ, Ταῦτα μέν, ἔφη, καλῶς εἶπας εἰς παραμυθίαν ἀνθρώπων, καὶ ἔγωγε ἐβουλόμην σου ἔτι ἀκούειν: ἀλλὰ γὰρ ὥρα γυμνάζειν τὸν παῖδα, καὶ ἀπέρχομαι. [p. 295]

 

‹ Prev