by Aristophanes
ὅσονπερ ὑμῖν: ἄχθομαι δὲ καὶ φέρω
175 τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.
ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην
ἀεὶ πονηροῖς: κἄν τις ἡμέραν μίαν
χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.
ἐπέτρεψας ἑτέρῳ: πλείον᾽ ἔτι δράσει κακά.
180 χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,
οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,
τοὺς δ᾽ οὐκ ἐθέλοντας ἀντιβολεῖθ᾽ ἑκάστοτε.
ἐκκλησίαισιν ἦν ὅτ᾽ οὐκ ἐχρώμεθα
οὐδὲν τὸ παράπαν: ἀλλὰ τόν γ᾽ Ἀγύρριον
185 πονηρὸν ἡγούμεσθα: νῦν δὲ χρωμένων
ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν,
ὁ δ᾽ οὐ λαβὼν εἶναι θανάτου φήσ᾽ ἀξίους
τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.
Γυνὴ Α
νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.
Πραξάγορα
190 τάλαιν᾽ Ἀφροδίτην ὤμοσας; χαρίεντά γ᾽ ἂν
ἔδρασας, εἰ τοῦτ᾽ εἶπας ἐν τἠκκλησίᾳ.
Γυνὴ Α
ἀλλ᾽ οὐκ ἂν εἶπον.
Πραξάγορα
μηδ᾽ ἐθίζου νῦν λέγειν.
τὸ συμμαχικὸν αὖ τοῦθ᾽, ὅτ᾽ ἐσκοπούμεθα,
εἰ μὴ γένοιτ᾽, ἀπολεῖν ἔφασκον τὴν πόλιν:
195 ὅτε δὴ δ᾽ ἐγένετ᾽, ἤχθοντο, τῶν δὲ ῥητόρων
ὁ τοῦτ᾽ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.
ναῦς δεῖ καθέλκειν: τῷ πένητι μὲν δοκεῖ,
τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.
Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι:
200 νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.
Ἀργεῖος ἀμαθής, ἀλλ᾽ Ἱερώνυμος σοφός:
σωτηρία παρέκυψεν, ἀλλ᾽ ὡρᾴζεται
Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.
Γυνὴ Α
ὡς ξυνετὸς ἁνήρ.
Πραξάγορα
νῦν καλῶς ἐπῄνεσας.
205 ὑμεῖς γάρ ἐστ᾽ ὦ δῆμε τούτων αἴτιοι.
τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα
ἰδίᾳ σκοπεῖσθ᾽ ἕκαστος ὅ τι τις κερδανεῖ,
τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.
ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθ᾽ ἔτι.
210 ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν
ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις
ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.
Γυνὴ Α
εὖ γ᾽ εὖ γε νὴ Δί᾽ εὖ γε.
Γυνὴ Β
λέγε λέγ᾽ ὦγαθέ.
Πραξάγορα
ὡς δ᾽ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες
215 ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια
βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον
ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας
ἴδοις ἂν αὐτάς. ἡ δ᾽ Ἀθηναίων πόλις,
εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,
220 εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.
καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ:
ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ:
τὰ Θεσμοφόρι᾽ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ:
πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ:
τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ:
225 μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ:
αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ:
οἶνον φιλοῦσ᾽ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ:
βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν
230 μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα
τί ποτ᾽ ἄρα δρᾶν μέλλουσιν, ἀλλ᾽ ἁπλῷ τρόπῳ
ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,
ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες
σῴζειν ἐπιθυμήσουσιν: εἶτα σιτία
235 τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν;
χρήματα πορίζειν εὐπορώτατον γυνή,
ἄρχουσά τ᾽ οὐκ ἂν ἐξαπατηθείη ποτέ:
αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.
τὰ δ᾽ ἄλλ᾽ ἐάσω: ταῦτ᾽ ἐὰν πίθησθέ μοι,
240 εὐδαιμονοῦντες τὸν βίον διάξετε.
Γυνὴ Α
εὖ γ᾽ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.
πόθεν ὦ τάλαινα ταῦτ᾽ ἔμαθες οὕτω καλῶς;
Πραξάγορα
ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησ᾽ ἐν πυκνί:
ἔπειτ᾽ ἀκούουσ᾽ ἐξέμαθον τῶν ῥητόρων.
Γυνὴ Α
245 οὐκ ἐτὸς ἄρ᾽ ὦ μέλ᾽ ἦσθα δεινὴ καὶ σοφή:
καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν
αἱρούμεθ᾽, ἢν ταῦθ᾽ ἁπινοεῖς κατεργάσῃ.
ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,
πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;
Πραξάγορα
250 φήσω παραφρονεῖν αὐτόν.
Γυνὴ Α
ἀλλὰ τοῦτό γε
ἴσασι πάντες.
Πραξάγορα
ἀλλὰ καὶ μελαγχολᾶν.
Γυνὴ Α
καὶ τοῦτ᾽ ἴσασιν.
Πραξάγορα
ἀλλὰ καὶ τὰ τρύβλια
κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
Γυνὴ Α
τί δ᾽ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
Πραξάγορα
255 τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.
Γυνὴ Α
τί δ᾽ ἢν ὑποκρούωσίν σε;
Πραξάγορα
προσκινήσομαι
ἅτ᾽ οὐκ �
��πειρος οὖσα πολλῶν κρουμάτων.
Γυνὴ Α
ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σ᾽ οἱ τοξόται
ἕλκωσιν, ὅ τι δράσεις ποτ᾽.
Πραξάγορα
ἐξαγκωνιῶ
260 ὡδί: μέση γὰρ οὐδέποτε ληφθήσομαι.
Γυνὴ Β
ἡμεῖς δέ γ᾽, ἢν αἴρωσ᾽, ἐᾶν κελεύσομεν.
Γυνὴ Α
ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς
ἐκεῖνο δ᾽ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ
τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.
265 εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.
Πραξάγορα
χαλεπὸν τὸ πρᾶγμ᾽: ὅμως δὲ χειροτονητέον
ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.
ἄγε νυν ἀναστέλλεσθ᾽ ἄνω τὰ χιτώνια:
ὑποδεῖσθε δ᾽ ὡς τάχιστα τὰς Λακωνικάς,
270 ὥσπερ τὸν ἄνδρ᾽ ἐθεᾶσθ᾽, ὅτ᾽ εἰς ἐκκλησίαν
μέλλοι βαδίζειν ἢ θύραζ᾽ ἑκάστοτε.
ἔπειτ᾽ ἐπειδὰν ταῦτα πάντ᾽ ἔχῃ καλῶς,
περιδεῖσθε τοὺς πώγωνας. ἡνίκ᾽ ἂν δέ γε
τούτους ἀκριβώσητε περιηρμοσμέναι,
275 καὶ θαἰμάτια τἀνδρεῖά γ᾽ ἅπερ ἐκλέψατε
ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις
ἐπερειδόμεναι βαδίζετ᾽ ᾁδουσαι μέλος
πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι
τὸν τῶν ἀγροίκων.
Γυνὴ Β
εὖ λέγεις: ἡμεῖς δέ γε
280 προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι
ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκν᾽ ἥξειν ἄντικρυς
γυναῖκας.
Πραξάγορα
ἀλλὰ σπεύσαθ᾽ ὡς εἴωθ᾽ ἐκεῖ
τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα
ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.
Χορὸς
285 ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι: τοῦτο γὰρ χρὴ
μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτ᾽ ἐξολίσθῃ
ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν
ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.
Χορός
χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες: ἠπείλησε γὰρ
290 ὁ θεσμοθέτης, ὃς ἂν
μὴ πρῲ πάνυ τοῦ κνέφους
ἥκῃ κεκονιμένος,
στέργων σκοροδάλμῃ
βλέπων ὑπότριμμα, μὴ
δώσειν τὸ τριώβολον.
ἀλλ᾽ ὦ Χαριτιμίδη
καὶ Σμίκυθε καὶ Δράκης
ἕπου κατεπείγων,
σαυτῷ προσέχων ὅπως
295 μηδὲν παραχορδιεῖς
ὧν δεῖ σ᾽ ἀποδεῖξαι:
ὅπως δὲ τὸ σύμβολον
λαβόντες ἔπειτα πλησίοι
καθεδούμεθ᾽, ὡς
ἂν χειροτονῶμεν
ἅπανθ᾽ ὁπόσ᾽ ἂν δέῃ
τὰς ἡμετέρας φίλας.
καίτοι τί λέγω; φίλους
γὰρ χρῆν μ᾽ ὀνομάζειν. Χορός
300 ὅρα δ᾽ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως
ἥκοντας, ὅσοι πρὸ τοῦ
μέν, ἡνίκ᾽ ἔδει λαβεῖν
ἐλθόντ᾽ ὀβολὸν μόνον,
καθῆντο λαλοῦντες
ἐν τοῖς στεφανώμασιν,
νυνὶ δ᾽ ἐνοχλοῦσ᾽ ἄγαν.
ἀλλ᾽ οὐχί, Μυρωνίδης
ὅτ᾽ ἦρχεν ὁ γεννάδας,
οὐδεὶς ἂν ἐτόλμα
305 τὰ τῆς πόλεως διοικεῖν
ἀργύριον φέρων:
ἀλλ᾽ ἧκεν ἕκαστος
ἐν ἀσκιδίῳ φέρων
πιεῖν ἅμα τ᾽ ἄρτον αὑτῷ
καὶ δύο κρομμύω
καὶ τρεῖς ἂν ἐλάας.
νυνὶ δὲ τριώβολον
ζητοῦσι λαβεῖν, ὅταν
πράττωσί τι κοινὸν ὥσ-
310 περ πηλοφοροῦντες. Βλέπυρος
τί τὸ πρᾶγμα; ποῖ ποθ᾽ ἡ γυνὴ φρούδη ‘στί μοι;
ἐπεὶ πρὸς ἕω νῦν γ᾽ ἔστιν, ἡ δ᾽ οὐ φαίνεται.
ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ
315 καὶ θοἰμάτιον: ὅτε δὴ δ᾽ ἐκεῖνο ψηλαφῶν
οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δ᾽ ἤδη τὴν θύραν
ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω
τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
320 ἀλλ᾽ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;
ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
οὐ γάρ με νῦν χέζοντά γ᾽ οὐδεὶς ὄψεται.
οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
γυναῖχ᾽: ὅσας εἴμ᾽ ἄξιος πληγὰς λαβεῖν.
325 οὐ γάρ ποθ᾽ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
δράσουσ᾽. ὅμως δ᾽ οὖν ἐστιν ἀποπατητέον.
Ἀνήρ
τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
Βλέπυρος
νὴ τὸν Δί᾽ αὐτὸς δῆτ᾽ ἐκεῖνος.
Ἀνήρ
εἰπέ μοι,
τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
330 Κινησίας σου κατατετίληκέν ποθεν;
Βλέπυρος
οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
Ἀνήρ
τὸ δ᾽ ἱμάτιόν σου ποῦ ‘στιν;
Βλέπυρος
οὐκ ἔχω φράσαι.
ζητῶν γὰρ αὔτ᾽ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
Ἀνήρ
335 εἶτ᾽ οὐδὲ τὴν γυναῖκ᾽ ἐκέλευσάς σοι φράσαι;
Βλέπυρος
μὰ τὸν Δί᾽ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
ἀλλ᾽ ἐκτετρύπηκεν λαθοῦσά μ᾽ ἔνδοθεν:
ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
Ἀνήρ
/> νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
340 ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμ᾽ ἐγὼ
φρούδη ‘στ᾽ ἔχουσα θοἰμάτιον οὑγὼ ‘φόρουν.
κοὐ τοῦτο λυπεῖ μ᾽, ἀλλὰ καὶ τὰς ἐμβάδας.
οὔκουν λαβεῖν γ᾽ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.
Βλέπυρος
μὰ τὸν Διόνυσον οὐδ᾽ ἐγὼ γὰρ τὰς ἐμὰς
345 Λακωνικάς, ἀλλ᾽ ὡς ἔτυχον χεζητιῶν,
ἐς τὼ κοθόρνω τὼ πόδ᾽ ἐνθεὶς ἵεμαι,
ἵνα μὴ ‘γχέσαιμ᾽ ἐς τὴν σισύραν: φανὴ γὰρ ἦν.
Ἀνήρ
τί δῆτ᾽ ἂν εἴη; μῶν ἐπ᾽ ἄριστον γυνὴ
κέκληκεν αὐτὴν τῶν φίλων;
Βλέπυρος
γνώμην γ᾽ ἐμήν.
Ἀνήρ
350 οὔκουν πονηρά γ᾽ ἐστὶν ὅ τι κἄμ᾽ εἰδέναι.
ἀλλὰ σὺ μὲν ἱμονιάν τιν᾽ ἀποπατεῖς, ἐμοὶ δ᾽
ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
Βλέπυρος
κἄγωγ᾽, ἐπειδὰν ἀποπατήσω: νῦν δέ μου
355 ἀχράς τις ἐγκλῄσασ᾽ ἔχει τὰ σιτία.
Ἀνήρ
μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
Βλέπυρος
νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.
ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με
μόνον τὸ λυποῦν ἐστιν, ἀλλ᾽ ὅταν φάγω,
360 ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.
νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
ὅστις ποτ᾽ ἔσθ᾽ ἅνθρωπος ἁχραδούσιος.
τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;
365 ἀλλ᾽ οἶδ᾽, Ἀμύνων. ἀλλ᾽ ἴσως ἀρνήσεται.
Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.
οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων