THE FORTY-SIXTH DISCOURSE: DELIVERED IN HIS NATIVE CITY PRIOR TO HIS PHILOSOPHICAL CAREER
ΠΡΟ ΤΟΥ ΦΙΛΟΣΟΦΕΙΝ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ.
Ἐγὼ οὐχ οὕτως ἐκπέπληγμαι ἐφ̓ οἷς ποιεῖτε, ὦ ἄνδρες, τοιούτοις οὖσιν, ἀλλ̓ ἐπεὶ οὐδεμίαν αἰτίαν ὁρῶ τῆς ὑμετέρας ὀργῆς πρὸς ἐμέ, τοῦτό ἐστι τὸ εἰς ἀπορίαν ἄγον. ὀργὴν μὲν γὰρ δικαίαν ἔστι παραιτήσασθαι ἀνθρώπων, μῖσος δὲ ἄδικον τίς ἂν θεραπεύσαι; ἀξιῶ δὲ ὑμᾶς ἀκοῦσαί μου λέγοντος οὐκ ἐμοῦ ἕνεκα μᾶλλον ἢ ὑμῶν αὐτῶν. εἰ μὲν γὰρ οὐδὲν ἀδικῶ, οὐδὲ ὑμεῖς βούλεσθε δήπου ἀναιτίως μισεῖν τινα τῶν ὑμετέρων πολιτῶν: εἰ δὲ ἀδικῶ, κατ̓ ἐμοῦ ὁ λόγος ἔσται, οὐχ ὑπὲρ ἐμοῦ: καὶ οὕτως γε μείζω ὑμῖν ὑφέξω τιμωρίαν ἢ αὐτοὶ ζητεῖτε. τὸ γὰρ ἐξελεγχθῆναι πονηρὸν [2] ὄντα τῷ παντὶ δεινότερον τοῦ λευσθῆναι ἢ καταφλεγῆναι. καὶ πρῶτον μὲν μάθετε ὅτι ἃ δοκεῖ ὑμῖν φοβερά, οἱ λίθοι καὶ τὸ πῦρ, οὐδενὶ φοβερά ἐστιν, οὐδ̓ ἐστέ γε τούτοις ἰσχυροί, ἀλλὰ πάντων ἀσθενέστατοι, ἐκτὸς εἰ μή τις ἀριθμεῖ τὴν τῶν λῃστῶν καὶ τῶν μαινομένων δύναμιν. πόλεως δὲ καὶ δήμου ἰσχὺς ἐν ἑτέροις ἐστί, καὶ πρῶτόν γε ἐν τῷ φρονεῖν καὶ τὰ δίκαια ποιεῖν. περὶ μὲν γὰρ τοῦ πατρὸς οὐδὲν ἐμὲ δεῖ λέγειν, εἰ ἀγαθὸς ἦν. ἀεὶ γὰρ εὐφημεῖτε αὐτὸν καὶ κοινῇ καὶ καθ̓ ἕκαστον, ὅπου ἄν μνησθῆτε, [3] ὡς οὐ φαῦλον πολίτην. δεῖ μέντοι εἰδέναι ὑμᾶς ὅτι οὐδὲν ὄφελος ἐκείνῳ ἐστὶ τούτων τῶν ἐπαίνων: ἀλλ̓ ὅταν ἡμᾶς τοὺς ἐξ αὐτοῦ [p. 77] ἀποδέχησθε, τότε κἀκείνου μέμνησθε. καὶ περὶ τοῦ πάππου δὲ τοῦ ἡμετέρου οὐκ ἂν εἴποι οὐδεὶς οὔτε ὡς κατῄσχυνε τὴν πόλιν οὔτε ὡς οὐδὲν ἀνάλωσεν ἐκ τῶν ἑαυτοῦ. τὴν γὰρ οὐσίαν ἣν εἶχε πατρῴαν καὶ παππῴαν ἅπασαν εἰς φιλοτιμίαν ἀναλώσας, ὥστε μηδὲν ἔχειν λοιπόν, ἑτέραν ἐκτήσατο ἀπὸ παιδείας καὶ παρὰ τῶν [4] αὐτοκρατόρων. καὶ τοίνυν εἰς αὑτὸν οὐδεμίαν φαίνεται χάριν αἰτησάμενος ἐν τοιαύτῃ φιλίᾳ καὶ σπουδῇ, φυλάττων δὲ καὶ ταμιευόμενος τὴν τοῦ αὐτοκράτορος προθυμίαν εἰς ὑμᾶς. εἰ δέ τῳ δοκεῖ φλυαρία τὸ πολιτῶν ὑμετέρων ἀναμιμνήσκειν ὑμᾶς εὐνοίας καὶ ἀρετῆς, οὗτος οὐκ οἶδ̓ ὅπως εὖ παθεῖν αὐτὸς ὑπό του βούλεται. ἐκ τοιούτων δὴ ὄντες ἡμεῖς, εἰ καὶ σφόδρα πονηροὶ ἦμεν, ἀλλά τοι δἰ ἐκείνους ἐντροπῆς τινος ἄξιοι ἦμεν, οὐχὶ λευσθῆναι [5] ὑφ̓ ὑμῶν οὐδὲ καταφλεχθῆναι. σκοπεῖτε δὲ καὶ τοὐμόν, ὦ ἄνδρες, μὴ ἀγνωμόνως. ἡμῖν γὰρ ὁ πατὴρ οὐσίαν κατέλιπε τῇ μὲν δόξῃ μεγάλην, δυνάμει δὲ μικρὰν καὶ πολλῷ ἐλάττω ἑτέρων: οὐ μεῖον γὰρ ἤ τετταράκοντα μυριάδες ἦσαν χρεῶν καὶ πράγματα τοιαῦτα ἔξωθεν, ὥστε πολὺ τῶν χρεῶν εἶναι ταῦτα χαλεπώτερα. οὐδὲ γὰρ ἀσφάλεια, ὡς εἰπεῖν, οὐδενὸς ἡμῖν τῶν ὄντων ὑπῆρχεν, ἀλλὰ τῇ αὑτοῦ δυνάμει πιστεύων ἐκεῖνος ἅπαντα ἐκέκτητο, ὡς [6] οὐδενὸς ἀμφισβητήσοντος. ἐν δὲ τοῖς τοιούτοις ἀπολειφθεὶς οὐδέπω μὲν καὶ νῦν τὸ ἐπιβάλλον αὑτῷ μέρος τῶν χρεῶν διαλέλυμαι, λελειτούργηκα δὲ ὑμῖν τὰς μεγίστας λειτουργίας καὶ οὐδεὶς ἐμοῦ πλείους τῶν ἐν τῇ πόλει. πλουσιωτέρους δὲ ἐμοῦ πολλοὺς ὄντας ἐπίστασθε καὶ αὐτοί. τί οὖν ἐστιν ἐφ̓ ὅτῳ ἐμοὶ ὀργίζεσθε καὶ ἄτιμον ἐξ ἁπάντων ἐμὲ καὶ τὸν δεῖνα προβέβλησθε καὶ λίθους καὶ πῦρ ἐφ̓ ἡμᾶς φέρετε; καὶ μηδεὶς ὑπὲρ ἐκείνου με φῇ λέγειν. ἴσως μὲν γὰρ ἐπ̓ οὐδένα οὐδὲ τῶν ἀδικούντων οὕτως ἔδει παροξύνεσθαι: [7] πλὴν ἔμοιγε ἀπόχρη τὰ κατ̓ ἐμαυτόν. καὶ σκοπεῖτε καὶ τὰ ἄλλα ὁποῖός εἰμι πολίτης ἐγώ, πρὸς ὅντινα βούλεσθε παραβάλλοντες τοσούτων οὕς οὐ κατακάετε. ἔστι μὲν γὰρ χωρία [p. 78] μοι καὶ πάντα ταῦτα ἐν τῇ ὑμετέρᾳ γῇ: τῶν δὲ ἐμοὶ γειτνιώντων οὐδὲν πώποτε οὐδεὶς οὔτε πλούσιος οὔτε πένης ῾πολλοὶ δὲ καὶ τῶν τοιούτων μοι γειτνιῶσιν̓ ᾐτιάσατο ἐμὲ ὡς ἀφαιρούμενός τινος ἤ ἐκβαλλόμενος, οὔτε δικαίως οὔτε ἀδίκως. εἰμὶ δὲ αὐτὸς οὔτε [8] ὑπέρδεινος εἰπεῖν οὔτε ἴσως ἁπάντων ὕστατος ἐν τῷ λέγειν. ἔστιν οὖν ὅντινα ἐν τῷ λόγῳ ἐλύπησα, πρᾶγμα ἐπαγαγών τινι τῶν ἀπραγμόνων ἢ κατασκευάσας ἐπήρειαν; ἢ περὶ τῆς οὐσίας ἐποίησα κινδυνεῦσαί τινα, ὡς Καίσαρι προσηκούσης ἢ ἐν συνηγορίᾳ προύδωκα; καὶ μὴν τῆς γε νῦν ἀπορίας οὐδεὶς μᾶλλον ἐμοῦ ἀναίτιος. πότερον γὰρ σῖτον ἁπάντων πλεῖστον γεωργῶν κατακέκλεικα τοῦτον, αὔξων τὴν τιμήν; ἀλλ̓ ἐπίστασθε αὐτοὶ τὴν δύναμιν τῶν ἐμῶν χωρίων, ὅτι σπάνιον εἴ ποτε ἀπεδόμην σῖτον καὶ τοῦθ̓ ὅταν ὑπερβάλῃ τῷ πλήθει, ἐν δὲ τοῖς τοιούτοις ἔτεσιν οὐδὲ τὸν ἀρκοῦντα ἔχω, ἀλλ̓ ἔστι μοι ἡ πᾶσα ἐπικαρπία ἐξ οἴνου καὶ βοσκημάτων. ἀλλ̓ ἀργύριον δανείζων οὐ βούλομαι παρέχειν εἰς τὴν τοῦ σίτου ὠνήν. οὔκουν οὐδὲ περὶ τούτου οὐδέν με δεῖ λέγειν. οἴδατε γὰρ ὑμεῖς καὶ τοὺς δανείζοντας ἐν τῇ πόλει καὶ τοὺς δανειζομένους. [9] τί οὖν ἐστιν ὅ γε ἐγὼ ποιῆσαι δυνάμενος, ὥστε ἀπαλλάξαι ὑμᾶς τῆς ἀπορίας, οὐ βούλομαι, ἤ διότι πρὸς ἐμὲ οὕτως ἔχετε; ὅτι νὴ Δία τὰς στοὰς ἐπὶ τῶν θερμῶν ᾠκοδόμηκα καὶ ἐργαστήρια: τοῦτο γά ἐστιν, ὅ φασιν ἔνιοι ἀδικεῖσθαι ὑπ̓ ἐμοῦ τὴν πόλιν. καὶ τίνα πώποτε ἢ ὑμεῖς ἢ ἄλλος τις ἀνθρώπων ἐμέμψατο ἐν ἀγρῷ αὑτοῦ οἰκίαν οἰκοδομοῦντα; ἢ παρὰ τοῦθ̓ ὁ σῖτος πλείονός ἐστι; καίτοι πέντε μυριάδων ἐώνημαι τὸ χωρίον, τῷ παντὶ πλείονο
ς τιμῆς τῆς ἀξίας. ἀλλ̓ ἐγὼ αἰσχύνομαι νὴ τὸν Δία καὶ τοὺς θεούς, εἴ τις τῶν πολιτῶν, οὐ γὰρ δή γε ἡ πόλις, οὕτω μοχθηρός, ὥστε λυπεῖσθαι καὶ φθονεῖν, ἐάν τινα ἴδῃ στοὰν ἢ ἐργαστήριον ᾠκοδομηκότα. [10] καὶ μὴν τό γε πρᾶγμα, ἐφ̓ ᾧ παρωξύνθητε, δεῖται μέν τινος ἐπιμελείας ἀληθῶς, οὐ μέντοι ἀνήκεστόν ἐστιν οὐδὲ ὥστε τοιαῦτα [p. 79] ποιεῖν. ἡ γὰρ τιμὴ τοῦ σίτου τῆς μὲν συνηθείας παῤ ἡμῖν πλείων γέγονεν, οὐ μὴν ὥστε ἀπειπεῖν. ἀλλ̓ εἰσὶ πόλεις, ἐν αἷς ἀεὶ τοσούτου ἐστίν, ὅταν ἄριστα ἔχῃ. πάλιν αὖ θορυβεῖτε, ὥσπερ ἐμοῦ λέγοντος ὅτι καὶ παῤ ὑμῖν αὐτὸν τοσούτου προσήκει εἶναι καὶ μηδέποτε ἥττονος. ἐγὼ δέ φημι δεῖν προσέχειν μὲν ὅπως ἐλάττονος ἔσται, μὴ μέντοι πικρῶς οὕτως ἔχειν ἐπὶ τῷ συμβεβηκότι μηδὲ ἐξεστάναι: ὡς τά γε γενόμενα νῦν οὐχὶ τοιαῦτά ἐστιν, οἷα ἐπὶ τοιούτῳ πράγματι, ἀλλ̓ εἰ τὰ τέκνα ὑμῶν καὶ τὰς γυναῖκας [11] ἀνῃρήκειμεν, οὐδὲν ἂν εἴχετε ποιῆσαι χαλεπώτερον. τὸ γὰρ πολίταις ἑαυτῶν ὀργιζομένους ῾εἰ μὲν ἀδίκως ἢ δικαίως, ἐὦ πολίταις δ̓ οὖν καὶ τούτοις ἐπιτίμοις καὶ μηδενὸς χείροσι μὴ δοῦναι λόγον μηδὲ λαβεῖν, ἀλλ̓ εὐθὺς λιθάζειν καὶ κατακαίειν τὰς οἰκίας, ἵνα, εἰ ἐδύνασθε, μετὰ τῶν παίδων αὐτοὺς καὶ τῶν γυναικῶν συμφλέξητε, τίνων ἐστὶν ἀνθρώπων; ἐμοὶ μὲν νὴ τὸν Δία καὶ τοὺς θεούς, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, οὐ δοκεῖ τὰ τοιαῦτα εἶναι τῶν ἐνδεῶς πραττόντων οὐδὲ τῶν οὐκ ἐχόντων τὰ ἀναγκαῖα. ἡ γὰρ ἔνδεια σωφροσύνην ποιεῖ. καὶ ταῦτα εἰ μὴ δοκεῖτε ὑπὲρ [12] ὑμῶν λέγεσθαι, πλεῖστον ἁμαρτάνετε. εἰ γὰρ τοιοῦτοι ἔσεσθε κἂν ὀργισθῆτέ τῳ ῾πολλὰ δὲ εἰκὸς ὡς ἐν πόλει συμβῆναι καὶ δίκαια καὶ ἄδικἀ τηλικαύτην ἀξιώσετε τιμωρίαν λαμβάνειν, ὥστ̓ εὐθὺς μετὰ τῶν παίδων κατακάειν καὶ τινας τῶν γυναικῶν, ἀνθρώπων ἐλευθέρων, ἀναγκάζειν ὑμῖν ὁρᾶσθαι περιερρηγμένας καὶ ἱκετευούσας ὑμᾶς ὥσπερ ἐν πολέμῳ: τίς οὕτως ἀνόητος καὶ ἀτυχὴς ἄνθρωπός ἐστιν, ὅστις ἐν τοιαύτῃ πόλει ζῆν αἱρήσεται μίαν ἡμέραν; πολὺ γὰρ κρεῖττον φυγάδα εἶναι καὶ παροικεῖν ἐπὶ ξένης ἢ τοιαῦτα πάσχειν. ἐπεὶ καὶ νῦν ἡ πρόφασις ἡ λεγομένη, δἰ ἣν ὑμᾶς ἀποτραπῆναί φασι τῆς οἰκίας τῆς ἐμῆς, ὑπιδομένους τοῦ στενωποῦ [13] τὸ βάθος, ὁρᾶτε οἶόν ἐστιν. εἰ γὰρ ἐμὲ τοῦτο ἔσωσε, καιρὸς ἤδη τὸ λοιπὸν ὡς ἐν στρατοπέδῳ τῇ πόλει τὰς δυσχωρίας καταλαμβάνειν καὶ τὰ ὑψηλὰ ἢ ἀπότομα. καίτοι μὰ τοὺς θεοὺς οὐδὲ ἐν [p. 80] τοῖς στρατοπέδοις ζητοῦσιν ἄλλος ἄλλου ἀσφαλέστερον σκηνοῦν, ἀλλὰ πρὸς τοὺς πολεμίους αὐτοῖς ἡ φυλακή ἐστιν. τῇ μὲν οὖν τύχῃ χάρις, δἰ ἣν ἀπετράπητε, εἴτε τοῦτο νοήσαντες εἴτε ἄλλο ὁτιοῦν: οὐ μέντοι ἀληθῶς ὑπείδεσθε. οὐ γὰρ ἂν ἔγωγε ἠμυνάμην ὑμᾶς, ἀλλὰ τούτου γε ἕνεκα πολλὴ ὑμῖν ἀσφάλειά ἐστιν, ὅταν βούλησθε κατακαίειν τὴν οἰκίαν, ἤρκει δέ μοι τὴν γυναῖκα καὶ τὸ παιδίον λαβόντα ἀποχωρεῖν. [14] καὶ μηδεὶς νομίσῃ ὡς ἐγὼ ὑπὲρ ἐμαυτοῦ ἀγανακτῶν ταῦτα εἴρηκα μᾶλλον ἢ ὑπὲρ ὑμῶν δεδιὼς μήποτε ἄρα διαβληθῆτε ὡς βίαιοι καὶ παράνομοι. οὐ γὰρ λανθάνει τῶν ἐν ταῖς πόλεσιν οὐδὲν τοὺς ἡγεμόνας ῾λέγω δὲ τοὺς μείζους ἡγεμόνας τῶν ἐνθάδἐ ἀλλ̓ ὥσπερ τῶν παιδίων τῶν ἀτακτοτέρων οἴκοι πρὸς τοὺς διδασκάλους κατηγοροῦσιν οἱ προσήκοντες, οὑτωσὶ καὶ τὰ τῶν δήμων ἁμαρτήματα πρὸς ἐκείνους ἀπαγγέλλεται. ταῦτα μὲν οὖν οὔτε καλῶς οὔτε συμφερόντως αὑτοῖς πράττοιτε ἄν. τὸ δὲ ἀξιοῦν ἐπιμελεῖσθαι τῆς ἀγορὰς καὶ τοὺς δυναμένους χειροτονεῖν καὶ τοὺς μὴ λελειτουργηκότας, εἰ δὲ μή γε, οὓς ἄν βούλησθε, σωφρονούντων τε ἀνθρώπων ἐστὶ καὶ πρός γε ταῦτα οὐδεὶς ὑμῖν ἐναντιώσεται.
THE FORTY-SEVENTH DISCOURSE: A SPEECH IN THE PUBLIC ASSEMBLY AT PRUSA
ΔΗΜΗΓΟΡΙΑ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ.
Πρῶτον μέν, ὦ ἄνδρες, ὅταν ἀναστῶ, μὴ πάντως ἡγεῖσθε λόγων ἀκούσεσθαι θαυμαστῶν μηδὲ ἐπισήμων: λέγω δὲ οἷον πρὸς ἡδονήν τινα ἢ κάλλος ἢ σοφίαν εἰργασμένων. ἴσως μὲν γὰρ οὐδὲ ἄλλως ἦμεν ἱκανοὶ πρὸς τὸ τοιοῦτον, ἀλλὰ τύχῃ τινὶ τὸ πλῆθος καὶ τὰς πόλεις πάσας ἐξηπατήσαμεν: εἰ δ̓ οὖν, ἀλλὰ νῦν πολλὴν ἀπορίαν καὶ λήθην εἰκὸς ἡμῖν γεγονέναι τῶν τοιούτων λόγων. ὁποῖα γὰρ ἂν πράττῃ τις καὶ ἐν ὁποίοις ἂν ᾖ πράγμασιν, ἀνάγκη καὶ τοὺς λόγους εἶναι παραπλησίους. ἡμεῖς δὲ πολὺν ἤδη χρόνον [p. 81] [2] σμικρὰ καὶ ἄδοξα πράττομεν: καὶ τοῦτο ἴσως ἀναγκαῖόν ἐστιν. ὡς ἐγὼ πρότερον μὲν ἐθαύμαζον τῶν φιλοσόφων τοὺς καταλιπόντας μὲν τὰς αὑτῶν πατρίδας οὐδενὸς ἀναγκάζοντος, παῤ ἄλλοις δὲ ζῆν ἑλομένους, καὶ ταῦτα ἀποφαινομένους αὐτοὺς ὅτι δεῖ τὴν πατρίδα τιμᾶν καὶ περὶ πλείστου ποιεῖσθαι καὶ ὅτι πράττειν τὰ κοινὰ καὶ πολιτεύεσθαι τῷ ἀνθρώπῳ κατὰ φύσιν ἐστίν. λέγω δὲ τὸν Ζήνωνα, τὸν Χρύσιππον, τὸν Κλεάνθην, ὧν οὐδεὶς οἴκοι [3] ἔμεινε ταῦτα λέγοντων. οὐκ ἄρα ἐφρόνουν ἃ ἔλεγον; πάντων μάλιστα, ὡς ἐμοὶ δοκοῦσιν. ἀλλὰ καλὸν μὲν ἡγοῦντο καὶ τῷ ὄντι μακάριον καὶ πρέπον ἀνδράσι σοφοῖς τὸ πρᾶγμα τῆς ἑαυτοῦ πόλεως ἐπιμέλειαν: τὰς δὲ ἐνούσας δυσκολίας καὶ τὰς χαλεπότητας ὑφεωρῶντο καὶ τῶν μὲν ἄγνοιαν, τῶν δὲ φθόνον, τῶν δὲ ἀγνωμοσύνην, εἰ μή τις σοφὸς ὢν ἅμα δύναιτο τὴν τοῦ Ἡρακλέους ἔχειν [4] ἰσχὺν καὶ
δύναμιν: τοῦτο δὲ ἀδύνατον ἡγοῦντο. καίτοι τὸν Ἡρακλέα αὐτὸν ἀκούομεν τῆς μὲν Αἰγύπτου κρατῆσαι καὶ τῆς Λιβύης, ἔτι δὲ τῶν περὶ τὸν Εὔξεινον Πόντον οἰκούντων καὶ Θρᾳκῶν καὶ Σκυθῶν, καὶ τὸ Ἴλιον ἑλεῖν μικρῷ στόλῳ παραβαλόντα καὶ πάντων ἄρξαντα τῶν ἐθνῶν τούτων καὶ καταστῆσαι βασιλέα αὑτόν: ὁπότε δὲ εἰς Ἄργος ἀφίκοιτο, τὴν Αὐγέου κόπρον μεταφέρειν ἢ τοὺς ὄφεις θηρᾶν ἢ τὰς ὄρνιθας διώκειν, ἵνα μὴ ἐνοχλῶσι τοὺς ἐν Στυμφάλῳ γεωργούς, ἢ ἄλλα τοιαῦτα ποιεῖν φαῦλα καὶ ταπεινὰ προσταττόμενον: τελευταῖον δὲ εἰς ᾄδου φασὶ πεμφθῆναι αὐτόν: οὕτω σφόδρα ἐπιεικῶς αὐτῷ χρῆσθαι τὸν πολίτην. τοὺς δὲ Ἀργείους καὶ Θηβαίους ἐπαινεῖν μὲν καὶ ἀγαπᾶν τὸν Ἡρακλέα, περιορᾶν [5] δὲ ὑβριζόμενον. ἅ μοι δοκεῖ διανοηθεὶς Ὅμηρος, οὐ μόνον ποιητὴς ἀγαθὸς ὤν, ἀλλὰ καὶ τῷ τρόπῳ φιλόσοφος, τὸν ἅπαντα ἀποδημεῖν χρόνον, ὥστε μηδένα γνῶναι τὴν πατρίδα αὐτοῦ, καὶ μᾶλλον, ὡς ἔοικεν, αἱρεῖσθαι πέντε καὶ εἴκοσι δραχμὰς προσαιτῶν λαμβάνειν, καὶ ταῦτα ὡς μαινόμενος, ἢ οἴκοι διάγειν. τοιγαροῦν ἅπαντες ὕστερον ἠμφεσβήτησαν ὑπὲρ αὐτοῦ. καὶ τὸ μὲν ἐκείνου ὄνομα παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις γιγνώσκεται, τὴν δὲ Ἴον οὐδὲ ἀκηκόασιν οἱ πολλοὶ σχεδόν, εἴπερ ἦν Ἰήτης, καὶ τῆς Χίου [p. 82] τῆς πόλεως οὐ πολύς ἐστι λόγος οὐδὲ Κολοφῶνος: καίτοι ποιητὴν οὐ χείρονα Ὁμήρου παρέχεται τὸν Ἀπόλλωνα. Πυθαγόρας δὲ ἐκ Σάμου μὲν ἔφυγεν ἑκὼν τυραννουμένης, παρὰ δὲ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, μάλιστα δὲ οἶμαι περὶ τὴν Ἰταλίαν [6] ἐτιμᾶτο ὡς θεός. τί οὖν; πάλαι τις ἤδη κάθηται λέγων, σὺ πρὸς Ὅμηρον καὶ Πυθαγόραν καὶ Ζήνωνα παραβάλλεις αὑτόν; Μὰ Δἴ οὐκ ἔγωγε, πλὴν ὅτι πᾶσι τοῖς φιλοσόφοις ἔδοξε χαλεπὸς ἐν τῇ πατρίδι ὁ βίος. ἐπεὶ τί οἴεσθε; οὐχὶ φιλεῖν τὰς πατρίδας; ἀλλὰ τὸν Ὅμηρον ὑπὲρ μὲν Ὀδυσσέως ὀδύρεσθαι καὶ φάσκειν αὐτὸν ἐθέλειν τὸν καπνὸν ἰδόντα τὸν ἐκ τῆς Ἰθάκης παραχρῆμα ἀποθανεῖν, αὐτὸν δὲ μὴ στέργειν τὴν αὑτοῦ πόλιν, ἀλλ̓ οὐ τὸν οἰκεῖον ἔρωτα καὶ τὴν ἐπιθυμίαν ὁμολογεῖν, ἣν εἶχε τῆς πατρίδος, ἐπ̓ [7] ὀνόματι τοῦ Ὀδυσσέως; ὃς δὲ πάντα τὸν χρόνον ἔμεινεν ἐν τῇ πατρίδι, πράττων ὅ,τι δοκοίη τοῖς πολίταις καὶ τοῖς νόμοις, εἰ μέν τι μέγα ὤνησε τοὺς Ἀθηναίους, οὐκ ἔχω εἰπεῖν: τὴν δὲ βλάβην ἐπίσταμαι τὴν γενομένην αὐτοῖς. ἔτι γὰρ νῦν ὀνειδίζονται περὶ Σωκράτους, ὡς οὔτε δικαίως οὔτε ὁσίως τῷ ἀνδρὶ προσενεχθέντες, καὶ πάντων αὐτοῖς τῶν ὕστερον γενομένων κακῶν ταύτην φασὶ συμβῆναι τὴν αἰτίαν. [8] ταῦτα μὲν ἀκηκόατε ἄλλως παρὰ ἀνθρώπου πλάνητος καὶ ἀδολέσχου. ὃ δ̓ οὖν ἔφην, παραιτοῦμαι ὑμᾶς μηδένα ἀπαιτεῖν ἐν τῷ παρόντι παῤ ἐμοῦ λόγον μεγαλόφρονα καὶ σοφόν, ἀλλ̓ ἰδιωτικὸν καὶ φαῦλον, ὁποῖα καὶ τὰ πράγματά ἐστιν. εὖ δ̓ ἴστε, ὥσπερ προειλόμην σιγᾶν, ἀφ̓ οὗ νῦν ἧκον, οὐκ ἂν ἐφθεγξάμην, εἰ μή τι ἀναγκαῖον συμβεβήκει. ἐγὼ γὰρ ἡψάμην πράγματος, ὅ μοι πολλῶν τῷ ὄντι πραγμάτων αἴτιον γέγονε καὶ θαυμαστῆς ἀηδίας. ὥστε πρότερον μὲν οὐκ ᾔδειν τὸ τῶν Θετταλῶν τί ποτέ ἐστι τὸ ἐφ̓ αὑτὰς τὴν σελήνην κατάγειν, νῦν δὲ ἐπιμελῶς ἔγνωκα. [9] καὶ τὸν Ἀριστοτέλην ἐνίοτε ἐμακάριζον, ὅστις Σταγειρίτης ὤν ῾τὰ δὲ Στάγειρα κώμη τῆς Ὀλυνθίας ἦν̓ ἁλούσης δὲ Ὀλύνθου συγγενόμενος Ἀλεξάνδρῳ καὶ Φιλίππῳ διεπράξατο οἰκισθῆναι πάλιν τὸ χωρίον, καὶ μόνον αὐτὸν ἔφασκον εὐτυχῆσαι τὴν εὐτυχίαν ταύτην, [p. 83] ὥστε τῆς πατρίδος οἰκιστὴν γενέσθαι. μεταξὺ δὲ πρῴην ἐνέτυχον ἐπιστολῇ τινι, ἐν ᾗ ἐστι μετανοῶν καὶ ὀδυρόμενος καὶ λέγων ὅτι τούτων τινὲς καὶ τὸν βασιλέα καὶ τοὺς ἀφικνουμένους σατράπας διαφθείρουσιν, ὥστε μηδὲν ἀγαθὸν γενέσθαι μηδὲ ὅλως [10] κατοικισθῆναι τὴν πόλιν. ὅπου δὲ τὸ κατοικισθῆναι τοῖς ἐκπεσοῦσι καὶ τοῦτο ἐλύπει τινάς, εἰ φυγάδες ὄντες καὶ ἀπόλιδες πατρίδα ἕξουσι καὶ πολιτεύσονται κατὰ νόμους ἐν ἐλευθερίᾳ, μᾶλλον δ̓ ᾑροῦντο διῳκίσθαι κατὰ κώμας τοῖς βαρβάροις ὁμοίως ἢ σχῆμα πόλεως καὶ ὄνομα ἔχειν: ἦπου προσήκει θαυμάζειν καὶ εἰ ἄλλο τι λυπεῖ τινας; ὃ δ̓ οὖν Ἀριστοτέλης ἐπιστέλλων γέγραφεν ὡς τοῖς πράγμασιν ἀπειρηκώς: φησὶ γὰρ αἴρειν τοὺς δακτύλους: [11] τοὺς Ἰδαίους κἀμὲ νομίζετε καὶ εἴ τινές εἰσιν ἕτεροι. καὶ γὰρ δὴ πλεῖον ἴσχυσεν ἡ τῶν ἀνθρώπων ἐκείνων κακοδαιμονία τῆς τοῦ Ἀριστοτέλους σπουδῆς, ὥστε οὐκ εἴασαν προβῆναι τὸ κωμίον εἰς ἀξίωμα πόλεως, καὶ νῦν ἔτι ἀοίκητόν ἐστιν. ἀλλ̓ ὅπως μὴ καὶ τοῦτό μου διαβάλῃ τις, ὡς ἐγὼ Στάγειρα καὶ κώμην καλῶ τὴν πόλιν ταύτην: δύναμαι γὰρ ὀμόσας εἰπεῖν μηδεμίαν ἄλλην πόλιν ἐμοὶ κρείττω πεφηνέναι, κἂν εἰ μόνον εἶχε τὸ χαλκεῖον τὸ τοῦ δεῖνος, ὃ ἐγὼ κατέλυσα ὁ τὰς πόλεις πορθῶν καὶ τὰς νεκροπόλεις. [12] ἵνα δ̓ οὖν μὴ ἐπιλάθωμαι οὗ χάριν ἀνέστην, ἁμάρτημα ἴσως ἥμαρτον ἀνθρώπινον. νῦν οὖν τίνα με βούλεσθε ὑποσχεῖν ζημίαν ἀντὶ τούτου τοῦ ἁμαρτήματος ἢ τί ποιεῖν; ἀξιῶ συμβούλους ὑμᾶς γενέσθαι: πότερον καθελεῖν με τὸ ἔργον ταῖς ἐμαυτοῦ δαπάναις τὸ γεγονὸς καὶ ποιῆσαι πάντα ὁποῖα ἦν πρότερον; ἀλλὰ ἴσως οὐ [13] δυνήσομαι. ἢ τί πρὸς θεῶν; εἴπατέ μοι. ἐγὼ μὲν γὰρ ᾤμην ὁρῶν τὰ τοιαῦτα πόλεις ἄλλας φιλοτιμουμ
ένας, οὐ μόνον τὰς κατὰ τὴν Ἀσίαν λέγω καὶ Συρίαν καὶ Κιλικίαν, ἀλλὰ ταύτας τὰς ἀστυγείτονας καὶ πλησίον, τὴν τῶν Νικομηδέων, τὴν τῶν Νικαέων, τοὺς Καισαρεῖς τούτους, εὐγενεῖς μὲν ἀνθρώπους καὶ σφόδρα Ἕλληνας, πολὺ δὲ μικροτέραν τῆς ἡμετέρας οἰκοῦντας πόλιν, καὶ τοὺς πολιτευομένους [p. 84] παῤ ἑκάστοις, ἐὰν καὶ περὶ τῶν ἄλλων διαφέρωνται, τά γε τοιαῦτα ὁμοφρονοῦντας, καὶ τὸν αὐτοκράτορα τοιαῦτα ἐπιστέλλοντα τύχῃ τινί, ὅτι βούλεται πάντα τρόπον αὔξεσθαι τὴν πόλιν ὑμῶν ῾ἐπιτρέψατε δὲ ἀναγνῶναι τὴν ἐπιστολήν, ἐπειδὴ τὴν τοῦ [14] Ἀριστοτέλους μακρὸν ἦν καὶ περίεργον: — ᾿ ᾤμην καὶ παῤ ὑμῖν ταῦτα ἔσεσθαι, καὶ μηδένα λυπήσεσθαι τῆς πόλεως κατασκευαζομένης. καὶ τοῦτό γε ἀπέβη τοιοῦτον: καὶ γὰρ ἔδοξεν ὑμῖν ταῦτα καὶ πολλὰ καὶ πολλάκις συνεισεφέρετε αὐτοὶ καὶ προεθυμεῖσθε. τί οὖν βούλεσθε; ἐγὼ γὰρ ὄμνυμι τοὺς θεοὺς ὑμῖν ἅπαντας, ἦ μὴν ἀντὶ τοῦ λυπεῖν ὑμᾶς ἤ τινας ὑμῶν ἢ δοκεῖν βαρὺς οὐκ ἂν ἑλοίμην ἴδιά μοι γενέσθαι τὰ Δαρείου βασίλεια ἢ τὰ Κροίσου ἢ τὴν οἰκίαν τὴν πατρῴαν τὴν ἐμὴν χρυσῆν τῷ ὄντι, ἀλλὰ μὴ ὥσπερ [15] ὀνόματι μόνον τὴν τοῦ Νέρωνος καλοῦσιν. οὐδὲ γὰρ ὄφελος οὐδὲν οἰκίας χρυσῆς, οὐ μᾶλλον ἢ χύτρας χρυσῆς ἢ τῆς πλατάνου τῆς ἐν Πέρσαις. πόλεως δὲ ὄφελος οὐδὲν εὐπρεποῦς γιγνομένης, ἀέρα πλείονα λαμβανούσης, εὐρυχωρίαν, τοῦ μὲν θέρους σκιάν, τοῦ δὲ χειμῶνος ἥλιον ὑπὸ στέγῃ, ἀντὶ φαύλων καὶ ταπεινῶν ἐρειπίων οἰκήματα ὑψηλὰ καὶ μεγάλης πόλεως ἄξια: ἵνα ὥσπερ ἐπὶ τῶν εὐγενῶν πώλων καὶ τῶν σκυλάκων τὸ ἐσόμενον μέγεθος εἰκάζουσιν οἱ ὁρῶντες, ἐὰν ᾖ τὰ κῶλα ὑψηλὰ καὶ μεγάλα, ἐὰν δὲ ταπεινὰ καὶ ἀναυξῆ, φασὶν ἀεί ποτε μενεῖν τοιαῦτα, οὕτως ἔχῃ [16] καὶ περὶ τὴν ἡμετέραν πόλιν. ἀλλὰ τί μοι περὶ τούτων νῦν λέγειν; καλῶς μέ τις ἀηδόνα ἔφη τῶν σοφιστῶν, λοιδορῆσαι βουλόμενος: διὰ τοῦτο, ἐμοὶ δοκεῖν, ὅτι καὶ τὴν ἀηδόνα γλώσσαργόν φασιν οἱ ποιηταί. ἴσως δ̓ ἂν ὅμοιος εἴην τοῖς τέττιξι: καὶ γὰρ ἐκεῖνοι πρὸς τὸν ἥλιον διψῶντες ᾄδουσιν ὑπὸ ἀνοίας οὐδὲν ὠφελούμενοι. πλὴν τοσοῦτό γε μόνον, οὐκ ἄξιον ἴσως παραλιπεῖν περὶ τῶν μνημάτων καὶ τῶν ἱερῶν, ὅτι τοὺς Ἀντιοχέας οὐκ εἰκός ἐστιν οὐδενὸς ἅψασθαι τοιούτου: πολὺ γὰρ ἐλάττω τόπον ἐποίουν τοῦ παῤ ἡμῖν, ὧν ἡ πόλις ἓξ καὶ τριάκοντα σταδίων ἐστὶ τὸ [p. 85] μῆκος καὶ στοὰς ἑκατέρωθεν πεποιήκασιν: οὐδὲ τοὺς Ταρσεῖς [17] οὐδὲ νῦν Νικομηδεῖς, οἳ ἐψηφίσαντο τὰ μνήματα μεταίρειν. ὁ δὲ Μακρῖνος, ὃν εὐεργέτην ἀνεγράψατε τῆς πόλεως, τὸ Προυσίου τοῦ βασιλέως μνημεῖον μετήνεγκεν ἐκ τῆς ἀγορᾶς καὶ τὸν ἀνδριάντα. οὐδεὶς γάρ ἐστι παῤ ἐκείνοις φιλόπολις ἀνὴρ οὐδὲ ἐπιμελὴς περὶ τοὺς θεούς: ἀλλὰ παρά γε ἡμῖν ἦσαν πολλοί. πλὴν ταῦτα μὲν ὅπως ποτὲ δοκεῖ. τί γὰρ ἐμοὶ τῆς ἐνθάδε στοᾶς; ὥσπερ οὐκ ἔχοντά με ὅποι βούλομαι περιπατεῖν, τὴν Ποικίλην Ἀθήνησι, τὴν Περσικὴν ἐν Λακεδαίμονι, τὰς ἐν τῇ Ῥώμῃ τὰς χρυσᾶς, ἐν ταῖς τῶν Ἀντιοχέων, τῶν Ταρσέων, μετὰ πλείονος τιμῆς, ἢ μόνον ἕξοντά με καὶ περιπατήσοντα, τῶν δὲ ἄλλων οὐδένα πολιτῶν. ἀλλ̓ οὔτε γυμνάσιον ἐν πόλει μόνος οὐδεὶς ἔχει γυμναζόμενος οὔτε στοὰν οὔτε βαλανεῖον [18] οὔτε ἄλλο τῶν δημοσίων οὐδέν. ἢ ἐγὼ τετύφωμαι καὶ ἀνόητός εἰμι; πλὴν ὅ γε ἠξίωσα, συμβουλεύσατέ μοι. ὡς ἐγὼ βουλόμενος ὑμῖν ἀρέσκειν πάντα τρόπον ἀπορῶν. νῦν γὰρ ἐὰν ἅπτωμαι τοῦ πράγματος καὶ σπουδάζω γίγνεσθαι τὸ ἔργον, τυραννεῖν μέ φασί τινες καὶ κατασκάπτειν τὴν πόλιν καὶ τὰ ἱερὰ πάντα. δῆλον γὰρ ὅτι ἐνέπρησα τὸν νεὼν τοῦ Διὸς καὶ τοὺς ἀνδριάντας ἐκ τοῦ μυδῶνος ἐρρυσάμην, καὶ νῦν ἐν τῷ φανερωτάτῳ κεῖνται τῆς πόλεως. ἐὰν δὲ τὴν ἡσυχίαν ἄγω, μὴ βουλόμενος μηδένα στένειν μηδὲ προσκρούειν μηδενί, βοᾶτε ὑμεῖς, Γιγνέσθω τὸ ἔργον ἢ καθαιρείσθω τὸ γεγονός: ὥσπερ ἐμοὶ τοῦτο προφέροντες καὶ ὀνειδίζοντες. [19] τί οὖν βούλεσθέ με ποιεῖν; ὃ γὰρ ἂν εἴπητε, τοῦτο ποιήσω καὶ περὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἐρῶ, οὐδὲ ἂν ᾖ τις ἔργον πεποιηκὼς ὑπὲρ οὗ λόγον μὴ δέδωκεν, οὐδ̓ ἂν ἔτι ποιῶν καὶ χρήματα λαμβάνων ἀεὶ παρὰ τῶν κατ̓ ἔτος ἀρχόντων, ὥσπερ εἰς τὸν ἄπληστον πίθον τάδε ληψόμενος, οὐδὲ ἂν ἄλλο τι γίγνηται: τί γὰρ ἐμοὶ τούτων; διὰ μὲν γὰρ τῆς στοᾶς οὐ διελεύσομαι, σαφῶς ἴστε. ἀλλὰ πονεῖν [p. 86] καὶ προσιέναι καὶ παρακαλεῖν τὸν ἀνθύπατον, ὅπως πρᾴως καὶ πρὸς δύναμιν εἰσπράττῃ τοὺς ὑπεσχημένους; καὶ τοῦτο ἕτοιμος ποιεῖν οὐ μόνον, ἀλλὰ καὶ αὐτὸς συμβάλλεσθαι μέρος τῆς ὑποσχέσεως, ὥστε κουφίζεσθαι τοὺς ἄλλους. μόνον ἕν τι προστάξατε: [20] εἰ δὲ μή, τὴν ἡσυχίαν ἕξω βοώντων ὑμῶν, μᾶλλον δὲ ἄπειμι. οὐ γὰρ ὥσπερ ἡ ἀλώπηξ καταφαγοῦσα τὰ κρέα οὐκ ἐδύνατο ἐξελθεῖν ἐκ τῆς δρυὸς διὰ τὸ ἐμπλησθῆναι, κἀμοὶ ἐξελθεῖν διὰ τοῦτο χαλεπόν. πολὺ γὰρ γέγονα λεπτότερος ἢ ὅτε εἰσῆλθον. καὶ πρὸς θεῶν μή μοι νομίζετε χαρίζεσθαι περὶ τῆς στοᾶς ἐπιβοῶντες. ἐμοὶ γὰρ εἷς ἀνήρ ἐστιν ὁ χαριζόμενος ἐν τῇ πόλει σχεδόν, ὡς ἐγὼ ἀκούω, καὶ μάλιστα προνοῶν τῶν ἐμοὶ συμφερόντων: καὶ οὔτε φίλος οὔτε συγγενὴς οὕτως οὐδεὶς ἐμοῦ κήδεται. σκοπεῖτε [21] δὲ εἰ δόξει καλῶς ὑμῖν ὑπὲρ ἐμοῦ λογ
ίζεσθαι καί με ἀγαπᾶν, ὃς πρῶτον οἴεταί με δεῖν πολλὰ κινδυνεύσαντα καὶ πονήσαντα τὴν ἡσυχίαν ἐνθάδε ἄγειν καὶ τοῖς ἐμαυτοῦ προσέχειν καὶ μήτε ἡγεμόνας θεραπεύειν μήτε ἄλλην ἀσχολίαν μηδεμίαν ἔχειν: ἔπειτα σμικρόν τι μέρος εὑρηκότα τῆς οὐσίας, καὶ πρὸς ταῖς πρότερον βλάβαις ἔτι καὶ τῆς ἀδελφῆς ἀποθανούσης ὠφεληθέντα μὲν μηδέν, ἀπολέσαντα δὲ πάντα, ὅσα τῶν ἐμῶν εἶχε, δανεισάμενόν τε, ὥστε τὰ χωρία πρίασθαι, τοῦτο ἀποδοῦναι τὸ χρέος καὶ τὰ πρότερον ὀφειλόμενα, καὶ μὴ στοὰν οἰκοδομεῖν μηδὲ ἀναλίσκειν παρὰ δύναμιν: [22] ἔπειτα συνηθείας οὔσης μοι πρὸς τὸν αὐτοκράτορα, ἴσως δὲ καὶ φιλίας, καὶ πρὸς ἄλλους πολλοὺς τοὺς δυνατωτάτους σχεδόν τι Ῥωμαίων, ἐκείνοις συνεῖναι τιμώμενον καὶ θαυμαζόμενον: ἀλλὰ μὴ παῤ ὑμῖν πρὸς τὸν δεῖνα ἢ τὸν δεῖνα ἐξεταζόμενον: εἰ δὲ ἄρα ἀποδημῶν ἥδομαι, τὰς μεγίστας πόλεις ἐπιέναι μετὰ πολλοῦ ζήλου καὶ φιλοτιμίας παραπεμπόμενον, χάριν εἰδότων μοι παῤ οὓς ἂν ἀφίκωμαι καὶ δεομένων λέγειν καὶ συμβουλεύειν καὶ περὶ τὰς ἐμὰς θύρας ἰόντων ἐξ ἑωθινοῦ, μηδὲν ἀναλώσαντα μηδὲ προστιθέντα, ὥστε θαυμάζειν ἅπαντας καὶ τυχὸν ἂν εἰπεῖν τινας, ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις, ὅτεών κε πόλιν καὶ δῆμον ἵκηται: [p. 87] [23] ἀλλὰ μὴ δαπανᾶν μὲν ἐξ ὀλίγων ὑπαρχόντων, ἀσχολεῖσθαι δὲ ἀσχολίας ἀνωφελεῖς, τὸ δὲ σῶμα, θεραπείας δεόμενον καὶ πολλῆς προσοχῆς, καταφθείρειν ἀμελοῦντα, τὴν δὲ ψυχὴν τοσοῦτον χρόνον ἐᾶν ἄγευστον φιλοσοφίας καὶ τῶν τοιούτων μαθημάτων, πρὸς δὲ τὸν δεῖνα ἐξετάζεσθαι ἢ τὸν δεῖνα καὶ κακῶς ἀκούειν ἐνίοτε καὶ δάκνεσθαι. πρὸς θεῶν ὁ ταῦτα ὑπὲρ ἐμοῦ φροντίζων καὶ διαλεγόμενος οὐχ οὗτός ἐστιν ἀνθρώπων ἁπάντων εὐνούστατος ἐμοὶ καὶ μάλιστα ὑπ᾽ ἐμοῦ φιλεῖσθαι δίκαιος; ὅταν δὲ ἀκούω λέγειν τινὰ ὡς περὶ τυράννου, παράδοξον ἐμοὶ φαίνεται καὶ γελοῖον. [24] ἐγὼ γὰρ ἐπίσταμαι τῶν τυράννων ἔργα τοιαῦτα, μοιχεύειν γυναῖκας ἀλλοτρίας καὶ διαφθείρειν παῖδας, ἀνθρώπους ἐλευθέρους τύπτειν καὶ αἰκίζεσθαι πάντων ὁρώντων, τοὺς δὲ καὶ στρεβλοῦν, οἷον εἰς ζέοντα λέβητα καθιέντας, ἄλλους δὲ καταπιττοῦντας: ὧν οὐδὲν ἐγὼ ποιῶ: ἑτέραν δὲ γυναῖκα τύραννον Σεμίραμιν, ὅτι πρεσβυτέρα τὴν ἡλικίαν οὖσα καὶ μάχλος ἠνάγκαζε συγγίγνεσθαί τινας ἑαυτῇ. τῶν δὲ τυράννων ἕνα ἀκήκοα ταῦτα ποιοῦντα, πρεσβύτην θρασύν. [25] ὧν τί πρὸς ἐμέ ἐστιν; ἢ ὅτι τὴν οἰκίαν οἰκοδομῶ πολυτελῶς; ἀλλ̓ οὐκ ἐῶ πίπτειν; ἢ ὅτι πορφύραν αὐτὸς ἠμφίεσμαι; ἀλλ̓ οὐ φαῦλον τριβώνιον; ἀλλ̓ ὅτι κομῶ καὶ γένεια ἔχω; τοῦτο δ̓ ἴσως οὐ τυραννικόν ἐστιν, ἀλλὰ βασιλικόν. ἔφη δ̓ οὖν τις ὅτι καὶ τὸ κακῶς ἀκούειν καλῶς ποιοῦντα καὶ τοῦτο βασιλικόν ἐστιν.
Delphi Complete Works of Dio Chrysostom Page 146