Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 140
Delphi Complete Works of Polybius Page 140

by Polybius


  [1] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀτάρβας μὲν ἄνδρας τοὺς ἐν τῇ ναυμαχίᾳ ληφθέντας καὶ τὰς αἰχμαλώτους νῆας ἐξαπέστειλεν εἰς τὴν Καρχηδόνα, [2] Καρθάλωνα δὲ τὸν συνάρχοντα δοὺς τριάκοντα ναῦς ἐξέπεμψε πρὸς αἷς ἔχων αὐτὸς ἑβδομήκοντα κατέπλευσεν, [3] προστάξας ἄφνω προσπεσόντα ταῖς ὁρμούσαις παρὰ τὸ Λιλύβαιον τῶν πολεμίων ναυσίν, ὧν μὲν ἂν δυνατὸς ᾖ κυριεῦσαι, ταῖς δὲ λοιπαῖς πῦρ ἐμβαλεῖν. [4] πεισθέντος δὲ τοῦ Καρθάλωνος καὶ ποιησαμένου τὸν ἐπίπλουν ὑπὸ τὴν ἑωθινὴν καὶ τὰ μὲν ἐμπιπρῶντος τὰ δ᾽ ἀποσπῶντος τῶν πλοίων, μεγάλην συνέπεσε γενέσθαι ταραχὴν περὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον. [5] προσβοηθούντων γὰρ αὐτῶν ἐπὶ τὰς ναῦς καὶ γινομένης κραυγῆς, συννοήσας Ἰμίλκων ὁ τὸ Λιλύβαιον τηρῶν καὶ θεωρῶν ἤδη τῆς ἡμέρας ὑποφαινούσης τὸ συμβαῖνον, ἐπαποστέλλει τοὺς ἐκ τῆς πόλεως μισθοφόρους. [6] οἱ δὲ Ῥωμαῖοι, τοῦ δεινοῦ πανταχόθεν αὐτοὺς περιστάντος, οὐκ εἰς μικρὰν οὐδ᾽ εἰς τὴν τυχοῦσαν ἦλθον διατροπήν. [7] ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος ὀλίγα τῶν σκαφῶν τὰ μὲν ἀποσπάσας τὰ δὲ συντρίψας, μετὰ ταῦτα μικρὸν ἀπὸ τοῦ Λιλυβαίου παρακομισθεὶς ὡς ἐφ᾽ Ἡρακλείας ἐτήρει, βουλόμενος διακωλύειν τοὺς ἐπὶ τὸ στρατόπεδον πλέοντας. [8] προσαγγειλάντων δὲ τῶν σκοπῶν πλῆθος ἱκανὸν πλοίων προσφέρεσθαι παντοδαπῶν καὶ συνεγγίζειν, ἀναχθεὶς ἔπλει, συμμῖξαι σπεύδων διὰ τὸ καταφρονεῖν τῶν Ῥωμαίων ἐκ τοῦ προγεγενημένου προτερήματος. [9] ὁμοίως δὲ καὶ τοῖς ἐκ τῶν Συρακουσῶν προαπεσταλμένοις ταμίαις ἀνήγγειλαν οἱ προπλεῖν εἰθισμένοι λέμβοι τὸν ἐπίπλουν τῶν ὑπεναντίων. [10] οἱ δὲ νομίσαντες οὐκ ἀξιόχρεως σφᾶς αὐτοὺς εἶναι πρὸς ναυμαχίαν, καθωρμίσθησαν πρός τι πολισμάτιον τῶν ὑπ᾽ αὐτοὺς ταττομένων, ἀλίμενον μέν, σάλους δ᾽ ἔχον καὶ προβολὰς περικλειούσας ἐκ τῆς γῆς εὐφυεῖς. [11] οὗ ποιησάμενοι τὴν ἀπόβασιν καὶ τούς τε καταπέλτας καὶ τοὺς πετροβόλους τοὺς ἐκ τῆς πόλεως ἐπιστήσαντες προσεδόκων τὸν ἐπίπλουν τῶν ὑπεναντίων. [12] οἱ δὲ Καρχηδόνιοι συνεγγίσαντες τὸ μὲν πρῶτον ἐπεβάλοντο πολιορκεῖν τούτους, ὑπολαβόντες τοὺς μὲν ἄνδρας καταπλαγέντας εἰς τὸ πολισμάτιον ἀποχωρήσειν, τῶν δὲ πλοίων ἀσφαλῶς κυριεύσειν: [13] οὐ προχωρούσης δὲ τῆς ἐλπίδος, ἀλλὰ τοὐναντίον ἀμυνομένων γενναίως, καὶ τοῦ τόπου πολλὰς ἔχοντος καὶ παντοδαπὰς δυσχρηστίας, ὀλίγα τῶν τὰς ἀγορὰς ἐχόντων πλοίων ἀποσπάσαντες ἀπέπλευσαν πρός τινα ποταμόν, ἐν ᾧ καθορμισθέντες ἐπετήρουν τὸν ἀνάπλουν αὐτῶν.

  [1] ὁ δ᾽ ἐν ταῖς Συρακούσαις ὑπολειφθεὶς στρατηγός, ἐπεὶ τὰ κατὰ τὴν πρόθεσιν ἐπετέλεσεν, κάμψας τὸν Πάχυνον ἐποιεῖτο τὸν πλοῦν ὡς ἐπὶ τὸ Λιλύβαιον, οὐδὲν εἰδὼς τῶν περὶ τοὺς προπλέοντας συμβεβηκότων. [2] ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος, σημηνάντων τῶν σκοπῶν αὐτῷ πάλιν τὴν ἐπιφάνειαν τῶν ὑπεναντίων, ἀναχθεὶς ἔπλει μετὰ σπουδῆς, βουλόμενος αὐτοῖς ὡς πλεῖστον ἀπέχουσι τῶν οἰκείων νεῶν συμβαλεῖν. [3] ὁ δ᾽ Ἰούνιος κατιδὼν ἐκ πολλοῦ τὸν στόλον τὸν τῶν Καρχηδονίων καὶ τὸ πλῆθος τῶν σκαφῶν, οὔτε συμβαλεῖν τολμῶν οὔτ᾽ ἐκφυγεῖν ἔτι δυνατὸς ὢν διὰ τὸ σύνεγγυς εἶναι τοὺς πολεμίους, ἐγκλίνας εἰς τόπους τραχεῖς καὶ κατὰ πάντα τρόπον ἐπισφαλεῖς καθωρμίσθη, [4] κρίνων αἱρετώτερον ὑπάρχειν ὅ,τι δέοι παθεῖν μᾶλλον ἢ τοῖς πολεμίοις αὔτανδρον τὸ σφέτερον στρατόπεδον ὑποχείριον ποιῆσαι. [5] συνιδὼν δὲ καὶ τὸ περὶ τούτου γεγονὸς ὁ τῶν Καρχηδονίων ναύαρχος τὸ μὲν παραβάλλεσθαι καὶ προσάγειν τοιούτοις τόποις ἀπεδοκίμασε, λαβὼν δ᾽ ἄκραν τινὰ καὶ προσορμισθεὶς ταύτῃ μεταξὺ τῶν στόλων ἐτήρει καὶ προσεῖχε τὸν νοῦν ἀμφοτέροις. [6] ἐπιγενομένου δὲ χειμῶνος καὶ περιστάσεως προφαινομένης ἐκ τοῦ πελάγους ὁλοσχερεστέρας, οἱ μὲν τῶν Καρχηδονίων κυβερνῆται διά τε τὴν τῶν τόπων καὶ τὴν τοῦ πράγματος ἐμπειρίαν προορώμενοι τὸ μέλλον καὶ προλέγοντες τὸ συμβησόμενον ἔπεισαν τὸν Καρθάλωνα φυγεῖν τὸν χειμῶνα καὶ κάμψαι τὴν ἄκραν τοῦ Παχύνου. [7] πεισθέντος δὲ νουνεχῶς, οὗτοι μὲν πολλὰ μοχθήσαντες καὶ μόλις ὑπεράραντες τὴν ἄκραν ἐν ἀσφαλεῖ καθωρμίσθησαν, [8] οἱ δὲ τῶν Ῥωμαίων στόλοι, τοῦ χειμῶνος ἐπιγενομένου καὶ τῶν τόπων εἰς τέλος ὑπαρχόντων ἀλιμένων, οὕτως διεφθάρησαν ὥστε μηδὲ τῶν ναυαγίων μηδὲν γενέσθαι χρήσιμον, ἀλλ᾽ ἀμφοτέρους αὐτοὺς ἄρδην καὶ παραλόγως ἀχρειωθῆναι.

  [1] τούτου δὲ συμβάντος τὰ μὲν τῶν Καρχηδονίων αὖθις ἀνέκυψε καὶ πάλιν ἐπιρρεπεστέρας εἶχε τὰς ἐλπίδας, [2] οἱ δὲ Ῥωμαῖοι πρότερον μὲν ἐπὶ ποσὸν ἠτυχηκότες τότε δ᾽ ὁλοσχερῶς ἐκ μὲν τῆς θαλάττης ἐξέβησαν, τῶν δ᾽ ὑπαίθρων ἐπεκράτουν: Καρχηδόνιοι δὲ τῆς μὲν θαλάττης ἐκυρίευον, τῆς δὲ γῆς οὐχ ὅλως ἀπήλπιζον. [3] μετὰ δὲ ταῦτα πάντες ἐπὶ μὲν τοῖς ὅλοις ἐσχετλίαζον, οἵ τ᾽ ἐν τῇ Ῥώμῃ καὶ τὰ περὶ τὸ Λιλύβαιον στρατόπεδα, διὰ τὰ προειρημένα συμπτώματα: [4] τῆς γε μὴν προθέσεως οὐκ ἀφίσταντο τῆς κατὰ τὴν πολιορκίαν, ἀλλ᾽ οἱ μὲν ἐχορήγουν κατὰ γῆν ἀπροφασίστως, οἱ δὲ προσεκαρτέρουν ταύτῃ κατὰ τὸ δυνατόν. [5] ὁ δ᾽ Ἰούνιος ἀνακομισθεὶς ἐπὶ τὸ στρατόπεδον ἐκ τῆς ναυαγίας καὶ περιπαθὴς ὤν, ἐγένετο πρὸς τὸ
καινοτομῆσαί τι καὶ πρᾶξαι τῶν δεόντων, σπουδάζων ἀναμαχέσασθαι τὴν γεγενημένην περιπέτειαν. [6] διὸ καὶ βραχείας αὐτῷ παραπεσούσης ἀφορμῆς, καταλαμβάνει πραξικοπήσας τὸν Ἔρυκα καὶ γίνεται τοῦ τε τῆς Ἀφροδίτης ἱεροῦ καὶ τῆς πόλεως ἐγκρατής. [7] ὁ δ᾽ Ἔρυξ ἔστι μὲν ὄρος παρὰ θάλατταν τῆς Σικελίας ἐν τῇ παρὰ τὴν Ἰταλίαν κειμένῃ πλευρᾷ μεταξὺ Δρεπάνων καὶ Πανόρμου, μᾶλλον δ᾽ ὅμορον καὶ συνάπτον πρὸς τὰ Δρέπανα, μεγέθει δὲ παρὰ πολὺ διαφέρον τῶν κατὰ τὴν Σικελίαν ὀρῶν πλὴν τῆς Αἴτνης. [8] τούτου δ᾽ ἐπ᾽ αὐτῆς μὲν τῆς κορυφῆς, οὔσης ἐπιπέδου, κεῖται τὸ τῆς Ἀφροδίτης τῆς Ἐρυκίνης ἱερόν, ὅπερ ὁμολογουμένως ἐπιφανέστατόν ἐστι τῷ τε πλούτῳ καὶ τῇ λοιπῇ προστασίᾳ τῶν κατὰ τὴν Σικελίαν ἱερῶν: [9] ἡ δὲ πόλις ὑπ᾽ αὐτὴν τὴν κορυφὴν τέτακται, πάνυ μακρὰν ἔχουσα καὶ προσάντη πανταχόθεν τὴν ἀνάβασιν. [10] ἐπί τε δὴ τὴν κορυφὴν ἐπιστήσας φυλακήν, ὁμοίως δὲ καὶ τὴν ἀπὸ Δρεπάνων πρόσβασιν ἐτήρει φιλοτίμως ἀμφοτέρους τοὺς τόπους καὶ μᾶλλον ἔτι τὸν τῆς ἀναβολῆς, πεπεισμένος οὕτως καὶ τὴν πόλιν ἀσφαλῶς καὶ τὸ σύμπαν ὄρος ὑφ᾽ αὑτὸν ἕξειν.

  [1] οἱ δὲ Καρχηδόνιοι μετὰ ταῦτα στρατηγὸν καταστήσαντες αὑτῶν Ἀμίλκαν τὸν Βάρκαν ἐπικαλούμενον, τούτῳ τὰ κατὰ τὸν στόλον ἐνεχείρισαν: [2] ὃς παραλαβὼν τὰς ναυτικὰς δυνάμεις ὥρμησεν πορθήσων τὴν Ἰταλίαν. ἔτος δ᾽ ἦν ὀκτωκαιδέκατον τῷ πολέμῳ. [3] κατασύρας δὲ τὴν Λοκρίδα καὶ τὴν Βρεττιανὴν χώραν, ἀποπλέων ἐντεῦθεν κατῆρε παντὶ τῷ στόλῳ πρὸς τὴν Πανορμῖτιν καὶ καταλαμβάνει τὸν ἐπὶ τῆς Εἱρκτῆς λεγόμενον τόπον, ὃς κεῖται μὲν Ἔρυκος καὶ Πανόρμου μεταξὺ πρὸς θαλάττῃ, πολὺ δέ τι τῶν ἄλλων δοκεῖ διαφέρειν τόπων ἐπιτηδειότητι πρὸς ἀσφάλειαν στρατοπέδων καὶ χρονισμόν. [4] ἔστι γὰρ ὄρος περίτομον ἐξανεστηκὸς ἐκ τῆς περικειμένης χώρας εἰς ὕψος ἱκανόν. τούτου δ᾽ ἡ περίμετρος τῆς ἄνω στεφάνης οὐ λείπει τῶν ἑκατὸν σταδίων, ὑφ᾽ ἧς ὁ περιεχόμενος τόπος εὔβοτος ὑπάρχει καὶ γεωργήσιμος, πρὸς μὲν τὰς πελαγίους πνοιὰς εὐφυῶς κείμενος, θανασίμων δὲ θηρίων εἰς τέλος ἄμοιρος. [5] περιέχεται δὲ κρημνοῖς ἀπροσίτοις ἔκ τε τοῦ κατὰ θάλατταν μέρους καὶ τοῦ παρὰ τὴν μεσόγαιαν παρήκοντος, τὰ δὲ μεταξὺ τούτων ἐστὶν ὀλίγης καὶ βραχείας δεόμενα κατασκευῆς. [6] ἔχει δ᾽ ἐν αὑτῷ καὶ μαστόν, ὃς ἅμα μὲν ἀκροπόλεως, ἅμα δὲ σκοπῆς εὐφυοῦς λαμβάνει τάξιν κατὰ τῆς ὑποκειμένης χώρας. [7] κρατεῖ δὲ καὶ λιμένος εὐκαίρου πρὸς τὸν ἀπὸ Δρεπάνων καὶ Λιλυβαίου δρόμον ἐπὶ τὴν Ἰταλίαν, ἐν ᾧ πλῆθος ὕδατος ἄφθονον ὑπάρχει. [8] προσόδους δὲ τὰς πάσας ἔχει τριττὰς δυσχερεῖς, δύο μὲν ἀπὸ τῆς χώρας, μίαν δ᾽ ἀπὸ τῆς θαλάττης. ἐν ᾧ καταστρατοπεδεύσας παραβόλως Ἀμίλκας, [9] ὡς ἂν μήτε πόλεως οἰκείας μήτ᾽ ἄλλης ἐλπίδος μηδεμιᾶς ἀντεχόμενος, εἰς μέσους δὲ τοὺς πολεμίους ἑαυτὸν δεδωκώς, ὅμως οὐ μικροὺς οὐδὲ τοὺς τυχόντας Ῥωμαίοις ἀγῶνας καὶ κινδύνους παρεσκεύασεν. [10] πρῶτον μὲν γὰρ ἐντεῦθεν ὁρμώμενος κατὰ θάλατταν τὴν παραλίαν τῆς Ἰταλίας ἐπόρθει μέχρι τῆς Κυμαίων χώρας, [11] δεύτερον δὲ κατὰ γῆν παραστρατοπεδευσάντων αὐτῷ Ῥωμαίων πρὸ τῆς Πανορμιτῶν πόλεως ἐν ἴσως πέντε σταδίοις πολλοὺς καὶ ποικίλους ἀγῶνας συνεστήσατο κατὰ γῆν σχεδὸν ἐπὶ τρεῖς ἐνιαυτούς. περὶ ὧν οὐχ οἷόν τε διὰ τῆς γρα

  [1] φῆς τὸν κατὰ μέρος ἀποδοῦναι λόγον: καθάπερ γὰρ ἐπὶ τῶν διαφερόντων πυκτῶν καὶ ταῖς γενναιότησι καὶ ταῖς εὐεξίαις, ὅταν εἰς τὸν ὑπὲρ αὐτοῦ τοῦ στεφάνου συγκαταστάντες καιρὸν διαμάχωνται πληγὴν ἐπὶ πληγῇ τιθέντες ἀδιαπαύστως, λόγον μὲν ἢ πρόνοιαν ἔχειν ὑπὲρ ἑκάστης ἐπιβολῆς καὶ πληγῆς οὔτε τοῖς ἀγωνιζομένοις οὔτε τοῖς θεωμένοις ἐστὶ δυνατόν, [2] ἐκ δὲ τῆς καθόλου τῶν ἀνδρῶν ἐνεργείας καὶ τῆς ἑκατέρου φιλοτιμίας ἔστι καὶ τῆς ἐμπειρίας αὐτῶν καὶ τῆς δυνάμεως, πρὸς δὲ καὶ τῆς εὐψυχίας, ἱκανὴν ἔννοιαν λαβεῖν, οὕτως δὲ καὶ περὶ τῶν νῦν λεγομένων στρατηγῶν. [3] τὰς μὲν γὰρ αἰτίας ἢ τοὺς τρόπους, δι᾽ ὧν ἀν᾽ ἑκάστην ἡμέραν ἐποιοῦντο κατ᾽ ἀλλήλων ἐνέδρας, ἀντενέδρας, ἐπιθέσεις, προσβολάς, οὔτ᾽ ἂν ὁ γράφων ἐξαριθμούμενος ἐφίκοιτο, τοῖς τ᾽ ἀκούουσιν ἀπέραντος ἅμα δ᾽ ἀνωφελὴς ἂν ἐκ τῆς ἀναγνώσεως γίνοιτο χρεία: [4] ἐκ δὲ τῆς καθολικῆς ἀποφάσεως περὶ αὐτῶν καὶ τοῦ τέλους τῆς φιλοτιμίας μᾶλλον ἄν τις εἰς ἔννοιαν ἔλθοι τῶν προειρημένων. [5] οὔτε γὰρ τῶν ἐξ ἱστορίας στρατηγημάτων οὔτε τῶν ἐκ τοῦ καιροῦ καὶ τῆς ὑποκειμένης περιστάσεως ἐπινοημάτων οὔτε τῶν εἰς παράβολον καὶ βίαιον ἀνηκόντων τόλμαν οὐδὲν παρελείφθη. [6] κρίσιν γε μὴν ὁλοσχερῆ γενέσθαι διὰ πλείους αἰτίας οὐχ οἷόν τ᾽ ἦν: αἵ τε γὰρ δυνάμεις ἀμφοτέρων ἦσαν ἐφάμιλλοι, τά τε κατὰ τοὺς χάρακας ὁμοίως ἀπρόσιτα διὰ τὴν ὀχυρότητα, τό τε διάστημα τῶν στρατοπέδων βραχὺ παντελῶς. [7] ὅπερ αἴτιον ἦν μάλιστα τοῦ τὰς μὲν κατὰ μέρος συμπτώσεις ἀπαύστους γίνεσθαι καθ᾽ ἡμέραν, ὁλοσχερὲς δὲ συντελεῖσθαι μηδέν. [8] τούτους γὰρ αὐτοὺς ἀεὶ συνέβαινε διαφθείρεσθαι κατὰ τὰς συμπλοκάς, τοὺς ἐν χειρῶν νόμῳ περιπεσόντας: οἱ δ᾽ ἅπαξ ἐγκλίναντες εὐθέως ἐκτὸς τοῦ δεινοῦ πάντες ἦσαν ὑπὸ τα�
�ς αὑτῶν ἀσφαλείαις καὶ πάλιν ἐκ μεταβολῆς ἐκινδύνευον.

  [1] οὐ μὴν ἀλλ᾽ ὥσπερ ἀγαθὸς βραβευτὴς ἡ τύχη μεταβιβάσασα παραβόλως αὐτοὺς ἐκ τοῦ προειρημένου τόπου καὶ τοῦ προϋπάρχοντος ἀθλήματος εἰς παραβολώτερον ἀγώνισμα καὶ τόπον ἐλάττω συνέκλεισεν. [2] ὁ γὰρ Ἀμίλκας, τῶν Ῥωμαίων τὸν Ἔρυκα τηρούντων ἐπί τε τῆς κορυφῆς καὶ παρὰ τὴν ῥίζαν, καθάπερ εἴπομεν, κατελάβετο τὴν πόλιν τῶν Ἐρυκίνων, ἥτις ἦν μεταξὺ τῆς τε κορυφῆς καὶ τῶν πρὸς τῇ ῥίζῃ στρατοπεδευσάντων. [3] ἐξ οὗ συνέβαινε παραβόλως μὲν ὑπομένειν καὶ διακινδυνεύειν πολιορκουμένους τοὺς τὴν κορυφὴν κατέχοντας τῶν Ῥωμαίων, ἀπίστως δὲ τοὺς Καρχηδονίους ἀντέχειν, τῶν τε πολεμίων πανταχόθεν προσκειμένων καὶ τῶν χορηγιῶν οὐ ῥᾳδίως αὐτοῖς παρακομιζομένων, ὡς ἂν τῆς θαλάττης καθ᾽ ἕνα τόπον καὶ μίαν πρόσοδον ἀντεχομένοις. [4] οὐ μὴν ἀλλὰ πάλιν ἐνταῦθα πάσαις μὲν ἀμφότεροι ταῖς πολιορκητικαῖς ἐπινοίαις καὶ βίαις χρησάμενοι κατ᾽ ἀλλήλων, πᾶν δὲ γένος ἐνδείας ἀνασχόμενοι, πάσης δ᾽ ἐπιθέσεως καὶ μάχης πεῖραν λαβόντες, [5] τέλος οὐχ, ὡς Φάβιός φησιν, ἐξαδυνατοῦντες καὶ περικακοῦντες, ἀλλ᾽ ὡς ἂν ἀπαθεῖς καὶ ἀήττητοί τινες ἄνδρες ἱερὸν ἐποίησαν τὸν στέφανον. [6] πρότερον γὰρ ἢ ‘κείνους ἀλλήλων ἐπικρατῆσαι, καίπερ δύ᾽ ἔτη πάλιν ἐν τούτῳ τῷ τόπῳ διαγωνισαμένους, δι᾽ ἄλλου τρόπου συνέβη λαβεῖν τὸν πόλεμον τὴν κρίσιν. [7]

 

‹ Prev