Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 148
Delphi Complete Works of Dio Chrysostom Page 148

by Dio Chrysostom


  THE FORTY-NINTH DISCOURSE: A REFUSAL OF THE OFFICE OF ARCHON DELIVERED BEFORE THE COUNCIL

  ΠΑΡΑΙΤΗΣΙΣ ΑΡΧΗΣ ΕΝ ΒΟΥΛΗΙ.

  Τοῖς ἐπιεικέσιν ἀνθρώποις καὶ πεπαιδευμένοις οὔτε ἀηδὲς τὸ ἄρχειν οὔτε χαλεπόν. ἥδονται μὲν γὰρ οὐδενὶ μᾶλλον ἢ τῷ εὖ ποιεῖν: τῷ δὲ ἄρχοντι πόλεως ἢ ἔθνους ἢ καὶ πλειόνων ἀνθρώπων οὐ μόνον ἐξουσία πλείστη τοῦ εὐεργετεῖν ἐστιν, ἀλλὰ καὶ ἀνάγκη σχεδόν: εἰ δὲ μή, οὐκ ἀνέχονται τὸν βλαβερὸν ἄρχοντα οὐχ ὅπως ἄνθρωποι, δ δὴ δοκεῖ πάντων δριμύτατον εἶναι, ἀλλ̓ οὐδὲ τῶν [2] θηρίων τὰ ἀφρονέστατα. οὔτε γὰρ βόες ῥᾳδίως ὑπομένουσι βουκόλων ἀμέλειαν οὔτε αἰπόλια καὶ ποῖμναι τοὺς φθείροντας νομέας. τὰ μὲν γὰρ ἀποφεύγει καὶ οὐ πείθεται, τὰ δὲ καὶ ἀμύνεται τοὺς πονηροὺς προστάτας. οἱ δ̓ ἵπποι τοὺς ἀμαθεῖς ἡνιόχους ἀποβάλλοντες πολὺ κάκιον κολάζουσιν ἢ ἐκεῖνοι τῇ μάστιγι παίοντες. [p. 94] τούτων δὲ ἁπάντων ἄνθρωπος δεινότατόν ἐστι καὶ πλείστην ἔχον σύνεσιν: ὥστε κακῷ μὲν ἡγεμόνι πάντων ἐχθρότατον, τῷ δὲ ἀγαθῷ πάντων εὐνούστατον. ἡδὺ μὲν οὕτως τοῖς ἐπισταμένοις τὸ ἄρχειν: χαλεπὸν δὲ οὐκ ἂν εἴη πρᾶγμα οὐδὲν τῷ μελετήσαντι [3] ἐξ ἀρχῆς καὶ παρεσκευασμένῳ πρὸς αὐτό. ὁ δὲ τῷ ὄντι φιλόσοφος οὐκ ἄλλο τι φανήσεται διαπονούμενος ἢ ὅπως ἄρχειν καλῶς δυνήσεται καὶ αὑτοῦ καὶ οἰκίας καὶ πόλεως τῆς μεγίστης καὶ συλλήβδην ἁπάντων ἀνθρώπων, ἂν ἐπιτρέπωσι, καὶ αὐτὸς μὲν οὐ προσδεήσεται οὐδενὸς ἄρχοντος ἀλλ̓ ἢ τοῦ λόγου καὶ τοῦ θεοῦ, τῶν δὲ ἄλλων ἀνθρώπων ἐπιμελεῖσθαι καὶ φροντίζειν ἱκανὸς ἔσται. καὶ τοῦτο οὐδὲ τοὺς βασιλέας αὐτοὺς λέληθεν οὐδὲ τῶν ἐν ταῖς δυναστείαις ὅσοι μὴ τελέως ἄφρονες. τῶν γὰρ πεπαιδευμένων ἐν τοῖς μεγίστοις δέονται συμβούλους σφίσι γίγνεσθαι, καὶ τοῖς ἄλλοις προστάττοντες αὐτοὶ παῤ ἐκείνων προστάγματα [4] λαμβάνουσιν ἃ δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι: ὥσπερ τὸν Ἀγαμέμνονα Ὅμηρός φησιν ἀεὶ προσδεῖσθαι τῆς γνώμης τοῦ Νέστορος καὶ ὁσάκις αὐτῷ συμβουλεύοντι μὴ ἐπείσθη, ὀδύρεσθαι καὶ παραχρῆμα μετανοεῖν. Φίλιππος δέ, ὃς δοκεῖ δεινότατος γενέσθαι τῶν βασιλέων, Ἀριστοτέλην ἐπηγάγετο τῷ υἱεῖ Ἀλεξάνδρῳ διδάσκαλον καὶ ἄρχοντα, ὡς αὐτὸς οὐχ ἱκανὸς ὢν παιδεῦσαι τὴν βασιλικὴν ἐπιστήμην: ἀλλὰ τῶν μὲν ἄλλων Μακεδόνων καὶ Θρᾳκῶν καὶ Ἰλλυριῶν καὶ τῶν Ἑλλήνων ἁπάντων ἠξίου ἄρχειν, τὸν δὲ υἱὸν ἑτέρῳ παρεδίδου ἀρχθησόμενον, καὶ τοσαύταις μυριάσι προστάττων ἑνὶ ἐκείνῳ προστάττειν οὐχ ὑπέμενεν. οὐ γὰρ ἴσον ἡγεῖτο κίνδυνον εἶναι αὑτῷ, εἰ περὶ τοὺς ἄλλους ἐξαμαρτάνοι ἢ [5] εἴ τι περὶ τὸν υἱόν. καίτοι πρότερον αὐτὸς ἐν Θήβαις ὁμηρεύων Πελοπίδᾳ τε συνῆν, ἀνδρὶ πεπαιδευμένῳ, ὥστε καὶ ἐραστὴν ἔφασαν αὐτοῦ τὸν Πελοπίδαν γενέσθαι, καὶ Ἐπαμεινώνδου τά τε ἔργα ἑώρα καὶ τῶν λόγων δὲ ἤκουεν, ὃς οὐκ ἀπὸ ταὐτομάτου τοσοῦτον ἴσχυσεν ἐν τοῖς Ἕλλησι καὶ τοσαύτην μεταβολὴν ἐποίησεν, ὥστε [p. 95] καταλῦσαι Λακεδαιμονίους τοσοῦτον χρόνον ἄρχοντας, ἀλλὰ Λύσιδι ὁμιλήσας τῷ Πυθαγόρου μαθητῇ. ὅθεν οἶμαι πολὺ διήνεγκεν ὁ Φίλιππος τῶν πρότερον ἐν Μακεδονίᾳ βασιλευσάντων. ἀλλ̓ ὅμως τοιαύτης παιδείας ἐπιτυχὼν οὐκ ἐθάρρει τὸν Ἀλέξανδρον αὐτὸς [6] διδάσκειν. εὕροι δ̓ ἄν τις σπανίως μὲν φιλοσόφους ἄρξαντας ἐν τοῖς ἀνθρώποις, λέγω δὲ τὰς ὠνομασμένας ἀρχάς, στρατηγοὺς ἢ σατράπας ἢ βασιλέας καθισταμένους: πλεῖστα δὲ καὶ μέγιστα ἀπολαύσαντας αὐτῶν ἀγαθὰ τοὺς ἀρχομένους: Σόλωνος μὲν Ἀθηναίους καὶ Ἀριστείδου καὶ Περικλέους τοῦ Ἀναξαγόρου μαθητοῦ, Θηβαίους δὲ Ἐπαμεινώνδου, Ῥωμαίους δὲ Νόμα, ὅν φασί τινες τῆς Πυθαγόρου σοφίας μετασχεῖν: Ἰταλιώτας δὲ σύμπαντας τῶν Πυθαγορικῶν, τοσοῦτον χρόνον εὐδαιμονήσαντας καὶ μετὰ πλείστης ὁμονοίας καὶ εἰρήνης πολιτευσαμένους, ὅσον ἐκεῖνοι χρόνον τὰς [7] πόλεις διεῖπον. καὶ κοινῇ δὲ τὰ ἰσχυρότατα τῶν ἐθνῶν, ἐπειδὴ οὐ δύνανται ἀεὶ βασιλεύεσθαι ὑπὸ τῶν φιλοσόφων, ἐπιστάτας τοῖς βασιλεῦσι καὶ ἄρχοντας τούτους ἀπέδειξαν: Πέρσαι μὲν οἶμαι τοὺς καλουμένους παῤ αὐτοῖς μάγους, οἳ τῆς φύσεως ἦσαν ἔμπειροι καὶ τοὺς θεοὺς ᾔδεσαν ὡς δεῖ θεραπεύειν: Αἰγύπτιοι δὲ τοὺς ἱερέας, οἳ τὴν αὐτὴν ἐπιστήμην εἶχον τοῖς μάγοις, τῶν θεῶν ἐπιμελούμενοι καὶ τὰ ξύμπαντα γιγνώσκοντες ὅπῃ τε καὶ ὅπως ἔχοι: Ἰνδοὶ δὲ βραχμᾶνας, ἐγκρατείᾳ καὶ δικαιοσύνῃ διαφέροντας καὶ τῇ πρὸς τὸ θεῖον φιλίᾳ, ὅθεν μᾶλλον ἴσασι τὰ μέλλοντα ἢ οἱ ἄλλοι [8] ἄνθρωποι τὰ παρόντα αὐτοῖς: Κελτοὶ δὲ οὓς ὀνομάζουσι Δρυΐδας, καὶ τούτους περὶ μαντικὴν ὄντας καὶ τὴν ἄλλην σοφίαν: ὧν ἄνευ τοῖς βασιλεῦσιν οὐδὲν ἐξῆν πράττειν οὐδὲ βουλεύεσθαι, ὥστε τὸ μὲν ἀληθὲς ἐκείνους ἄρχειν, τοὺς δὲ βασιλέας αὐτῶν ὑπηρέτας καὶ διακόνους γίγνεσθαι τῆς γνώμης ἐν θρόνοις χρυσοῖς καθημένους καὶ οἰκίας μεγάλας οἰκοῦντας καὶ πολυτελῶς εὐωχουμένους. καὶ γὰρ δὴ τοῦτον εἰκός ἐστι πᾶσαν ἀρχὴν ἱκανώτατα διοικῆσαι, ὃς τὴν χαλεπωτάτην ἀρχὴν διηνεκῶς ἄρχων δύναται παρέχειν ἀναμάρτητον [9] αὑτόν. ὁ τοίνυν φιλόσοφος ἀεὶ αὑτοῦ ἄρχει: ὃ τῷ παντὶ χαλεπώτερον ἢ συμπάντων μὲν Ἑλλήνων, συμπάντων δὲ βαρβάρων βασιλεύειν. ποῖον μὲν γὰρ οὕτως ἄγριον ἀνθρώπων γέ
νος ἐστὶν ὡς ὀργαί τε καὶ φθόνοι καὶ φιλονικίαι, ὧν αὐτὸν ἐγκρατῆ εἶναι [p. 96] δεῖ; ποῖον δὲ οὕτω πανοῦργον καὶ ἐπίβουλον καὶ προδοτικὸν ὡς ἡδοναί τε καὶ ἐπιθυμίαι, ὧν αὐτὸν οὐδέποτε ἡττᾶσθαι δεῖ; ποῖον δὲ οὕτω βίαιον καὶ καταπληττόμενον καὶ ταπεινοῦν τὰς ψυχὰς ὡς φόβοι τε καὶ λῦπαι, οἷς οὔποτε αὐτὸν πρέπει ὑπείκοντα ὀφθῆναι; [10] ποῖα δὲ ὅπλα, ποῖα δὲ ἐρύματα πρὸς ταῦτα προβέβληται, οἷα οἵ τε βασιλεῖς καὶ στρατηγοὶ πόλεως πρὸς τοὺς πολεμίους; ποίοις δὲ συμμάχοις ἢ δορυφόροις ἐπὶ ταῦτα χρῆσθαι δυνατόν, εἰ μή γε τοῖς σοφοῖς καὶ φρονίμοις λόγοις; τίσι δὲ ἄλλοις ἐντείλασθαι φυλακὰς ἢ ἐπιτρέψαι φρουρεῖν, ἦ ποίοις χρήσασθαι διακόνοις; ἆῤ οὐκ αὐτὸν δεῖ καὶ νύκτωρ καὶ μεθ̓ ἡμέραν φροντίζοντα καὶ ἀγρυπνοῦντα τὴν φυλακὴν ταύτην ἔχειν, ὅπως μὴ λάθῃ αὑτὸν ἤτοι ἀνασεισθεὶς ὑπὸ ἡδονῶν ἢ καταπλαγεὶς ὑπὸ φόβων ἢ παρακρουσθεὶς ὑπὸ ἐπιθυμίας ἢ ταπεινωθεὶς ὑπὸ λύπης, ὥστε ἀποστῆναι τῶν [11] βελτίστων καὶ δικαιοτάτων ἔργων προδότης αὑτοῦ γενόμενος; τῷ δὲ τὴν ἀρχὴν ταύτην ἰσχυρῶς καὶ ἐγκρατῶς ἄρχοντι οὐ χαλεπὸν ἤδη καὶ συμπάντων ἀνθρώπων κρείττω γίγνεσθαι. ὁπόταν δὲ ταῦτα διεξίω περὶ τῶν φιλοσόφων, μηδείς με ἡγείσθω πρὸς τὸ σχῆμα ἀφορῶντα λέγειν καὶ πρὸς τὸ ὄνομα. οὔτε γὰρ τὸν οἶνον ἐκ τοῦ κεράμου κρίνουσιν οἱ νοῦν ἔχοντες: πολλάκις γὰρ εὑρήσεις ἐν σπουδαίῳ κεράμῳ τὸν ἐκ τῶν καπηλείων οἶνον ἐξεστηκότα: οὔτε [12] τὸν ἄνδρα τὸν πεπαιδευμένον ἐκ τοῦ σχήματος. τοὺς μέντοι πολλοὺς οὐ θαυμάζω ἐξαπατᾶσθαι ὑπὸ τοῦ τοιούτου. τὸν γὰρ Ὀδυσσέα καὶ τὸν Ἶρον οἱ μνηστῆρες συνέβαλον διὰ τὸ σχῆμα ὡς οὐδὲν διαφέροντας. ἔφη δέ τις τῶν ὀλίγῳ πρότερον φιλοσόφων οὐ φαῦλον, τὸ Ἰσμηνίου τοῦτο μάλιστα ἀγανακτεῖν, τὸ καλεῖσθαι αὐλητὰς τοὺς τυμβαύλας, οὐ παντελῶς ὅμοιον ὄν, ἐμοὶ δοκεῖ. οὐ γὰρ βλάπτουσιν οὐδὲν οἱ τυμβαῦλαι τοὺς νεκροὺς οὐδ̓ ἐνοχλοῦσιν, τῶν δὲ προσποιουμένων φιλοσοφεῖν ἔνιοι καὶ πολλὰ χαλεπὰ ἐργάζονται. [13] ἀλλὰ τοῦ γε ὄντως φιλοσόφου τὸ ἔργον οὐχ ἕτερόν ἐστιν [p. 97] ἢ ἀρχὴ ἀνθρώπων. ὅστις δὲ ὀκνεῖ τὴν αὑτοῦ πόλιν ἑκοῦσαν καὶ ἐπικαλουμένην διοικεῖν, οὐ φάσκων ἱκανὸς εἶναι, ὅμοιός ἐστιν ὥσπερ εἴ τις τὸ μὲν ἑαυτοῦ σῶμα θεραπεύειν μὴ θέλοι, ἀξιῶν ἰατρὸς εἶναι, ἄλλους δὲ ἀνθρώπους ἰατρεύοι προθύμως ἀργύριον ἢ τιμὰς λαμβάνων, ὥσπερ ἐλάττω μισθὸν ὄντα ἑτέρου μισθοῦ τὴν ὑγίειαν, ἢ εἴ τις ἀξιῶν ἱκανὸς εἶναι παιδοτρίβης ἢ γραμμάτων διδάσκαλος ἀλλοτρίους μὲν παῖδας θέλοι διδάσκειν, τοὺς δὲ αὑτοῦ πέμποι πρὸς ἄλλον τινὰ τῶν φαυλοτέρων, ἢ εἴ τις ἀμελήσας τῶν ἑαυτοῦ γονέων ἀλλοτρίους ἐθέλοι προτιμᾶν, οὓς ἂν αἴσθηται πλουσιωτέρους ἐκείνων [14] ἢ μᾶλλον ἐνδόξους. οὔτε γὰρ δικαιότερον οὔτε μὰ Δία ἥδιον τῶν ἀναγκαίων ὑπεριδόντα τοῖς μηδὲν προσήκουσιν ὠφέλιμον γίγνεσθαι. ῾οὐκοῦν τό γε ἀκόλουθόν ἐστι τοῖς λόγοις τούτοις ἄρχειν αὐτὸν βουλομένων ἡμῶν̓. ἀλλ̓ εὖ ἴστε ὅτι εἰ μή τι ἦν ἀδύνατον, οὐκ ἂν περιέμενον ὥστε ὑμᾶς ἀξιοῦν, ἀλλ̓ αὐτὸς ἂν ἠξίουν καὶ παρεκάλουν. ἓν γάρ τι καὶ τοῦτό ἐστι τῶν καλῶν καὶ σωφρόνων, αὐτὸν παραγγέλλοντα καὶ χάριν εἰδότα τῆς χειροτονίας ἄρχειν τῶν πολιτῶν, ἀλλὰ μὴ καθαιροῦντα μηδὲ ἄτιμον τὸ πρᾶγμα ποιήσαντα. [15] τί οὖν ἐστι τὸ ἀδύνατον ἐν τῷ παρόντι; ἐγὼ μὲν καὶ τἄλλα ἀξιῶ πιστεύεσθαι, ἐφ̓ ὧν λέγω: οὐδέποτε γὰρ ὑμᾶς ἐξηπάτησα, ὡς ἐγὼ νομίζω, ὑπὲρ οὐδενός: οὐδὲ πρότερον ἄλλως διανοούμενος εἶπον, ἀλλ̓ ἀεὶ πλείους ἀσχολίαι καταλιπεῖν μέχρι τοῦδε οὐχ ἑκόντα με κατέσχηκεν. τὸ δὲ νῦν οὐκέτι ἐγχωρεῖ σχεδόν. οὔτε γὰρ ἐμοὶ οὔτε ἴσως ὑμῖν ἄμεινόν ἐστιν ἐμὲ διατρίβειν ἐνθάδε. ὥστε παραιτοῦμαι τὴν ψῆφον. ἐπίσταμαι γὰρ ὅτι οὐκ ἂν ἐδεήθη ἐξετάσεως, ἀλλὰ ὥσπερ πρότερον ἐν τῷ φανερῷ πάντες ἐψηφίσασθε, ὁπότε με ὑπενοήσατε βούλεσθαι, τὸ αὐτὸ καὶ νῦν ἂν ἐποιήσατε. ἀλλ̓ οὐκ ἔχω οὕτως, ἀλλ̓ ἵνα μὲν ἄρξω, ἐπίσταμαι ὅτι οὐκ ἂν ἔδει με παρακαλεῖν, ἵνα δὲ ἀφεθῶ, ὑπὲρ τούτου παρακαλῶν οὐκ αἰσχύνομαι. [p. 98]

  THE FIFTIETH DISCOURSE: REGARDING HIS PAST RECORD, SPOKEN BEFORE THE COUNCIL

  ΠΕΡΙ ΤΩΝ ΕΡΓΩΝ ΕΝ ΒΟΥΛΗΙ.

  Ἐγὼ καὶ πρότερον μὲν ὑμᾶς ἠγάπων, ὦ ἄνδρες, ὥσπερ εἰκὸς ἦν τὸν ἄνδρα τὸν ἐπιεικῆ καὶ οὐκ ἀνόητον τὸ φρονιμώτατον στέργειν τῆς πατρίδος καὶ βεβαιότατον: τὸ δὲ ὑμῶν ἄλλους προτιμᾶν ὅμοιον ὥσπερ εἴ τις φιλόπολις εἶναι λέγων ταῖς οἰκίαις μὲν ἥδοιτο καὶ τοῖς ἐργαστηρίοις τοῖς ἐν τῇ πόλει, τὴν δὲ ἀγορὰν καὶ τὸ πρυτανεῖον καὶ τὸ βουλευτήριον καὶ τὰ ἄλλα ἱερὰ ἀμελέστερον ὁρῴη, ἢ νὴ Δία εἴ τις Λακεδαιμονίων τὸ μὲν πλῆθος ἐφίλει, τοὺς δὲ βασιλέας καὶ τοὺς ἐφόρους καὶ τοὺς γέροντας ἠτίμαζε τοὺς σωφροσύνῃ τῶν ἄλλων διαφέροντας καὶ δἰ οὓς ἅπασα ἡ πόλις [2] ἐσῴζετο. ὅπου καὶ παρὰ τοῖς Ἀθηναίοις, οἳ μάλιστα ἀνθρώπων ἐδημοκρατοῦντο καὶ πλεῖστον ἔνεμον τοῖς πολλοῖς καὶ δημοτικοῖς, οὐδεὶς πώποτε οὕτως ἐγένετο θρασὺς δημαγωγός, οὐδὲ Ὑπέρβολος ἐκεῖνος ἢ Κλέων, ὥστε τὸν Ἄρειον πάγον ἢ τὴν βουλὴν τοὺς ἑξακοσίους ἀτιμότερον τοῦ δήμου νομίζειν. εἰ δὲ συνεχῶς μέμνημαι Λακεδαιμονίων καὶ Ἀθηναίων, συγ�
�νώμην ἐχέτωσαν οἱ πάνυ δριμεῖς, ὅτι τῶν τοιούτων παραδειγμάτων ὑμᾶς ἀξίους κρίνω, καὶ πρὸς Ἕλληνας, ὡς οἶμαι, διαλεγόμενος οὐκ ἄλλων τινῶν μᾶλλον [3] ἡγοῦμαι πρέπειν μνημονεύειν ἢ τῶν ἄκρως Ἑλλήνων. τῆς δ̓ οὖν εὐνοίας τῆς πρὸς ὑμᾶς καὶ τῆς πίστεως ἐκεῖνο ὑμῖν γιγνέσθω τεκμήριον, ὅτι μήτε ἑταιρείᾳ τινὶ πεποιθὼς μήτε συνήθεις ἐξ ὑμῶν ἔχων τινὰς θαρρῶν εἰσέρχομαι πρὸς ὑμᾶς, καὶ νομίζω μηδενὸς ἔλαττον ἂν ἔχειν, δῆλον ὅτι τῇ κοινῇ φιλίᾳ πεπιστευκὼς καὶ τῇ πρὸς ἅπαντας εὐνοίᾳ, μή γε ἰσχυρὸς ἢ φοβερὸς εἶναι δοκῶν ἢ βουλόμενος ὡς διὰ τοῦτο θεραπεύεσθαι. εἰ δὲ ἠλέουν τοὺς δημοτικούς, ὅτε ἦσαν ἐλεεινοί, καὶ καθ̓ ὅσον οἷόν τε ἦν ἐπικουφίζειν ἐπειρώμην, οὐθέν ἐστι τοῦτο σημεῖον τοῦ πρὸς ἐκείνους ἔχειν οἰκειότερον: ἐπεὶ καὶ τοῦ σώματος ἀεὶ τὸ κάμνον θεραπεύομεν καὶ πλείονα ποιούμεθα πρόνοιαν ποδῶν ἢ ὀφθαλμῶν, ὅταν οἱ [p. 99] [4] μὲν ἀλγῶσι καὶ πεπονθότες ὦσιν, οἱ δὲ ὑγιαίνωσιν. εἰ δὲ εἶπον ἐλεεινοὺς τοὺς δημοτικούς, μηδεὶς ὑπολάβῃ λέγειν με ὡς ἄδικα καὶ παράνομα ἔπασχον, ὁπότε καὶ τοὺς ὑπὸ ἰατρῶν τεμνομένους ἢ καομένους, ἐπὶ σωτηρίᾳ πάσχοντας ταῦτα, ἐλεοῦμεν, καὶ δακρύουσιν ἐπ̓ αὐτοῖς καὶ μητέρες καὶ πατέρες, εἰδότες ὠφελουμένους. ὃ δὲ ἔφην, ὅτι καὶ πρότερον ὑμᾶς ἠγάπων πρὶν ἢ πεῖραν ἱκανὴν εἰληφέναι τῆς διανοίας, νῦν γε ὀμνύω τοὺς θεοὺς ὑμῖν ἅπαντας, ἦ μὴν ἔγωγε τὴν βουλὴν οὐ μόνον ἀξίαν τιμῆς κρίνω καὶ φιλίας, ἀλλὰ καὶ θαυμάζω τὴν ἰσχὺν ὑμῶν καὶ τὴν ἀλήθειαν καὶ [5] τὴν ἐλευθερίαν. καὶ τοῦτον ἔσχηκα τὸν τρόπον, ὥστε τῷ δήμῳ μὲν ἐκτετικέναι δοκεῖν κατὰ τὴν ἐμαυτοῦ δύναμιν, ὡς πολίτης, ὑμῖν δὲ ὀφείλειν καὶ μηδέποτε ἂν δυνηθῆναι τὴν ὑμετέραν εὔνοιαν ὑπερβαλέσθαι. καὶ τοῦτο δὴ τὸ ῥηθὲν ὑπὸ τῶν παλαιῶν τινος ῥητόρων, ὑπερβολήν τινα ἔχειν δοκοῦν κολακείας, ὅτι ,τὸν δῆμον εἰκότως ἂν ἐν τοῖς ὀφθαλμοῖς περιφεροίμην̔ ἐγὼ δικαίως ἂν εἴποιμι πρὸς ὑμᾶς. καὶ τὸν υἱὸν τοῦτον, εἰ νοῦν ἔχει καὶ σωφρονεῖ, νομίζω πάντα τὸν βίον ὑμῖν ἀναθήσειν καὶ θεραπεύσειν ὑμᾶς οὐχ [6] ἧττον ἐμοῦ. τίνος γενομένου, φήσει τις, καὶ τίνα τῶν ἀνδρῶν πεῖραν εἰληφὼς οὕτως ὑπερδιατείνῃ; ἴσως ἐπίπνοιά τις μοι γέγονεν αὐτόματος καὶ φορὰ τῆς ψυχῆς τοιαύτη πρὸς ὑμᾶς: ἐκεῖνο δ̓ οὖν ἐπίστασθε σαφῶς ὅτι οὔτε δῆμον οὔτε βουλὴν οὔτε ἄνδρα σατράπην ἢ δυνάστην ἢ τύραννον στέργειν ἢ θεραπεύειν τοῖς λόγοις ἐγὼ δύναμαι, μὴ παῤ ἐμαυτῷ πρότερον αὐτὸν ἐπαινέσας καὶ τὸ τῆς ψυχῆς ἦθος ἀποδεξάμενος. ὑμᾶς δὲ ὁρῶ σχεδὸν ὁσάκις ὑμῶν γέγονε πεῖρα τῆς διανοίας μηδὲν πώποτε ἄδικον μηδὲ ἀμφίβολον μηδὲ ταπεινὸν μηδὲ εὐμετάβολον μηδὲ ἀναίσθητον ἢ [7] θορύβων ἢ πραγμάτων ἐπιδεδειγμένους: ὥστε εἴποιμ̓ ἂν θαρρῶν, ἔχετε μὲν προστάτας χρηστούς, οὐδένα δὲ ἄξιον ἑαυτῶν, ἀλλ̓ οὐδὲ τῶν πρότερον ἢ τὸν ἐμὸν πατέρα ἢ πάππον οὐδὲ τοὺς τῶν ἄλλων, [p. 100] πάντας ἀγαθοὺς καὶ τιμῆς ἀξίους. καὶ μηδείς με νομίσῃ λέγειν ἐμαυτὸν εἰσποιοῦντα τῷ προΐστασθαι τῆς βουλῆς: ἐγὼ μὲν γὰρ ἄπειμι διὰ πολλὰς αἰτίας ῾καὶ πιστεύσατε ὡς νῦν γοῦν ἀληθῶς λέγὠ καὶ ἴσως οὐκ ἐμαυτοῦ χάριν ὠφελείας ἢ τρυφῆς τινος: ἣν [8] δὲ εἶχον ἀποκρύψασθαι γνώμην οὐκ ἐδυνάμην. καὶ οὐκ ἔστι δέος μήποτε ἐγὼ δόξω κολακεύειν ὑμᾶς, οὐ κολακεύσας τὸν ἐχθρὸν τύραννον οὐδὲ ῥῆμα ἀγεννὲς οὐδὲ ἀνελεύθερον εἰπών, ὅτε πολλοῖς ἀγαπητὸν ἦν ζῆν ὁτιοῦν πράττουσι καὶ λέγουσιν. ἀλλά μοι δοκεῖ μέγα καὶ θεῖον εἶναι τὸ γιγνόμενον παῤ ὑμῖν. ἰδίᾳ μὲν γὰρ ὁποῖοί ποτέ ἐστε, οὐ σφόδρα ἀκριβῶς ἐπίσταμαι: νομίζω δὲ βελτίους τῶν πολλῶν. κοινῇ δέ, ὅταν συνέλθητε δεῦρο ἢ πάλιν εἰς τὴν ἐκκλησίαν, οὐδὲν πώποτε οὔτε ταπεινὸν οὔτε ἀνελεύθερον οἶδα εἰπόντας ἢ φρονήσαντας ὑμᾶς, οὐ παράκλησιν ἰσχύουσαν παῤ ὑμῖν, οὐχ ὑπόσχεσιν, οὐκ ἀπειλήν, εἴ τις ἄρα τοιοῦτός ἐστιν, ὥστ̓ ἰσχύειν ἀπειλῶν. διὰ τί δὲ μὴ φῶ τὰ δοκοῦντα ἐμαυτῷ, καθάπερ δέον τὸν φιλόσοφον τὰ πονηρὰ μόνον ἐξελέγχειν, τὰ δὲ βελτίω παρακαλύπτεσθαι, ἢ τὴν ἀλήθειαν οὐκ ἐπὶ μόνοις τοῖς κακοῖς οὖσαν ὠφέλιμον, ἀλλ̓ οὐ καὶ ἐπὶ τοῖς ἀγαθοῖς οὐδὲν ἧττον, ὅτι εὔφημος; [9] σὺ οὖν, φήσει τις, ἐγκώμιον ἀναστὰς ἠθέλησας εἰπεῖν τῆς βουλῆς; καὶ τί δεινόν, ἐὰν ἀληθὲς ᾖ; τὸ δὲ ἐγκώμιον τοῦτο, ἐὰν φαίνησθε ἀνόμοιοι τοῖς λεγομένοις, οὐχ ὑμέτερός ἐστιν ἔπαινος, τοῦ δὲ εἰπόντος κατηγορία. ὅμως δὲ οὐκ ἂν ἐποιησάμην οὐδένα λόγον τοιοῦτον, εἰ μὴ σφόδρα ἤλγησα: ὥσπερ καὶ πρότερόν ποτε, ἀκούσας ὅτι καθυφίεμαι τὸ ὑμέτερον, διὰ τοῦτο ἀπελογησάμην, οὐχ ὑπερορῶν ἀπολογεῖσθαι: πόθεν; οὐδὲ κρίνων ἐμαυτοῦ ταπεινότερον. νυστάζοντι μὲν γάρ, ὥς φασι, δικαστῇ, καὶ νὴ Δία τυράννῳ κακοήθει καὶ πονηρῷ ταπεινὸν ἀπολογεῖσθαι: πολίταις δὲ καὶ συγγενέσι καὶ φίλοις, οὕς τις ἡγεῖται μετρίους, οὐ ταπεινόν, ἀλλ̓ εὔγνωμον καὶ δίκαιον. καὶ τότε οὖν ὀρθῶς ἐποίησα καὶ [10] νῦν πολλῷ μᾶλλον, ὅτε ὑμᾶς σαφέστερον ἐπίσταμαι. πυνθάνομαι [p. 101] γὰρ ὥς τινες ἔδοξαν καὶ λόγος ἐρρύη τοιοῦτος ὡς ἐμὲ ἐμποδὼν γενόμενον τῷ συνάγεσθαι βουλήν: ἐπεὶ καὶ τόδε ἤκουσα ὡς πάντα ἁπλῶς νομίζουσι τὰ τῆς ἀρχῆς γίγν�
�σθαι κατὰ τὴν ἐμὴν γνώμην. ἐγὼ δὲ ἐκεῖνο μὲν οὐκ ἀφαιροῦμαι τὸν υἱόν, τὸ μηδὲν ἄκοντος ἂν ἐμοῦ ποιῆσαι τῶν ἐφ̓ ἑαυτῷ μηδὲ ἄλλως ἂν ἢ στοχαζόμενον καὶ τῆς ἐμῆς γνώμης: ὀμνύω δὲ μὴ προστάξαι μηδεπώποτε μηδέν, λέγω δὲ τῶν κοινῶν, τὸ δὲ συμβουλεύειν πατέρα ὄντα τὰ κρείττονα δοκοῦντα προστάγματος ἔχει τάξιν. καὶ διὰ τὴν ὑποψίαν ταύτην ἀπὸ χρόνου τινὸς οὐδὲ ταῖς βουλαῖς παρετύγχανον. τὸ γὰρ ἄρχειν αὐτὸν ἀξιώσαντα τῆς πόλεως, ὡς ἱκανὸν ὄντα βουλεύεσθαι ἤδη καὶ διοικεῖν τὰ κοινά, μεταξὺ δὲ ἔργῳ ποιεῖν ἰδιώτην καὶ τῆς ἐξουσίας τῆς κατὰ τὸν νόμον ἄκυρον οὔτε ἄλλως ἐπιεικὲς οὔτε ἴσως αὖ τοῖς τηλικούτοις.

 

‹ Prev