by Aristophanes
Χορὸς Γυναικῶν
ἀλλ᾽ οὐκέθ᾽ ἡλιάζει.
Χορὸς γερόντων
ἔμπρησον αὐτῆς τὰς κόμας.
Χορὸς Γυναικῶν
σὸν ἔργον ὦχελῷε.
Χορὸς γερόντων
οἴμοι τάλας.
Χορὸς Γυναικῶν
μῶν θερμὸν ἦν;
Χορὸς γερόντων
ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;
Χορὸς Γυναικῶν
ἄρδω σ᾽ ὅπως ἂν βλαστάνῃς.
Χορὸς γερόντων
385 ἀλλ᾽ αὖός εἰμ᾽ ἤδη τρέμων.
Χορὸς Γυναικῶν
οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.
Πρόβουλος
ἆρ᾽ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ
χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι,
ὅ τ᾽ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
390 οὗ ‘γώ ποτ᾽ ὢν ἤκουον ἐν τἠκκλησίᾳ;
ἔλεγε δ᾽ ὁ μὴ ὥρασι μὲν Δημόστρατος
πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δ᾽ ὀρχουμένη
‘αἰαῖ Ἄδωνιν’ φησίν, ὁ δὲ Δημόστρατος
ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων:
395 ἡ δ᾽ ὑποπεπωκυῖ᾽ ἡ γυνὴ ‘πὶ τοῦ τέγους
‘κόπτεσθ᾽ Ἄδωνιν’ φησίν: ὁ δ᾽ ἐβιάζετο
ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.
τοιαῦτ᾽ ἀπ᾽ αὐτῶν ἐστιν ἀκόλαστ᾽ ᾁσματα.
Χορὸς γερόντων
τί δῆτ᾽ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδ᾽ ὕβριν;
400 αἳ τἄλλα θ᾽ ὑβρίκασι κἀκ τῶν καλπίδων
ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια
σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.
Πρόβουλος
νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε.
ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα
405 ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν,
τοιαῦτ᾽ ἀπ᾽ αὐτῶν βλαστάνει βουλεύματα.
οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί:
‘ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας,
ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
410 ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.
ἐμοὶ μὲν οὖν ἔστ᾽ ἐς Σαλαμῖνα πλευστέα:
σὺ δ᾽ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν
ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.’
ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει
415 νεανίαν καὶ πέος ἔχοντ᾽ οὐ παιδικόν:
‘ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς
τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν
ἅθ᾽ ἁπαλὸν ὄν: τοῦτ᾽ οὖν σὺ τῆς μεσημβρίας
ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.’
420 τοιαῦτ᾽ ἀπήντηκ᾽ ἐς τοιαυτὶ πράγματα,
ὅτε γ᾽ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως
κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,
ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις.
ἀλλ᾽ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς,
425 ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω.
τί κέχηνας ὦ δύστηνε; ποῖ δ᾽ αὖ σὺ βλέπεις,
οὐδὲν ποιῶν ἀλλ᾽ ἢ καπηλεῖον σκοπῶν;
οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας
ἐντεῦθεν ἐκμοχλεύσετ᾽; ἐνθενδὶ δ᾽ ἐγὼ
430 ξυνεκμοχλεύσω.
Λυσιστράτη
μηδὲν ἐκμοχλεύετε:
ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;
οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.
Πρόβουλος
ἄληθες ὦ μιαρὰ σύ; ποῦ ‘σθ᾽ ὁ τοξότης;
ξυλλάμβαν᾽ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.
Λυσιστράτη
435 εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι
ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.
Πρόβουλος
ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην
καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;
Γυνὴ Α
εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
440 τὴν χεῖρ᾽ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.
Πρόβουλος
ἰδού γ᾽ἐπιχεσεῖ. ποῦ ‘στιν ἕτερος τοξότης;
ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.
Γυνὴ Β
εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ᾽ ἄκραν
ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.
Πρόβουλος
445 τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.
παύσω τιν᾽ ὑμῶν τῆσδ᾽ ἐγὼ τῆς ἐξόδου.
Γυνὴ Γ
εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.
Πρόβουλος
οἴμοι κακοδαίμων: ἐπιλέλοιφ᾽ ὁ τοξότης.
450 ἀτὰρ οὐ γυναικῶν οὐδέποτ᾽ ἔσθ᾽ ἡττητέα
ἡμῖν: ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι
ξυνταξάμενοι.
Λυσιστράτη
νὴ τὼ θεὼ γνώσεσθ᾽ ἄρα
ὅτι καὶ παρ᾽ ἡμῖν εἰσι τέτταρες λόχοι
μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.
Πρόβουλος
455 ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι.
Λυσιστράτη
ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτ᾽ ἔνδοθεν,
ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,
ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,
οὐχ ἕλξετ᾽, οὐ παιήσετ᾽, οὐκ ἀράξετε;
460 οὐ λοιδορήσετ᾽, οὐκ ἀναισχυντήσετε;
παύσασθ᾽, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.
Πρόβουλος
οἴμ᾽ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.
Λυσιστράτη
/>
ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς
ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει
465 χολὴν ἐνεῖναι;
Πρόβουλος
νὴ τὸν Ἀπόλλω καὶ μάλα
πολλήν γ᾽, ἐάνπερ πλησίον κάπηλος ᾖ.
Χορὸς γερόντων
ὦ πόλλ᾽ ἀναλώσας ἔπη πρόβουλε τῆσδε τῆς γῆς,
τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις;
οὐκ οἶσθα λουτρὸν οἷον αἵδ᾽ ἡμᾶς ἔλουσαν ἄρτι
470 ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτ᾽ ἄνευ κονίας;
Χορὸς Γυναικῶν
ἀλλ᾽ ὦ μέλ᾽ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ
τὴν χεῖρ᾽: ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη.
ἐπεὶ ‘θέλω ‘γὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι,
λυποῦσα μηδέν᾽ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος,
475 ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.
Χορὸς γερόντων
ὦ Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις;
ου᾽ γὰρ ἔτ᾽ ἀνεκτὰ τάδε γ᾽, ἀλλὰ βασανιστέον
τόδε σοι τὸ πάθος μετ᾽ ἐμοῦ
480 ὅ τι βουλόμεναί ποτε τὴν
Κραναὰν κατέλαβον, ἐφ᾽ ὅ τι τε
μεγαλόπετρον ἄβατον ἀκρόπολιν
ἱερὸν τέμενος. Χορὸς γερόντων
ἀλλ᾽ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους,
485 ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας. Πρόβουλος
καὶ μὴν αὐτῶν τοῦτ᾽ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,
ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.
Λυσιστράτη
ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε δι᾽ αὐτό.
Πρόβουλος
διὰ τἀργύριον πολεμοῦμεν γάρ;
Λυσιστράτη
καὶ τἄλλα γε πάντ᾽ ἐκυκήθη.
490 ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες,
ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δ᾽ οὖν τοῦδ᾽ οὕνεκα δρώντων
ὅ τι βούλονται: τὸ γὰρ ἀργύριον τοῦτ᾽ οὐκέτι μὴ καθέλωσιν.
Πρόβουλος
ἀλλὰ τί δράσεις;
Λυσιστράτη
τοῦτό μ᾽ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό.
Πρόβουλος
ὑμεῖς ταμιεύσετε τἀργύριον;
Λυσιστράτη
τί δὲ δεινὸν τοῦτο νομίζεις;
495 οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;
Πρόβουλος
ἀλλ᾽ οὐ ταὐτόν.
Λυσιστράτη
πῶς οὐ ταὐτόν;
Πρόβουλος
πολεμητέον ἔστ᾽ ἀπὸ τούτου.
Λυσιστράτη
ἀλλ᾽ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.
Πρόβουλος
πῶς γὰρ σωθησόμεθ᾽ ἄλλως;
Λυσιστράτη
ἡμεῖς ὑμᾶς σώσομεν.
Πρόβουλος
ὑμεῖς;
Λυσιστράτη
ἡμεῖς μέντοι.
Πρόβουλος
σχέτλιόν γε.
Λυσιστράτη
ὡς σωθήσει, κἂν μὴ βούλῃ.
Πρόβουλος
δεινόν γε λέγεις.
Λυσιστράτη
ἀγανακτεῖς.
500 ἀλλὰ ποιητέα ταῦτ᾽ ἐστὶν ὅμως.
Πρόβουλος
νὴ τὴν Δήμητρ᾽ ἄδικόν γε.
Λυσιστράτη
σωστέον ὦ τᾶν.
Πρόβουλος
κεἰ μὴ δέομαι;
Λυσιστράτη
τοῦδ᾽ οὕνεκα καὶ πολὺ μᾶλλον.
Πρόβουλος
ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τ᾽ εἰρήνης ἐμέλησεν;
Λυσιστράτη
ἡμεῖς φράσομεν.
Πρόβουλος
λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς,
Λυσιστράτη
ἀκροῶ δή,
καὶ τὰς χεῖρας πειρῶ κατέχειν.
Πρόβουλος
ἀλλ᾽ οὐ δύναμαι: χαλεπὸν γὰρ
505 ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.
Γυνὴ Α.
κλαύσει τοίνυν πολὺ μᾶλλον.
Πρόβουλος
τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις: σὺ δέ μοι λέγε.
Λυσιστράτη
ταῦτα ποιήσω.
ἡμεῖς τὸν μὲν πρότερον πόλεμον † καὶ τὸν χρόνον ἠνεσχόμεθα †
ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττ᾽ ἐποιεῖτε.
οὐ γὰρ γρύζειν εἰᾶθ᾽ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γ᾽ ἡμᾶς.
510 ἀλλ᾽ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι
ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα:
εἶτ᾽ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθ᾽ ἂν γελάσασαι,
‘τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι
ἐν τῷ δήμῳ τήμερονὑμῖν;’ ‘τίδὲ σοὶ ταῦτ᾽;’ ἦ δ᾽ ὃς ἂν ἁνήρ.
515 ‘οὐ σιγήσει;’ κἀγὼ ἐσίγων.
Γυνὴ Β.
ἀλλ᾽ οὐκ ἂν ἐγώ ποτ᾽ ἐσίγων.
Πρόβουλος
κἂν ᾤμωζές γ᾽, εἰ μὴ ‘σίγας.
Λυσιστράτη
τοιγὰρ ἔγωγ᾽ ἔνδον ἐσίγων.
... ἔτερόν τι πονηρότερον βούλευμ᾽ ἐπεπύσμεθ᾽ ἂν ὑμῶν:
εἶτ᾽ ἠρόμεθ᾽ ἄν: ‘πῶς ταῦτ᾽ ὦνερ διαπράττεσθ᾽ ὧδ᾽ ἀνοήτως;’
ὁ δέ μ᾽ εὐθὺς ὑποβλέψας ἂν ἔφασκ᾽, εἰ μὴ τὸν στήμονα νήσω,
520 ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν: ‘πόλεμος δ᾽ ἄνδρεσσι μελήσει.’
Πρόβουλος
ὀρθῶς γε λέγων νὴ Δί᾽ ἐκεῖνος.
Λυσιστράτη
πῶς ὀρθῶς �
� κακόδαιμον,
εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;
ὅτε δὴ δ᾽ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,
‘οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ;’ ‘μὰ Δί᾽ οὐ δῆτ᾽,’ εἶφ᾽ ἕτερός τις:
525 μετὰ ταῦθ᾽ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ
ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;
ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητ᾽ ἀντακροᾶσθαι
κἀντισιωπᾶθ᾽ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.
Πρόβουλος
ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.
Λυσιστράτη
σιώπα.
Πρόβουλος
530 σοί γ᾽ ὦ κατάρατε σιωπῶ ‘γώ, καὶ ταῦτα κάλυμμα φορούσῃ
περὶ τὴν κεφαλήν; μή νυν ζῴην.
Λυσιστράτη
ἀλλ᾽ εἰ τοῦτ᾽ ἐμπόδιόν σοι,
παρ᾽ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν
ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,
κᾆτα σιώπα
Γυνὴ Γ.
535 καὶ τοῦτον τὸν καλαθίσκον.
Λυσιστράτη
κᾆτα ξαίνειν ξυζωσάμενος
κυάμους τρώγων:
πόλεμος δὲ γυναιξὶ μελήσει.
Χορὸς Γυναικῶν
αἰρώμεθ᾽ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν
540 ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν. Χορὸς Γυναικῶν
ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμ᾽ ἂν ὀρχουμένη,
†οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρός†:
ἐθέλω δ᾽ ἐπὶ πᾶν ἰέναι
μετὰ τῶνδ᾽ ἀρετῆς ἕνεχ᾽, αἷς
545 ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,
ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις
ἀρετὴ φρόνιμος. Χορὸς Γυναικῶν
ἀλλ᾽ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,