THE SEVENTY-SIXTH DISCOURSE: ON CUSTOM
ΠΕΡΙ ΕΘΟΥΣ.
Ἔστι δὲ τὸ ἔθος γνώμη μὲν τῶν χρωμένων κοινή, νόμος δὲ ἄγραφος ἔθνους ἢ πόλεως, δίκαιον δὲ ἑκούσιον, κατὰ ταὐτὰ πᾶσιν ἀρέσκον, εὕρημα δὲ ἀνθρώπων οὐδενός, ἀλλὰ βίου καὶ χρόνου. τῶν μὲν οὖν ἄλλων νόμων ἕκαστος ἅπαξ δοκιμασθεὶς ἔλαβε τὴν ἰσχύν: τὸ δὲ ἔθος ἀεὶ δοκιμάζεται. καὶ νόμος μὲν οὐδεὶς ῥᾳδίως ὑπὸ πάντων ἐγκριθήσεται: ταῖς γὰρ τῶν πλειόνων δόξαις κυροῦται: ἔθος δὲ οὐκ ἐνῆν γενέσθαι μὴ προσδεχθὲν ὑπὸ πάντων. κἀκεῖνος ἀπειλῶν καὶ βιαζόμενος μένει κύριος, ὑπὸ δὲ τῶν ἐθῶν πειθόμενοι [2] καὶ καλὰ καὶ συμφέροντα κρίνομεν αὐτά. διό μοι δοκεῖ τις ἂν προσεικάσαι τὸν μὲν ἔγγραφον νόμον τῇ δυνάμει τῆς τυραννίδος: φόβῳ γὰρ ἕκαστον καὶ μετὰ προστάγματος διαπράττεται: τὸ δὲ ἔθος μᾶλλον τῇ φιλανθρωπίᾳ τῆς βασιλείας. βουλόμενοι γὰρ αὐτῷ πάντες καὶ δίχα ἀνάγκης ἕπονται. καὶ νόμους μὲν ἴσμεν πολλοὺς ἀνῃρημένους ὑπὸ τῶν θέντων αὐτούς, ὡς πονηρούς: ἔθος δὲ οὐκ ἂν οὐδεὶς ῥᾳδίως δείξειε λελυμένον. καὶ μὴν τῷ παντὶ ῥᾷόν ἐστιν ἀνελεῖν ὅ,τι βούλει τῶν ἐγγράφων ἢ τῶν ἐθῶν. τὰ [3] μὲν γὰρ ἂν ἀπαλείψῃς ἅπαξ, ἡμέρᾳ μιᾷ λέλυται: συνήθειαν δὲ πόλεως οὐκ ἔστιν ἐν πάνυ πολλῷ καταλῦσαι χρόνῳ. κἀκεῖνοι μὲν ἐν σανίσιν ἢ στήλαις φυλάττονται: τῶν δὲ ἕκαστον ἐν ταῖς ἡμετέραις ψυχαῖς. ἀσφαλεστέρα δὲ καὶ κρείττων ἡ τοιαύτη φυλακή. καὶ μὴν ὁ μὲν ἔγγραφος νόμος αὐστηρός ἐστι καὶ ἀπηνής, ἔθους δὲ οὐδὲν ἥδιον. ἔπειτα τοὺς νόμους παῤ ἄλλων πυνθανόμεθα, [4] τὰ δὲ ἔθη πάντες ἐπιστάμεθα. κἀκείνων μέν εἰσιν οὐ σαφῶς ἔνιοι γεγραμμένοι καὶ διαστρέφονται πολλάκις ὑπὸ τῆς τῶν ῥητόρων δυνάμεως: [p. 206] τῶν δὲ ἐθῶν οὐδὲν ἀμφίβολον οὐδὲ σκολιόν, οὐδ̓ ἂν περιγένοιτ̓ αὐτῶν λόγος. κἀκείνων μὲν ἀεὶ δεῖ μνημονεύειν, εἰ μέλλοιμεν αὐτοῖς ἐμμένειν: τοῦ δὲ ἔθους οὐκ ἔστιν οὐδὲ βουλομένους ἐπιλαθέσθαι: τοιαύτην γὰρ ἔχει φύσιν ὥστε ἀεὶ ὑπομιμνήσκειν αὑτοῦ. καθόλου δὲ τοὺς μὲν νόμους φαίη τις ἂν ποιεῖν δούλων πολιτείαν, τὰ δὲ ἔθη τοὐναντίον ἐλευθέρων. ἐκεῖνοι μὲν γὰρ ποιοῦσιν εἰς τὰ σώματα κολάσεις: παραβαινομένου δὲ ἔθους τὴν ζημίαν εἶναι συμβέβηκεν αἰσχύνην. ὥστε ἐκεῖνος μὲν φαύλων, οὗτος δὲ ἀγαθῶν ἐστι νόμος. εἰ γὰρ ἅπαντες ἦσαν ἀγαθοί, δῆλον ὅτι τῶν ἐγγράφων ἡμῖν οὐδὲν ἂν ἔδει νόμων. ἔτι δὲ τῶν μὲν νόμων εἰσὶν οἱ βασιλεῖς ἐπάνω καὶ πολλὰ πράττουσι παῤ αὐτούς, [5] τοῖς δὲ ἔθεσι κἀκεῖνοι κατακολουθοῦσιν. καὶ τῶν μὲν ἐγγράφων οὐδὲν ἐν τοῖς πολέμοις ἰσχύει, τὰ δὲ ἔθη φυλάττεται παρὰ πᾶσι, κἄν εἰς ἐσχάτην ἔχθραν προέλθωσιν. τὸ γοῦν μὴ κωλύειν τοὺς νεκροὺς θάπτειν οὐδαμῇ γέγραπται: πῶς γὰρ ἂν ὑπήκουον οἱ κρατοῦντες τοῖς τῶν ἡττωμένων ἐπιτάγμασιν; ἀλλ̓ ἔθος ἐστὶ τὸ ποιοῦν τῆς φιλανθρωπίας ταύτης τοὺς κατοιχομένους τυγχάνειν. ὁμοίως τὸ τῶν κηρύκων ἀπέχεσθαι καὶ μόνοις τούτοις πολλὴν ἀσφάλειαν εἶναι βαδίζουσιν. τῶν μὲν οὖν νόμον παραβαινόντων οὐδεὶς ἂν ἐπιδείξειεν οὐδένα οἶμαι φανερῶς ὑπὸ τῶν θεῶν κεκολασμένον: Λακεδαιμόνιοι δ̓ ἐπεὶ παρέβησαν τὸ κηρύκων ἔθος, τοὺς παρὰ βασιλέως ἐλθόντας ἀνελόντες, ἐκολάσθησαν ὑπ̓ αὐτοῦ τοῦ δαιμονίου.
THE SEVENTY-SEVENTH/EIGHTH DISCOURSE: ON ENVY
ΠΕΡΙ ΦΘΟΝΟΥ.
Δ. Ἆρα διὰ ταῦτα καὶ τὰ τοιαῦτα ἐνομίσθη σοφὸς ἐν τοῖς Ἕλλησιν Ἡσίοδος καὶ οὐδαμῶς ἀνάξιος ἐκείνης τῆς δόξης, ὡς οὐκ ἀνθρωπίνῃ τέχνῃ τὰ ποιήματα ποιῶν τε καὶ ᾄδων, ἀλλὰ ταῖς [p. 207] Μούσαις ἐντυχὼν καὶ μαθητὴς αὐτῶν ἐκείνων γενόμενος; ὅθεν ἐξ ἀνάγκης ὅ,τι ἐπῄει αὐτῷ πάντα μουσικά τε καὶ σοφὰ ἐφθέγγετο καὶ οὐδὲν μάταιον, ὧν δῆλον ὅτι καὶ τοῦτο τὸ ἔπος ἐστίν. — Τὸ ποῖον; Δ. καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων. [2] — Πολλὰ μὲν καὶ ἄλλα φανήσεται τῶν Ἡσιόδου πεποιημένα καλῶς περί τε ἀνθρώπων καὶ θεῶν σχεδόν τι καὶ περὶ μειζόνων πραγμάτων ἢ ὁποῖα τὰ λεχθέντα νῦν: ἀτὰρ οὖν καὶ ταῦτα ἀπεφήνατο μάλ̓ ἀληθῶς τε καὶ ἐμπείρως τῆς ἀνθρωπίνης φύσεως. — Δ. Βούλει οὖν ἐπιμελέστερον σκοπῶμεν αὐτά; — Καὶ πῶς ἡμᾶς ἀνέξονται τοσοῦτος ὄχλος περὶ τοιούτων διαλεγομένους; — Δ. Τί δέ; οὐ σοφὰ καὶ περὶ σοφῶν ἥκουσιν ἀκουσόμενοι; — Φαῖεν ἄν, ὥς μοι δοκοῦσιν. — Δ. Ἀλλὰ μὴ τὸν Ἡσίοδον φαῦλον ἡγοῦνται καὶ ὀλίγου ἄξιον; — Οὐδαμῶς. — Δ. Ἀλλὰ περὶ φθόνου καὶ ζηλοτυπίας καὶ τίνες εἰσὶν οἱ πρὸς ἀλλήλους οὕτως ἔχοντες καὶ ἐπὶ τίσιν οὐ χρήσιμον αὐτοῖς ἀκροᾶσθαι; — Πάντων μὲν οὖν χρησιμώτατον. — [3] Δ. Οὐκοῦν χρὴ ἤδη καὶ ἀποπειρᾶσθαι τῶν ἀνδρῶν. φέρε δή, δἰ ἄλλο τί φησι τούτους Ἡσίοδος εἶναι φθονεροὺς καὶ δυσκόλως ἀλλήλοις ἔχειν ἢ διότι ἧττον ἂν ἐργάζοιτο τῆς αὐτοῦ τέχνης ἐκ τοῦ πράγματος ἕκαστος, ὅτου ἂν τύχῃ πράττων, πολλῶν ὄντων ὁμοίων; — Διὰ τί γὰρ ἄλλο; — Δ. Πότερον οὖν κεραμεῖ μὲν λυσιτελεῖ μηδένα ἄλλον εἶναι κεραμέα ἐν τῇ αὐτῇ πόλει τε καὶ κώμῃ, μαγείρῳ δὲ τοῦτο οὐ λυσιτελές, ὅπως ἐξῇ αὐτῷ ἀποδίδοσθαι ὁποἶ ἂν ἔχῃ τὰ κρέα τοῖς δεομένοις, ἂν καὶ πάνυ λεπτὸν ἱερεῖον ἢ πρεσβύτερον [4] τύχῃ πριάμενος; — Δῆλον ὅτι καὶ μαγείρῳ. — Δ. Τί δέ; βαφεῖ τὴν βαφικὴν ἐργάζεσθαι τέχνην οὐ μόν�
�� αὐτῷ ἄμεινον ἢ μεθ̓ ἑτέρων ἀντιτέχνων, ἵνα ὁποιαοῦν ἀποδιδῶται τὰ βάμματα [p. 208] ταῖς γυναιξίν; ἀγαπήσουσι γὰρ ὠνούμεναι κἂν ὀλίγῳ βελτίω ἢ ὁποῖα εἰώθασιν αὐταὶ βάπτειν ἐν τοῖς ἀγροῖς ὡς ἔτυχε, καὶ οὐ ζητήσουσι δευσοποιὰ καὶ ἁλουργῆ. — Πῶς γὰρ ζητήσουσι; — Δ. Φέρε, πορνοβοσκῷ δὲ οὐ κερδαλεώτερόν τε καὶ ἄμεινον πρὸς τὴν ἐμπολὴν μόνον ἔχειν τοῦτο τὸ ὄνειδος καὶ μόνον αὐτὸν ἀκούειν κακῶς ἢ σὺν ἑτέροις, ὁμοίως μὲν ἐν πόλει τρέφοντα καὶ ἀσκοῦντα τοιοῦτον θρέμμα, ὁμοίως δὲ εἰς Πυλαίαν καὶ τὰς ἄλλας πανηγύρεις πορευόμενον καὶ περιάγοντα; — Καὶ πάνυ μοι δοκεῖ πορνοβοσκὸς εὔξασθαι ἂν ἀνδρῶν ὁμοτέχνων πολλὴν ἐρημίαν. — Δ. [5] Ἆῤ οὖν καὶ περὶ πάντων ἁπλῶς οὕτως ὑπελάμβανε τῶν τὰς αὐτὰς ἐργασίας ἐργαζομένων, ὡς βλαβεροὺς ὄντας ἀλλήλοις καὶ ἐμποδὼν πρὸς τὸν βίον; — Περὶ πάντων, ὡς τὸ εἰκός. — Δ. Ἀλλ̓ οὐκ ἔπρεπεν οἶμαι καθ̓ ἕκαστον ἐπεξιέναι. καὶ γὰρ ἐπ̓ ἄλλοις ἔθος ἐστὶν αὐτῷ περὶ ὅλου τοῦ πράγματος φράζειν ἐφ̓ ἑνὸς ἢ δυοῖν: οἷον ὅταν φῇ μηδ̓ ἂν βοῦν ἀπολέσθαι τινὶ ἄνευ τῆς τοῦ γείτονος πονηρίας, οὐ δήπου φησὶν ὅτι βοῦν μὲν ἀπολέσαι ἂν γείτων πονηρὸς ἢ ἄλλῳ συγγνοίη, πρόβατον δὲ οὔκ, ἂν ἀπόλοιτο, ἐὰν δύνηται λαθεῖν, οὐδὲ αἶγα τῶν καλῶν, τῶν πολὺ ἀμελγομένων καὶ διδυμοτοκουσῶν: ἀλλὰ δῆλον ὅτι ὡς πρὸς συνιέντας λέγει τοὺς ἐντυγχάνοντας [6] τοῖς ποιήμασιν. οὐκοῦν περὶ πάντων αὐτὸν ἑνὶ λόγῳ φῶμεν ἐν βραχεῖ λέγειν οὕτως τῶν ὁμοτέχνων, ὡς οὔτε φιλούντων αὑτοὺς οὔτε λυσιτελούντων ἀλλήλοις; — Πάνυ μὲν οὖν. — Δ. Φέρε δὴ πρὸς θεῶν, ἡ ναυτικὴ τέχνη ἐστίν, ἢ ἧττόν τι τῆς κεραμευτικῆς [p. 209] ἢ τῆς μαγειρικῆς τυγχάνοι ἂν τοῦδε τοῦ ὀνόματος; — Οὐχ ἧττον ἴσως. — Δ. Ἆῤ οὖν ἐν νηὶ μεγάλῃ πολλὰ ἱστία ἐχούσῃ καὶ φόρτον πολὺν καὶ ἀνθρώπων ἐπιβατῶν ὅμιλον εἷς ναύτης καλῶς πράττοι ἄν, καὶ συμφέροι αὐτῷ μηδένα ἄλλον ἐν τῇ νηὶ πλεῖν μήτε μᾶλλον αὐτοῦ μήτε ἔλαττον ἐπιστάμενον τὰ ναυτικά: ἂν δὲ πολλοὶ ὦσιν, ἀσύμφοροι ἀλλήλοις ἔσονται καὶ πρὸς βλάβης, καὶ διὰ τοῦτο ἐν νηὶ μισοῦσιν ἀλλήλους οἱ πλείονες ναῦται; — Τοῦτο μὲν ἕτερον [7] τὸ τῶν ναυτῶν. ἀλλὰ κυβερνήτης γε οἶμαι κυβερνήτην οὐκ ἂν ἥδοιτο ὁρῶν συμπλέοντα αὑτῷ. — Δ. Πότερον ὅταν χειμὼν ἰσχυρὸς ᾖ καὶ μὴ κατισχύῃ τοῖν πηδαλίοιν ἑκατέρου διὰ γῆρας ἢ διὰ βίαν τῆς θαλάττης, οὐδὲ τότε φιλεῖ κυβερνήτην ἄλλον οὐδ̓ εὔχεται φαίνεσθαι τὸν διαδεξόμενον, οὐδ̓ ὅταν κατακοιμηθῆναι δέηται, πολλὰς ἐφεξῆς ἀγρυπνῶν νύκτας καὶ ἡμέρας, ἀλλὰ καὶ τότε ὁμοίως μισεῖ καὶ ζημίαν αὑτοῦ νενόμικεν, εἰ κυβερνήτης ἐν τῇ νηὶ ἕτερός ἐστιν; — Οὐκ ἂν ἴσως τότε μισοῖ: πῶς γὰρ; ἀλλ̓ ἡμεῖς οὐ περὶ ναυτιλίας [8] οὐδὲ περὶ τῶν ἐν θαλάττῃ λέγομεν. — Δ. Εἶεν: οὐκοῦν ὅ γε ἰατρὸς ἐπὶ γῆς ἰᾶται καὶ τέχνην οὐδὲν ἐλάττονα ἔχει τῶν τεκτόνων. — Τί οὖν δὴ τοῦτο; — Δ. Ἆρά γε δοκεῖ σοι βούλεσθαι μόνος ἂν εἶναι τὴν τέχνην ἐπιστάμενος ἐν πόλει τηλικαύτῃ τὸ μέγεθος, καὶ ταῦτα πολλῶν νοσούντων; — Τί δὲ κωλύει βούλεσθαι μόνον εἶναι; τοῖς μὲν γὰρ ἄλλοις ἴσως χεῖρον οὐ δυναμένοις ὑφ̓ ἑνὸς ἰατρεύεσθαι: τὸ δέ γε ἐκείνου τιμιώτερον οὕτως. οὐδὲ γὰρ εἰπεῖν ἔστιν ἡλίκων ἂν καὶ ὅσων μισθῶν τυγχάνοι μόνος ἐν τοσούτοις νοσοῦσιν ἱκανὸς ὢν ἰᾶσθαι. — Δ. Ἀλλ̓ οὐ μαινόμενον [9] ἰατρὸν λέγω σοι. — Τί δέ; μαινομένου σοι δοκεῖ τὸ ἐπιθυμεῖν σφόδρα τιμᾶσθαι καὶ πολλὰ χρήματα λαμβάνειν; — Δ. Ὅταν γε αὐτὸς ὑπὸ ληθάργου ἐχόμενος ἢ φρενίτιδι περιπεσὼν χαίρῃ, ὅτι οὐδένα ἔχει τὸν ἰασόμενον οὐδὲ τὸν δώσοντα μανδραγόραν πιεῖν ἢ [p. 210] ἄλλο φάρμακον ὑγιεινόν, ἵνα δὴ μόνος ἔχῃ τοὺς ἐν τῇ πόλει μισθούς τε καὶ τιμάς. εἰ δὲ δὴ σὺν αὐτῷ καὶ τὰ παιδία νοσοῖ καὶ ἡ γυνὴ καὶ οἱ φίλοι πάντες ἐπισφαλῶς, ἆρα καὶ τότε εὔχοιτ̓ ἂν μηθένα ἄλλον ἰατρὸν εὑρεθῆναι τὸν βοηθήσοντα: ἐὰν δὲ φανῇ τις, κατὰ τὸν Ἡσίοδον κοτέειν μέλλει καὶ ἐχθρὸν ἡγεῖσθαι τὸν αὑτοῦ σωτῆρα [10] καὶ τῶν φιλτάτων; φέρε, ἐὰν δὲ συμβῇ πρᾶγμα τοιοῦτον ὁποῖόν ποτε συνέτυχε περὶ τοὺς Αἰγυπτίους ἰατρούς: ἐκεῖνοι γὰρ ἰώμενοι Δαρεῖον τὸν Πέρσην, ὡς ἔτυχεν αὐτῷ πεσόντι ἀπὸ τοῦ ἵππου μεταχωρήσας ὁ ἀστράγαλος, οὐχ οἷοί τε ἦσαν ἰᾶσθαι κατὰ τὴν αὑτῶν τέχνην, ἀλλ̓ εἰς ἀγρυπνίας τε καὶ ἀλγηδόνας δεινὰς ἐνέβαλον αὐτόν, ἕλκοντες καὶ βιαζόμενοι τὸ ἄρθρον. τούτους μὲν οὖν ἐκέλευσε φυλάττειν, ὅπως ἀποθάνοιεν στρεβλωθέντες. πυθόμενος δ̓ ἐν τοῖς αἰχμαλώτοις εἶναί τινα Ἕλληνα ἐπιχειροῦντα ἰᾶσθαι, καλέσας [11] αὐτὸν ὑπὸ ἀμηχανίας ἐκέλευσεν, εἴ τι ἔχοι, βοηθεῖν. ἦν δὲ ἄρα Δημοκήδης ὁ Κροτωνιάτης, ὅσπερ ἄριστος ἐδόκει τῶν τότε ἐν τοῖς Ἕλλησιν ἰατρῶν: ὃς καὶ παραχρῆμα μὲν καθυπνῶσαι αὐτὸν ἐποίησεν, εἶτα καταπλάττων καὶ καταιονῶν καὶ τἄλλα ἐπιμεληθεὶς ὀλίγων ἡμερῶν ὑγιῆ ἀπέδειξεν. κελεύσαντος δὲ Δαρείου λαβεῖν ὅ,τι βούλεται, τοὺς ἰατροὺς παρῃτήσατο ἀφεῖναι αὐτόν. καὶ μέντοι ἀφείθησαν, ἐκείνου δεηθέντος. πότερον οὖν τότε ἐφθόνουν τῷ Δημοκήδει καὶ ἐχθρὸν ἡγοῦντο, ᾗ φησιν Ἡσίοδος ἐπὶ τῶν κεραμέων ἢ τεκτόνων, λυσιτελεῖν νομίζοντες αὑτοῖς, εἰ μηδεὶς ἄλλος ἰατρὸς ἐφάνη βασιλέα ἰ�
�σάμενος, ἢ σφόδρα ἠγάπων καὶ χάριν ᾔδεσαν; [12] — Εἰκὸς μὲν ἦν χάριν εἰδέναι. — Δ. Καὶ μὴν θωρακοποιοί εἰσιν ἐν ταῖς πόλεσι καὶ κρανοποιοὶ καὶ τειχοποιοὶ καὶ δορυξόοι καὶ ἕτεροι πλείους: εἰ οὖν τούτοις λυσιτελεῖ ἕνα ἕκαστον ἐν ἑκάστῃ τῶν πόλεων εἶναι τῆς τέχνης δημιουργὸν μᾶλλον ἢ τοὺς ἱκανούς, ἡδέως ἔγωγ̓ ἂν πυθοίμην. δῆλον γὰρ ὡς πολεμίων ἐπιόντων, καὶ μήτε τῶν τειχῶν ἑστηκότων μήτε ὡπλισμένων ἁπάντων, ἀναγκάζοιντ̓ [p. 211] [13] ἂν ἄνοπλοι καὶ ἀτείχιστοι διακινδυνεύειν. ὥστε ἁλούσης τῆς πόλεως οὐκ ἂν ἴσως οὗτοί γε ἀποθάνοιεν, ληφθέντες δὲ καὶ δεθέντες προῖκα ἂν ἐργάζοιντο τοῖς πολεμίοις πρὸς ἀνάγκην, ἀνθ̓ ὧν πρότερον θρυπτόμενοι πολλῆς τιμῆς ἀπεδίδοντο τούς τε θώρακας καὶ τὰ κράνη καὶ τὰ δόρατα, καὶ γνοῖεν ἂν ὅτι οὐκ ὀρθῶς οὐδ̓ ἐπ̓ ἀγαθῷ ἐφθόνει καὶ ἐμήνιε διὰ τὴν τέχνην οὔτε χαλκεὺς χαλκεῖ οὔτε τέκτονι τέκτων, οὐδὲ λῷόν τε καὶ ἄμεινον ἦν αὐτῷ [14] μόνῳ ἢ σὺν ὀλίγοις εἶναι τῆς τέχνης ἐργάτην. ἀλλὰ δὴ τοῖς μὲν ἄλλοις σχεδὸν οὐκ ἀεὶ βέλτιον, ὅ φησι βούλεσθαι αὐτοὺς Ἡσίοδος, μόνοις δὲ τοῖς κεραμεῦσι καὶ μαγείροις τε καὶ βαφεῦσι καὶ πορνοβοσκοῖς. οὐκοῦν ἡ ζηλοτυπία καὶ ὁ φθόνος καὶ τὸ μηδένα ἄλλον ἐθέλειν πράττειν τὸ αὐτὸ ἔργον μαγειρικόν τε καὶ βαφικὸν καὶ κεραμευτικὸν καὶ ἔτι μᾶλλον πορνοβοσκοῖς προσῆκον ἤπερ ἰατροῖς τε καὶ κυβερνήταις ἢ ἄλλο τι σπουδαιότερον πράττουσιν. εἶεν: ἀλλ̓ εἰ κυβερνήταις τε καὶ ἰατροῖς καὶ οἷς νῦν δὴ ἐλέγομεν οὐ βέλτιον ἐν σπάνει τῶν ὁμοτέχνων ζῆν, ἦπου τοῖς γε φρονίμοις καὶ σοφοῖς ἀνδράσι λῷόν τε καὶ ἄμεινον ὁρᾶσθαι μόνοις; — Οὐδαμῶς. [15] — Δ. Ὅτι πρὸς τῷ μεγαλόφρων τε εἶναι καὶ ἄλυπος ὁ νοῦν ἔχων καὶ φιλάνθρωπος καὶ τὴν ἀρετὴν ἐπίστασθαι συμφέρουσαν αὐτῷ τήν τε αὑτοῦ καὶ τὴν τῶν πέλας καὶ μηδέποτε ἂν ὑπὲρ τούτων μηδένα μηδὲ τῶν φαυλοτέρων ἄλλον ἄλλῳ φθονεῖν, ἃ κοινὰ ὑπάρχει πᾶσιν ἀγαθά: πρὸς τούτοις πᾶσιν οὐδὲ τῶν ἄλλων, ἐφ̓ οἷς ὅ τε φθόνος γίγνεται καὶ τὸ βασκαίνειν ἀλλήλοις τοὺς πολλοὺς, οὔτε θαυμάζει τὸ παράπαν οὐδὲν οὔτε ἄξιον σπουδῆς νενόμικεν, οἷον [p. 212] [16] δὴ χθὲς περὶ πλούτου ἐλέγομεν. ὥστε οὐδ̓ ἂν φθονήσειεν οὐδενὶ χρυσοῦ ἢ ἀργύρου ἢ βοσκημάτων ἢ οἰκίας ἢ ἄλλου τῶν τοιούτων, ὑπὲρ ὧν ἐλέγομεν: ὥς φησιν ἕτερος ποιητής, οὐχ αὑτοῦ γνώμην ἀποφαινόμενος, ἀλλὰ τὴν τῶν ἀνθρώπων ἐξηγούμενος δόξαν: οἷσίν τ̓ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται: ὡς μόνον καλουμένων αὐτῶν ἀφνειῶν, ἀλλ̓ οὐκ ὄντων κατ̓ ἀλήθειαν. [17] εἶεν: οὐκοῦν χρημάτων μὲν κρείττων ὁ γενναῖος καὶ τέλειος ἀνὴρ ἡμῖν δοκεῖ: περὶ δὲ δόξης τυχὸν ἐρίζοι ἂν καὶ φθονοῖ, οὓς ἂν τιμωμένους μᾶλλον παρὰ τῷ πλήθει βλέπῃ καὶ μειζόνων ἐπαίνων τυγχάνοντας; ἢ οὐκ ἀγνοεῖν φήσομεν ὡς ἔστιν ἡ δόξα ὁ παρὰ τῶν πολλῶν ἔπαινος: εἰ δὲ τῶν πολλῶν, δῆλον ὅτι τῶν οὐκ εἰδότων; [18] — Οὐδαμῶς τοῦτό γε εἰκὸς αὐτὸν ἀγνοεῖν. — Δ. Φέρε οὐκ οὖν δοκεῖ σοι ἀγαθὸς αὐλητὴς ἥδεσθαι ἐπὶ τῇ τέχνῃ καὶ μέγα φρονεῖν ὑπὸ ἀμούσων καὶ ἀτέχνων ἐπαινούμενος, κἂν εἰ περιστάντες αὐτὸν παῖδες συφορβοὶ καὶ ποιμένες θαυμάζοιεν καὶ κροτοῖεν, ἐπαίρεσθαι ἐπ̓ αὐτῷ τούτῳ καὶ τοῦ παντὸς ἄξιον ἡγεῖσθαι τὸν παῤ ἐκείνων ἔπαινον; ἀλλὰ μὴν ἐδήλωσεν ὁ Θηβαῖος αὐλητὴς οὐδὲ τῷ θεάτρῳ πάνυ προσέχων τὸν νοῦν οὐδὲ τοῖς κριταῖς ἀπείροις οὖσιν αὐλήσεως, καὶ ταῦτα περὶ ἄθλου καὶ νίκης ἀγωνιζόμενος: ἀλλ̓ ὅμως οὐδὲ μικρὸν ἐκβῆναι τοῦ ῥυθμοῦ τοῦ πρέποντος ἐτόλμησεν, [19] αὑτῷ δὲ καὶ ταῖς Μούσαις αὐλεῖν ἔφη. τί οὖν; οἴει τὸν Ὀρφέα, τὸν τῆς Μούσης υἱόν, εἰ ἀληθὴς ὁ κατ̓ αὐτὸν μῦθος, μᾶλλον ἂν χαίρειν τῶν ὀρνίθων καταπετομένων πρὸς αὐτὸν ᾄδοντα καὶ τῶν θηρίων κηλουμένων ὑπὸ τῆς φωνῆς καὶ παρεστηκότων πρᾴως καὶ ἀθορύβως, ὁπότε ἄρξαιτο μελῳδεῖν, ἔτι δὲ τῶν δένδρων προσιόντων ἅμα τῷ καρπῷ τε καὶ ἄνθει, καὶ τῶν λίθων κινουμένων καὶ ξυνιόντων, ὥστε μεγάλα ἕρματα ἀθροίζεσθαι λίθων πλησίον αὐτοῦ, μᾶλλον ἐπὶ τούτοις γιγνομένοις ὁρῶντα τέρπεσθαι καὶ μεγαλαυχεῖσθαι, νομίζοντα τῆς μουσικῆς ἥκειν ἐπ̓ ἄκρον, ἢ εἴπερ ἡ μήτηρ αὐτὸν ἡ Καλλιόπη κιθαρίζοντα ἐπῄνεσέ τε καὶ εἶπε καταψήσασα ἅμα τὴν κεφαλήν, ὡς ἱκανῶς ἔχοι μουσικῆς καὶ σοφώτατος εἴη [20] τὰ τῆς τέχνης; ἐγὼ μὲν γὰρ οἶμαι μᾶλλον ὑπὸ Φιλάμμωνος αὐτὸν ἐθέλειν ἐπαινεθῆναι περὶ μουσικὴν ἢ εἴ τις ἦν τῶν τότε ἔμπειρος κιθαρῳδίας ἢ ξυμπάντων ἁπλῶς τῶν θηρίων τε καὶ ὀρνέων: ἀλλ̓ [p. 213] οὐδὲ τῶν κύκνων ἐπιβοώντων καὶ συμφθεγγομένων φροντίσαι ἂν οὐδέν, ὅτι οὐκ εἶχον τέχνην οὐδὲ ἐπιστήμην περὶ τὸ μελῳδεῖν. εἶεν τί δέ; ὑγιείας μάρτυρα καὶ ἐπαινέτην βούλοιτ̓ ἂν ὁ νοῦν ἔχων ἀνὴρ ἕνα λαβεῖν, ὅστις ἰατρικὸς καὶ περὶ σώματος θεραπείας ἔμπειρος, ἢ πολλὰς μυριάδας ἀνθρώπων οὐδὲν ἐπαϊόντων, οἵ, ἂν οὕτω τύχῃ, πεπρημένον ὁρῶντες αὐτὸν ὑπὸ νόσου καὶ οἰδοῦντα καὶ ὕπουλον, μακαρίζοιεν ὡς Πουλυδάμαντα τὸν Θετταλὸν καὶ [21] Γλαῦκον τὸν Καρύστιον ἡγούμενοι διαφέρειν εὐεξίᾳ; ἀλλὰ εἰς μὲν αὔλησιν καὶ κιθαρῳδίαν καὶ τὸ περιεῖναι παλαίοντα ἢ πυκτεύοντα τῶν ἄλλων ἁπάντων οὐδαμῶς ὁ τῶν ἐπισταμένων ἔπαινος ἥδι�
�τος τοῖς εἰδόσι καὶ πλείστης σπουδῆς ἄξιος: εἰς δὲ φρόνησιν καὶ δικαιοσύνην καὶ ξύμπασαν ἀρετὴν ἱκανὸς εὐφρᾶναι τὸν νοῦν ἔχοντα καὶ ἀποπληρῶσαι τὴν διάνοιαν ὁ τῶν ἠλιθίων καὶ τῶν ἐπιτυχόντων; [22] — Οὐδαμῶς. — Δ. Καὶ πότερον οἴει τὸν ἔμπειρον τῆς τεκτονικῆς τέχνης, εὐθύ τι ἐργάσασθαι βουλόμενον, ἑνὶ προσαρμόσαντα κανόνι καὶ μιᾷ στάθμῃ σταθμησάμενον ἥδιον ἔχειν καὶ πεποιθέναι περὶ τῆς ὀρθότητος μᾶλλον ἢ πολλοῖς τε καὶ ἀνωμάλοις ξύλοις ἀπευθύνοντα καὶ καταμετροῦντα; φέρε πρὸς Διός, ἆρα ἀκήκοας ζωγράφου χαρίεντος ἔργον, γραφήν τινα προθέντος εἰς τὸ [23] φανερὸν ἵππου θαυμαστήν τε καὶ ἀκριβῶς ἔχουσαν; φασὶ γὰρ αὐτὸν κελεῦσαι παραφυλάττειν τὸν παῖδα τοὺς ὁρῶντας, εἰ ψέγοιεν ἢ ἐπαινοῖεν, καὶ μνημονεύσαντα ἀπαγγεῖλαι πρὸς αὐτόν. τῶν δὲ ἕκαστον ἄλλον ἄλλο τι λέγειν περὶ τῆς γραφῆς καὶ αἰτιᾶσθαι, τὸν μέν τινα οἶμαι τὴν κεφαλήν, τὸν δὲ τὰ ἰσχία, τὸν δὲ περὶ τῶν σκελῶν, ὡς, εἰ τοιαῦτα ἐγεγόνει, πολὺ κάλλιον ἂν εἶχεν. ἀκούσαντα δὲ τὸν γραφέα τοῦ παιδός, ἐργασάμενον ἄλλην γραφὴν κατὰ τὴν τῶν πολλῶν δόξαν καὶ ἐπίνοιαν, κελεῦσαι θεῖναι παρὰ τὴν πρότερον. εἶναι οὖν πολὺ τὸ διαφέρον: τὴν μὲν γὰρ ἀκριβέστατα ἔχειν, τὴν δὲ αἴσχιστα καὶ γελοιότατα καὶ πᾶσι μᾶλλον ἢ ἵππῳ [24] ἐοικέναι. δῆλον οὖν ὡς εἰ σφόδρα προσδεήσεται τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου, τῆς αὑτοῦ γνώμης ἡγούμενος κυριώτερον τὸν ἐκείνων ψόγον τε καὶ ἔπαινον, οὕτως ἕκαστα πράξει καὶ προθυμήσεται [p. 214] τοιοῦτον παρέχειν ἑαυτὸν ὁποῖον ἀξιοῦσιν οἱ πολλοί. καὶ δῆλον ὅτι ἔσται ταχὺ μάλα ἐοικὼς ἀντ̓ ἐκείνου τοῦ πρότερον ἵππου, τοῦ φαύλως καὶ κατὰ τὴν τοῦ ἑνὸς εἰργασμένου τέχνην, τῷ θαυμαστῷ καὶ πολυτέχνῳ δημιουργήματι, μηδὲ αὐτοὺς ἐκείνους ἀρέσκοντι τοὺς δημιουργούς, ὑπὸ τῆς ἁπάντων ἐπινοίας καὶ δημιουργίας [25] συγκείμενος: καθάπερ ὁ μῦθός φησι τὴν Πανδώραν οὐχ ὑφ̓ ἑνὸς τῶν θεῶν πεπλασμένην, ἀλλὰ κοινῇ ὑπὸ πάντων, ἄλλο ἄλλου δωρουμένου καὶ προστιθέντος, οὐδαμῶς σοφὸν οὐδ̓ ἐπ̓ ἀγαθῷ τὸ πλάσμα γενόμενον, παντοδαπὸν δὲ καὶ ποικίλον τοῖς λαβοῦσιν ἀποβῆναι κακόν. ὅπου δὲ θεῶν ὄχλος καὶ δῆμος κοινῇ δημιουργῶν καὶ ἐργαζόμενος οὐχ οἷός τε ἐγένετο καλῶς τε καὶ ἀμέμπτως ἐργάσασθαι, τί ἂν φαίη τις τὸν ὑπό γε ἀνθρωπίνης δόξης πλαττόμενον καὶ δημιουργούμενον βίον τε καὶ ἄνδρα; δῆλον οὖν ὡς εἴ τις ἔφυ τῷ ὄντι φρόνιμος, οὐδὲν ἂν προσέχοι τῷ λόγῳ τῶν πολλῶν οὐδὲ θεραπεύοι τὸν παῤ ἐκείνων ἔπαινον ἐξ ἅπαντος, ὥστε οὐδὲ μέγα οὐδὲ τίμιον οὐδὲ ἀγαθόν, ὡς ἔπος εἰπεῖν, τοῦτόν ποτε ἡγήσεται. μὴ νομίζων δὲ ἀγαθὸν βασκαίνειν ἐπ̓ αὐτῷ τοῖς ἔχουσιν ἀδύνατος. [26] οὔκουν τοιοῦτος ἡμῖν ὁ γενναῖος καὶ σώφρων καὶ κεκολασμένος ἀνήρ, πλούτους τε καὶ ἐπαίνους καὶ στεφάνους Ὀλυμπικούς τε καὶ Πυθικοὺς καὶ γράμματα ἐν στήλαις καὶ μαρτυρίας ἐγγράφους δήμων καὶ βασιλέων διώκων, ὅπως ἂν ᾖ περίβλεπτος καὶ φανερός, ἀλλ̓ εὐσταλής τε καὶ ἄτυφος ὡς οἷόν τε χωρῶν διὰ τοῦ βίου, ταπεινὸς καὶ κεκολασμένος αὐτὸς ὑφ̓ αὑτοῦ καὶ τῆς αὑτοῦ διανοίας, οὐθενὸς ἔξωθεν κόσμου προσδεόμενος οὐδὲ ἐπιθέτου τιμῆς οὐδὲ φαλάρων καὶ πτερῶν, ὥσπερ οἱ κακοὶ μισθοφόροι πτερὰ καὶ λόφους ἀναλαβόντες καὶ Γοργόνας ἐπὶ τῶν ἀσπίδων καὶ τοῖς δορατίοις ψοφοῦντες ἔπειτα φεύγουσιν, εἰ μικρὸς καταλάβοι κίνδυνος. [27] οἵους πολλοὺς ἰδεῖν ἔστι τῶν οἰομένων εἶναι μακαρίων, ξεναγούς τινας καὶ δημαγωγοὺς καὶ σοφιστάς, ἐν θεάτροις καὶ παρὰ τοῖς μαθηταῖς καὶ κατὰ σκηνὰς ἐντὸς στρατοπέδου μεγαλαυχουμένους, ὅταν τύχωσιν ὑποπιόντες τῆς μεσημβρίας, [p. 215] Τρώων ἀνθ̓ ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθαι: τοὺς δὲ αὐτοὺς τούτους ἑνὸς ἀνθρώπου κατατρέχοντος καὶ διώκοντος προτροπάδην φεύγοντας, ξύμπαντας οὐ φαινομένους ἐκείνου [28] ἀξίους. ἀλλὰ μὴν οὐδ̓ ἡδονάς τινας σίτων ἢ ἀφροδισίων ἢ γυναικὸς κάλλος ἢ παιδὸς ὥραν τεθαυμακὼς καὶ τούτων ἐπιθυμῶν καὶ μεγάλα ἡγούμενος, εὐδαιμονίζοι ἂν τοὺς τυγχάνοντας αὐτῶν, σατράπας καὶ δυνάστας καὶ νὴ Δία βαναύσους τινὰς καὶ οἰκότριβας, πεπλουτηκότας τοὺς μὲν ἀπὸ τῆς τέχνης, τοὺς δὲ τὰ τῶν δεσποτῶν ὑφαιρουμένους: αὑτὸν δὲ οἰκτείροι τῆς ἀπορίας τε καὶ ἐρημίας τούτων τῶν ἀγαθῶν καὶ ἡγοῖτο οὐ τῶν εὐτυχῶν: διὰ δὲ τοῦτο ἐκείνοις φθονοῖ καὶ ἐπιβουλεύοι πάντα τρόπον καὶ [29] εὔχοιτ̓ ἂν ἀπολέσθαι αὐτούς. ἢ καὶ συγχωρήσωμεν τὸν γενναῖον ἄνδρα καὶ μεγαλόφρονα τὸ τῶν κυνῶν τε καὶ ἵππων καὶ ἄλλων θηρίων πεπονθέναι πάθος, ἃ οὐ δύναται κατέχειν ἑτέρων ἐμπιμπλαμένων τε καὶ ὀχευόντων, ἀλλὰ χαλεπαίνει καὶ ἀγανακτεῖ καὶ ὀργίζεται τοῖς ἀπολαύουσι καὶ ἕτοιμα ἐπιπηδᾶν καὶ δάκνειν καὶ κυρίττειν καὶ πάντα τρόπον ἀλλήλοις πολεμεῖν ἔτι περὶ τῶν ἡδονῶν: κἀκεῖνον οὕτως ἔχειν φῶμεν, ὡς ὁμολογοῦντα τούτων εἶναί τι σπουδαῖον καὶ τὸν Σαρδανάπαλλον ἡγούμενον ζηλωτόν, ὃς ἔφη διατελέσαι τὸν βίον εὐωχούμενός τε καὶ ὑβρίζων μετὰ εὐνούχων καὶ γυναικῶν, καὶ διὰ τοῦτο ζηλοτυπεῖν αὐτὸν τὴν τῶν τράγων τε [30] καὶ ὄνων εὐδαιμονίαν; — Μὴ γὰρ οὐδὲ εὐσεβὲς ᾖ τὰ τοιαῦτα περὶ τοῦ μετρίου καὶ πεπαιδευμένου
διανοηθῆναί ποτε ἀνδρός. — Δ. Οὐκοῦν εἰ μήτε διὰ δόξαν μήτε διὰ χρήματα μήτε δἰ ἡδονὰς βρώσεων ἢ πόσεων ἢ μίξεων αὑτὸν ἢ ἄλλον οἴεται μακάριον μηδὲ ὅλως εἶναί τι τῶν τοιούτων περιμάχητον ἢ τίμιον, οὐκ ἂν διαφέροιτο περὶ αὐτῶν οὐδ̓ ἂν φθονήσειεν οὐδενὶ ἐκείνων, οὐ μᾶλλον ἢ τῆς ψάμμου τῆς ἐπὶ τοῖς αἰγιαλοῖς ἢ τῶν κυμάτων τοῦ ψόφου [31] τε καὶ ἤχου τοῖς πρὸς τῇ θαλάττῃ οἰκοῦσιν: οὐδ̓ εἴ τῳ χρυσίον [p. 216] αὐτόματον ἐκ τοῦ οὐρανοῦ τὸν κόλπον ἐμπλήσειεν, ὥσπερ τῇ Δανάῃ δή ποτε λέγουσιν ἐν οἰκήματι χαλκῷ φυλαττομένῃ χρυσίον ἐξαίφνης ἄνωθεν εἰσρυῆναι διὰ τὸ κάλλος αὐτῆς, οὐδὲ εἰ χειμάρρους αὐτῷ ποθεν ἐπέλθοι χρυσὸν πολὺν καὶ ἄθρουν καταφέρων, ὥσπερ ἰλύν: καθάπερ οἶμαί φασι Κροίσῳ πρότερον τὸν Πακτωλὸν διὰ μέσων ἀφικνούμενον Σάρδεων ἕτοιμα χρήματα κομίζειν, πλείω φόρον τε καὶ δασμὸν ἢ ξύμπασα Φρυγία καὶ Λυδία καὶ Μαίονές τε καὶ [32] Μυσοὶ καὶ ξύμπαντες οἱ νεμόμενοι τὴν ἐντὸς Ἅλυος. οὐδέ γε τὸν λαβόντα παρὰ Κροίσου τὴν δωρεὰν ἐκεῖνον Ἀλκμέωνα ἐζήλωσεν οὔτε Σόλων οὔτε ἄλλος οὐδεὶς τῶν τότε σοφῶν ἀνδρῶν, ᾧ φασι τὸν Λυδὸν ἐπιτρέψαι τοὺς θησαυροὺς ἀνοίξαντα φέρειν αὐτὸν ὁπόσον βούλεται τοῦ χρυσοῦ. καὶ τὸν εἰσελθόντα πάνυ ἀνδρείως ἐμφορήσασθαι τῆς βασιλικῆς δωρεᾶς, χιτῶνά τε ποδήρη καταζωσάμενον καὶ τὸν κόλπον ἐμπλήσαντα γυναικεῖον καὶ βαθὺν καὶ τὰ ὑποδήματα ἐξεπίτηδες μεγάλα καὶ κοῖλα ὑποδησάμενον, τέλος δὲ τὴν κόμην διαπάσαντα καὶ τὰ γένεια τῷ ψήγματι καὶ τὸ στόμα ἐμπλήσαντα καὶ τὰς γνάθους ἑκατέρας μόλις ἔξω βαδίζειν, ὥσπερ αὐλοῦντα τὴν τῆς Σεμέλης ὠδῖνα, γέλωτα καὶ θέαν Κροίσῳ παρέχοντα [33] καὶ Λυδοῖς. καὶ ἦν τότε Ἀλκμέων οὐδεμιᾶς ἄξιος δραχμῆς, ὡς εἶχεν ἱστάμενος. οὔτε οὖν ἐπὶ τούτοις, ὡς ἔφην, ζηλοτυπήσειεν ἄν, οὔτε εἴ τινα βλέποι θαυμαζόμενόν τε καὶ ὑμνούμενον ὑπὸ ἀνθρώπων μυρίων ἢ δισμυρίων, εἰ δὲ βούλει, κροτούμενον καὶ ταινιούμενον, κορωνιῶντα καὶ γαυριῶντα, καθάπερ ἵππον ἐπὶ νίκῃ, παραπεμπόμενον ὑπὸ πλειόνων ἢ ὁπόσοι προπέμπουσι τοὺς νυμφίους: αὐτὸς δὲ ἀδοξότερος μὲν εἴη τῶν πτωχῶν, ἐρημότερος δὲ τῶν ἐν ταῖς ὁδοῖς ἐρριμμένων, μηδενὸς δὲ ἀξιούμενος παρὰ μηδενὶ λόγου, καθάπερ Μεγαρέας ποτέ φασι, διὰ τὸ μὴ δύνασθαι θεραπεύειν μηδὲ πρὸς χάριν ὁμιλεῖν, ἅτε αὐστηρὸς ὢν τὴν φύσιν καὶ ἀληθείας φίλος, οὐδὲν ἀποκρυπτόμενος — οὐδὲ οὕτως πείσεται τὸ τῶν κεραμέων τε καὶ τεκτόνων καὶ ἀοιδῶν οὐδὲ καμφθήσεταί ποτε δἰ ἔνδειαν ἢ δἰ ἀτιμίαν οὐδὲ μεταβαλεῖ τὸν αὑτοῦ [p. 217] [34] τρόπον, κόλαξ καὶ γόης ἀντὶ γενναίου καὶ ἀληθοῦς φανείς. καίτοι τί ποτε βούλονται τῶν μακαρίων τινὲς θεραπεύεσθαι πρὸς ἀνθρώπων ἐλευθέρων εἶναι φασκόντων καὶ τοὺς καλουμένους φιλοσόφους ἐπὶ θύραις αὑτῶν ὁρᾶσθαι ταπεινοὺς καὶ ἀτίμους, καὶ μὴ καθάπερ ἡ Κίρκη ἐβούλετο τὴν οἴκησιν αὐτῆς φυλάττεσθαι ὑπὸ λεόντων δειλῶν καὶ κατεπτηχότων; οὔκουν οὐδὲ ἐκεῖνοι λέοντες ὄντες ἐφύλαττον αὐτήν, ἀλλὰ δύστηνοι ἄνθρωποι καὶ ἀνόητοι, [35] διεφθαρμένοι διὰ τρυφὴν καὶ ἀργίαν. οὐκοῦν ὅταν ἴδῃ τις τῶν φιλοσόφων τινὰ καλουμένων περὶ τὰς αὐλὰς καὶ πρόθυρα σαίνοντα καὶ ταπεινὸν ἐκείνων ἄξιον ἀναμνησθῆναι τῶν λεόντων, κυσὶν ὁμοίων πεινῶσι καὶ δειλοῖς, ὠρυομένων ὀξύτατον, ἅτε ὑπὸ φαρμάκων διεφθαρμένων. ἀλλὰ δή ἐστιν οὐκ οἶδ̓ ὁποῖόν τι ἡ τοιαύτη ἐπιθυμία. μυρίοι μὲν γάρ εἰσιν, οἵ ἑκόντες καὶ πάνυ προθύμως θεραπεύουσι τοὺς πλουσίους καὶ δυνατοὺς καὶ μεστὰ πάντα κολάκων ἐστὶ τῶν μετ̓ ἐμπειρίας καὶ τέχνης αὐτὸ πραττόντων. [36] ὥστε οὐκ ἀπορίᾳ τοῦδε τοῦ χρήματος ζητοῦσι παρὰ τῶν οὐ πεφυκότων, ἀλλ̓ ἔστιν ὅμοιον τοῦτο ἑτέρῳ ἐπιχειρήματι τῶν σφόδρα ἀκολάστων, οἵ γυναικῶν ἀφθόνων οὐσῶν δἰ ὕβριν καὶ παρανομίαν ἐπιθυμοῦσιν ἐκ τῶν ἀνδρῶν γυναῖκας σφίσι γενέσθαι καὶ λαβόντες παῖδας ἐξέτεμον. ὅθεν πολὺ κάκιον καὶ δυστυχέστερον γένος εὐνούχων ἐγένετο, ἀσθενέστερον τοῦ γυναικείου καὶ θηλύτερον. [37] ἀλλ̓ ὅ γε πρὸς ἀλήθειαν ἀνδρεῖος καὶ μεγαλόφρων οὐκ ἄν ποτε πάθοι τοιοῦτον οὐδὲν οὐδ̓ ἂν πρόοιτο τὴν ἐλευθερίαν τὴν αὑτοῦ καὶ τὴν παρρησίαν τιμῆς τινος ἀτίμου χάριν ἢ δυνάμεως ἢ χρημάτων, οὐδ̓ ἂν φθονοῖ τοῖς μεταβαλλομένοις τε καὶ μεταμφιεννυμένοις ἐπὶ τοιαύταις δωρεαῖς, ἀλλ̓ ἡγοῖτ̓ ἂν ὁμοίους τοῖς μεταβάλλουσιν ἐξ ἀνθρώπων εἰς ὄφεις ἢ ἄλλα θηρία: ἐκείνους μὲν οὐ ζηλῶν οὐδὲ βασκαίνων αὐτοῖς τῆς τρυφῆς, ἀλλὰ τοὐναντίον ὀλοφυρόμενος καὶ ἐλεῶν, ὅταν ἐπὶ δώροις, ὥσπερ οἱ παῖδες, [38] ἀποκείρωνται, καὶ ταῦτα τὰς πολιάς: αὐτὸς δὲ τὸ καθ̓ αὑτὸν πειράσεται διαφυλάττειν εὐσχημόνως καὶ βεβαίως, μηδέποτε λείπων τὴν αὑτοῦ τάξιν, ἀρετὴν δὲ καὶ σωφροσύνην τιμῶν ἀεὶ καὶ αὔξων [p. 218] καὶ πάντας ἐπὶ ταῦτα ἄγων, τὰ μὲν πείθων καὶ παρακαλῶν, τὰ δὲ λοιδορούμενος καὶ ὀνειδίζων, εἴ τινα δύναιτο ἐξελέσθαι ἀφροσύνης καὶ φαύλων ἐπιθυμιῶν καὶ ἀκρασίας καὶ τρυφῆς, ἰδίᾳ ἕκαστον ἀπολαμβάνων καὶ ἀθρόους νουθετῶν, ὁσάκις ἂν καιροῦ τύχῃ τινός, ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι, [39] μέχρι ἂν οἶμαι διέλθῃ τὸν βίον κηδόμενος ἀνθρώπων, οὐ βοῶν οὐδὲ ἵππων οὐδὲ καμήλω�
� τε καὶ οἰκημάτων, ὑγιὴς μὲν ἐν λόγοις, ὑγιὴς δὲ ἐν ἔργοις, ἀβλαβὴς μὲν συνοδοιπόρος ὅτῳ γένοιτο ἢ σύμπλους, ἀγαθὸς δὲ σύμβολος θύουσι φανείς, οὐ στάσιν ἐγείρων οὐδὲ πλεονεξίαν οὐδὲ ἐριδας καὶ φθόνους καὶ αἰσχρὰ κέρδη, σωφροσύνης δὲ ὑπομιμνήσκων καὶ δικαιοσύνης καὶ ὁμόνοιαν αὔξων, ἀπληστίαν δὲ καὶ ἀναίδειαν καὶ μαλακίαν ἐξελαύνων ὅσον δυνατόν, πολὺ τῶν σπονδοφόρων καὶ τῶν κηρύκων τῶν ἐν [40] τοῖς πολέμοις ἐκεχειρίας κομιζόντων ἱερώτερος. βούλεται μὲν οὖν καὶ προθυμεῖται καθ̓ ὅσον οἷός τέ ἐστι βοηθεῖν ἅπασιν: ἡττᾶται δ̓ ἑτέρων ἐνίοτε ἀνθρώπων καὶ ἐπιτηδευμάτων καὶ οὐδὲν ἢ μικρὸν ἰσχύει παντελῶς. λοιπὸν δὲ τὴν αὑτοῦ διάνοιαν καθαίρει τῷ λόγῳ καὶ πειρᾶται παρέχειν ἀδούλευτον, πολὺ μᾶλλον περὶ τῆς ἐλευθερίας μαχόμενος ἡδοναῖς τε καὶ δόξαις καὶ ἀνθρώποις ἅπασι μετ̓ ὀλίγων τῶν βουλομένων ἢ Λακεδαιμόνιοί ποτε τὰ στενὰ καταλαβόντες ἐμάχοντο πρὸς ἅπαντας τοὺς ἐκ τῆς Ἀσίας, ὀλίγοι τὸν ἀριθμὸν ὄντες, τρεῖς ἐφεξῆς νύκτας τε καὶ ἠμέρας, μέχρι κυκλωθέντες δἰ ἑνὸς ἀνδρὸς προδοσίαν ἐν ταὐτῷ μένοντες κατεκόπησαν: οἳ τὴν Σπάρτην ἐνόμιζον ἐλευθέραν διαφυλάττειν ἀτείχιστον [41] οὖσαν: τὸ δὲ σῶμα ἀσκῶν καὶ συνεθίζων κατὰ τὴν ἑαυτοῦ δύναμιν πονεῖν, οὐκ ἐᾷ θρύπτεσθαι λουτροῖς τε καὶ ἀλείμμασι καὶ μύροις, μέχρι ἂν γένηται μαλακώτερον καὶ σαθρότερον, ὥσπερ κακὸν σκεῦος. ταῦτα δὲ ὁρῶντες ἔνιοι δἰ εὐήθειαν αὐτὸν ἐπιτηδεύειν καὶ ἀφροσύνην φασί, τὸ πλουτεῖν ἐάσαντα καὶ τὸ τιμᾶσθαι [p. 219] καὶ τὸ διὰ παντὸς ἥδεσθαι, καὶ καταφρονοῦσι καὶ μαίνεσθαι [42] νομίζουσι καὶ ἀτιμάζουσιν. ὁ δὲ οὐκ ὀργίζεται πρὸς αὐτοὺς οὐδ̓ ἔχει χαλεπῶς, ἀλλ̓ ἔστιν οἶμαι καὶ πατρὸς εὐνούστερος ἑκάστῳ καὶ ἀδελφῶν καὶ φίλων, καὶ δὴ καὶ τοὺς πολίτας τοὺς αὑτοῦ καὶ φίλους καὶ συγγενεῖς αἰδούμενος μέν, οὐκ ἀποκρυπτόμενος δὲ νουθετεῖ τοσούτῳ μᾶλλον ὅσον τῶν ἄλλων οἰκειοτέρους τε καὶ ἀναγκαιοτέρους νενόμικεν, ὡς οἷόν τε ἐπιτείνας τοὺς λόγους καὶ σφοδροτέραν τὴν νουθεσίαν καὶ παρακέλευσιν ποιούμενος, αὑτῷ τε [43] κἀκείνοις. οὐδὲ γὰρ ἰατρός, ὅτῳ ἀνάγκη πατέρα ἢ μητέρα ἢ τοὺς ἑαυτοῦ παῖδας ἰᾶσθαι νοσοῦντας ἢ καὶ αὑτὸν διὰ σπάνιν τε καὶ ἐρημίαν ἄλλων ἰατρῶν, εἰ δέοι τέμνειν ἢ καίειν, ὅτι φιλεῖ τὰ τέκνα καὶ τὸν πατέρα αἰσχύνεται καὶ τὴν μητέρα, διὰ τοῦτο ἀμβλυτέρῳ τῷ σιδήρῳ τέμοι ἂν καὶ χλιαρωτέρῳ τῷ πυρὶ καίοι, τοὐναντίον δὲ [44] ὡς οἷόν τε ἰσχύοντι καὶ ἀκμαίῳ. τὸν γοῦν Ἡρακλέα φασίν, ἐπειδὴ οὐκ ἐδύνατο ἰάσασθαι τὸ σῶμα ὑπὸ νόσου δεινῆς κατεχόμενον, τοὺς υἱοὺς καλέσαι πρώτους κελεύοντα ὑποπρῆσαι λαμπροτάτῳ πυρί: τῶν δὲ ὀκνούντων καὶ ἀποστρεφομένων, λοιδορεῖν αὐτοὺς ὡς μαλακούς τε καὶ ἀναξίους αὑτοῦ καὶ τῇ μητρὶ μᾶλλον ἐοικότας, λέγοντα, ὡς ὁ ποιητής φησι, ποῖ μεταστρέφεσθ̓, ὦ κακοὶ καὶ ἀνάξιοι τῆς ἐμῆς σπορᾶς, Αἰτωλίδος ἀγάλματα μητρός; [45] οὐκοῦν αὑτῷ πρώτῳ χρὴ καὶ τοῖς φιλτάτοις καὶ ἐγγυτάτω μετὰ πλείστης παρρησίας τε καὶ ἐλευθερίας προσφέρεσθαι, μηδὲν ἀποκνοῦντα μηδὲ ὑφιέμενον ἐν τοῖς λόγοις. πολὺ γὰρ χεῖρον καὶ διεφθαρμένου σώματος καὶ νοσοῦντος ψυχὴ διεφθαρμένη, μὰ Δία οὐχ ὑπὸ φαρμάκων χριστῶν ἢ ποτῶν οὐδὲ ὑπὸ ἰοῦ τινος διεσθίοντος, ἀλλ̓ ὑπό τε ἀγνοίας καὶ πονηρίας καὶ ὕβρεως καὶ φθόνου δὴ καὶ λύπης καὶ μυρίων ἐπιθυμιῶν. τοῦτο τὸ νόσημα καὶ τὸ πάθος χαλεπώτερον ἐκείνου καὶ πολὺ μείζονος καὶ λαμπροτέρου δεόμενον ἐμπρησμοῦ: ἐφ̓ ἣν ἴασιν καὶ ἀπόλυσιν χρὴ παρακαλεῖν ἀπροφασίστως καὶ πατέρα καὶ υἱὸν καὶ ξυγγενῆ καὶ ἀλλότριον καὶ πολίτην καὶ ξένον. [p. 220]
Delphi Complete Works of Dio Chrysostom Page 166