Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 203
Delphi Complete Works of Polybius Page 203

by Polybius


  [1] βασιλεῖ: ταῦτα λέγοντος ἔτι τοῦ προειρημένου διοργισθεὶς Ἑρμείας πολὺν ἔφησεν αὐτὸν χρόνον ἐπίβουλον ὄντα καὶ προδότην τῆς βασιλείας διαλεληθέναι, [2] νῦν δὲ καλῶς ποιοῦντα φανερὸν ἐκ τῆς συμβουλῆς γεγονέναι, σπουδάζοντα μετ᾽ ὀλίγων ἐγχειρίσαι τὸ τοῦ βασιλέως σῶμα τοῖς ἀποστάταις. [3] τότε μὲν οὖν οἷον ὑποθύψας τὴν διαβολὴν παρῆκε τὸν Ἐπιγένην, πικρίαν ἄκαιρον μᾶλλον ἢ δυσμένειαν ἐπιφήνας: [4] αὐτὸς δὲ κατὰ τὴν αὑτοῦ γνώμην τὴν μὲν ἐπὶ τὸν Μόλωνα στρατείαν, κατάφοβος ὢν τὸν κίνδυνον, ἐξέκλινε διὰ τὴν ἀπειρίαν τῶν πολεμικῶν, ἐπὶ δὲ τὸν Πτολεμαῖον ἐσπούδαζε στρατεύειν, ἀσφαλῆ τοῦτον εἶναι πεπεισμένος τὸν πόλεμον διὰ τὴν τοῦ προειρημένου βασιλέως ῥᾳθυμίαν. [5] τότε μὲν οὖν καταπληξάμενος τοὺς ἐν τῷ συνεδρίῳ πάντας ἐπὶ μὲν τὸν Μόλωνα στρατηγοὺς ἐξέπεμψε μετὰ δυνάμεως Ξένωνα καὶ Θεόδοτον τὸν ἡμιόλιον, τὸν δ᾽ Ἀντίοχον παρώξυνε συνεχῶς, οἰόμενος δεῖν ἐπιβάλλειν τὰς χεῖρας τοῖς κατὰ Κοίλην Συρίαν πράγμασι, [6] μόνως οὕτως ὑπολαμβάνων, εἰ πανταχόθεν τῷ νεανίσκῳ περισταίη πόλεμος, οὔτε τῶν πρότερον ἡμαρτημένων ὑφέξειν δίκας οὔτε τῆς παρούσης ἐξουσίας κωλυθήσεσθαι διὰ τὰς χρείας καὶ τοὺς ἀεὶ περιισταμένους ἀγῶνας τῷ βασιλεῖ καὶ κινδύνους. [7] διὸ καὶ τὸ τελευταῖον ἐπιστολὴν πλάσας ὡς παρ᾽ Ἀχαιοῦ διαπεσταλμένην προσήνεγκε τῷ βασιλεῖ, διασαφοῦσαν ὅτι Πτολεμαῖος αὐτὸν παρακαλεῖ πραγμάτων ἀντιποιήσασθαι καί φησι καὶ ναυσὶ καὶ χρήμασι χορηγήσειν πρὸς πάσας τὰς ἐπιβολάς, ἐὰν ἀναλάβῃ διάδημα καὶ φανερὸς γένηται πᾶσιν ἀντιποιούμενος τῆς ἀρχῆς, [8] ἣν τοῖς πράγμασιν ἔχειν αὐτὸν καὶ νῦν, τῆς δ᾽ ἐπιγραφῆς αὑτῷ φθονοῦντα τὸν ὑπὸ τῆς τύχης διδόμενον ἀποτρίβεσθαι στέφανον. [9]

  [1] ὁ μὲν οὖν βασιλεὺς πιστεύσας τοῖς γραφομένοις ἕτοιμος ἦν καὶ μετέωρος στρατεύειν ἐπὶ Κοίλην Συ ρίαν. ὄντος δ᾽ αὐτοῦ κατὰ τοὺς καιροὺς τούτους περὶ Σελεύκειαν τὴν ἐπὶ τοῦ Ζεύγματος, παρῆν Διόγνητος ὁ ναύαρχος ἐκ Καππαδοκίας τῆς περὶ τὸν Εὔξεινον, ἄγων Λαοδίκην τὴν Μιθριδάτου τοῦ βασιλέως θυγατέρα, παρθένον οὖσαν, γυναῖκα τῷ βασιλεῖ κατωνομασμένην. [2] ὁ δὲ Μιθριδάτης εὔχετο μὲν ἀπόγονος εἶναι τῶν ἑπτὰ Περσῶν ἑνὸς τῶν ἐπανελομένων τὸν μάγον, διατετηρήκει δὲ τὴν δυναστείαν ἀπὸ προγόνων τὴν ἐξ ἀρχῆς αὐτοῖς διαδοθεῖσαν ὑπὸ Δαρείου παρὰ τὸν Εὔξεινον πόντον. [3] Ἀντίοχος δὲ προσδεξάμενος τὴν παρθένον μετὰ τῆς ἁρμοζούσης ἀπαντήσεως καὶ προστασίας εὐθέως ἐπετέλει τοὺς γάμους, μεγαλοπρεπῶς καὶ βασιλικῶς χρώμενος ταῖς παρασκευαῖς. [4] μετὰ δὲ τὴν συντέλειαν τῶν γάμων καταβὰς εἰς Ἀντιόχειαν, βασίλισσαν ἀποδείξας τὴν Λαοδίκην, λοιπὸν ἐγίνετο περὶ τὴν τοῦ πολέμου παρασκευήν.

  [1] κατὰ δὲ τοὺς καιροὺς τούτους Μόλων, [5] ἑτοίμους παρεσκευακὼς πρὸς πᾶν τοὺς ἐκ τῆς ἰδίας σατραπείας ὄχλους διά τε τὰς ἐλπίδας τὰς ἐκ τῶν ὠφελειῶν καὶ τοὺς φόβους, οὓς ἐνειργάσατο τοῖς ἡγεμόσιν ἀνατατικὰς καὶ ψευδεῖς εἰσφέρων ἐπιστολὰς παρὰ τοῦ βασιλέως, [6] ἕτοιμον δὲ συναγωνιστὴν ἔχων τὸν ἀδελφὸν Ἀλέξανδρον, ἠσφαλισμένος δὲ καὶ τὰ κατὰ τὰς παρακειμένας σατραπείας διὰ τῆς τῶν προεστώτων εὐνοίας καὶ δωροδοκίας, ἐξεστράτευσε μετὰ μεγάλης δυνάμεως ἐπὶ τοὺς τοῦ βασιλέως στρατηγούς. [7] οἱ δὲ περὶ τὸν Ξένωνα καὶ Θεόδοτον καταπλαγέντες τὴν ἔφοδον ἀνεχώρησαν εἰς τὰς πόλεις. [8] ὁ δὲ Μόλων κύριος γενόμενος τῆς Ἀπολλωνιάτιδος χώρας εὐπορεῖτο ταῖς χορηγίαις ὑπερβαλλόντως. ἦν δὲ φοβερὸς μὲν καὶ πρὸ τοῦ διὰ τὸ μέγεθος τῆς δυναστείας. τά τε γὰρ ἱπποφόρβια πάντα τὰ βασιλικὰ Μήδοις ἐγκεχείρισται, σίτου τε καὶ θρεμμάτων πλῆθος ἀναρίθμητον παρ᾽ αὐτοῖς ἐστι. [2] περί γε μὴν τῆς ὀχυρότητος καὶ τοῦ μεγέθους τῆς χώρας οὐδ᾽ ἂν εἰπεῖν δύναιτ᾽ ἀξίως οὐδείς. [3] ἡ γὰρ Μηδία κεῖται μὲν περὶ μέσην τὴν Ἀσίαν, διαφέρει δὲ καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὴν εἰς ὕψος ἀνάτασιν πάντων τῶν κατὰ τὴν Ἀσίαν τόπων, ὡς πρὸς μέρος θεωρουμένη. [4] καὶ μὴν ἐπίκειται τοῖς ἀλκιμωτάτοις καὶ μεγίστοις ἔθνεσι. πρόκειται γὰρ αὐτῆς παρὰ μὲν τὴν ἕω καὶ τὰ πρὸς ἀνατολὰς μέρη τὰ κατὰ τὴν ἔρημον πεδία τὴν μεταξὺ κειμένην τῆς Περσίδος καὶ τῆς Παρθυαίας: [5] ἐπίκειται δὲ καὶ κρατεῖ τῶν καλουμένων Κασπίων πυλῶν, συνάπτει δὲ τοῖς Ταπύρων ὄρεσιν, ἃ δὴ τῆς Ὑρκανίας θαλάττης οὐ πολὺ διέστηκε. [6] τοῖς δὲ πρὸς μεσημβρίαν κλίμασι καθήκει πρός τε τὴν Μεσοποταμίαν καὶ τὴν Ἀπολλωνιᾶτιν χώραν, παράκειται δὲ τῇ Περσίδι, προβεβλημένη τὸ Ζάγρον ὄρος, [7] ὃ τὴν μὲν ἀνάβασιν ἔχει πρὸς ἑκατὸν στάδια, διαφορὰς δὲ καὶ συγκλείσεις πλείους ἔχον ἐν αὑτῷ διέζευκται κοιλάσι, κατὰ δέ τινας τόπους αὐλῶσιν, οὓς κατοικοῦσι Κοσσαῖοι καὶ Κορβρῆναι καὶ Κάρχοι καὶ πλείω γένη βαρβάρων ἕτερα, διαφέρειν δοκοῦντα πρὸς τὰς πολεμικὰς χρείας. [8] τοῖς δὲ πρὸς τὰς δύσεις μέρεσι κειμένοις συνάπτει τοῖς Σατραπείοις καλουμένοις: τούτοις δὲ συμβαίνει μὴ πολὺ διεστάναι τῶν ἐθνῶν τῶν ἐπὶ τὸν Εὔξεινον καθηκόντων πόντον. [9] τὰ δ᾽ ἐπὶ τὰς ἄρκτους αὐτῆς τετραμμένα μέρη περιέχεται μὲν Ἐλυμαίοις καὶ τοῖς Ἀνιαράκαις, [10] ἔτι δὲ Καδουσ
ίοις καὶ Ματιανοῖς, ὑπέρκειται δὲ τῶν συναπτόντων πρὸς τὴν Μαιῶτιν τοῦ Πόντου μερῶν. [11] αὐτὴ δ᾽ ἡ Μηδία διέζευκται πλείοσιν ὄρεσιν ἀπὸ τῆς ἠοῦς ἕως πρὸς τὰς δύσεις, ὧν μεταξὺ κεῖται πεδία πληθύοντα πόλεσι καὶ κώμαις.

  [1] κυριεύων δὲ ταύτης τῆς χώρας, βασιλικὴν ἐχούσης περίστασιν, καὶ πάλαι μὲν φοβερὸς ἦν, ὡς πρότερον εἶπα, διὰ τὴν ὑπεροχὴν τῆς δυναστείας: [2] τότε δὲ καὶ τῶν τοῦ βασιλέως στρατηγῶν δοκούντων παρακεχωρηκέναι τῶν ὑπαίθρων αὐτῷ καὶ τῶν ἰδίων δυνάμεων ἐπηρμένων ταῖς ὁρμαῖς διὰ τὸ κατὰ λόγον σφίσι προχωρεῖν τὰς πρώτας ἐλπίδας, τελέως ἐδόκει φοβερὸς εἶναι καὶ ἀνυπόστατος πᾶσι τοῖς τὴν Ἀσίαν κατοικοῦσι. [3] διὸ τὸ μὲν πρῶτον ἐπεβάλετο διαβὰς τὸν Τίγριν πολιορκεῖν τὴν Σελεύκειαν: [4] κωλυθείσης δὲ τῆς διαβάσεως ὑπὸ Ζεύξιδος διὰ τὸ καταλαβέσθαι τὰ ποτάμια πλοῖα, τοῦτον τὸν τρόπον ἀναχωρήσας εἰς τὴν ἐν τῇ Κτησιφῶντι λεγομένῃ στρατοπεδείαν παρεσκεύαζε ταῖς δυνάμεσι τὰ πρὸς τὴν παραχειμασίαν. [5]

  [1] ὁ δὲ βασιλεὺς ἀκούσας τήν τε τοῦ Μόλωνος ἔφοδον καὶ τὴν τῶν ἰδίων στρατηγῶν ἀναχώρησιν αὐτὸς μὲν ἦν ἕτοιμος πάλιν ἐπὶ τὸν Μόλωνα στρατεύειν, ἀποστὰς τῆς ἐπὶ τὸν Πτολεμαῖον ὁρμῆς, καὶ μὴ προΐεσθαι τοὺς καιρούς: [6] Ἑρμείας δέ, τηρῶν τὴν ἐξ ἀρχῆς πρόθεσιν ἐπὶ μὲν τὸν Μόλωνα Ξενοίταν τὸν Ἀχαιὸν ἐξέπεμψε στρατηγὸν αὐτοκράτορα μετὰ δυνάμεως, φήσας δεῖν πρὸς μὲν τοὺς ἀποστάτας στρατηγοῖς πολεμεῖν, πρὸς δὲ τοὺς βασιλεῖς αὐτὸν ποιεῖσθαι τὸν βασιλέα καὶ τὰς ἐπιβολὰς καὶ τοὺς ὑπὲρ τῶν ὅλων ἀγῶνας, [7] αὐτὸς δὲ διὰ τὴν ἡλικίαν ὑποχείριον ἔχων τὸν νεανίσκον προῆγε, καὶ συνήθροιζε τὰς δυνάμεις εἰς Ἀπάμειαν: ἐντεῦθεν δ᾽ ἀναζεύξας ἧκε πρὸς τὴν Λαοδίκειαν. [8] ἀφ᾽ ἧς ποιησάμενος τὴν ὁρμὴν ὁ βασιλεὺς μετὰ πάσης τῆς στρατιᾶς, καὶ διελθὼν τὴν ἔρημον, ἐνέβαλεν εἰς τὸν αὐλῶνα τὸν προσαγορευόμενον Μαρσύαν, [9] ὃς κεῖται μὲν μεταξὺ τῆς κατὰ τὸν Λίβανον καὶ τὸν Ἀντιλίβανον παρωρείας, συνάγεται δ᾽ εἰς στενὸν ὑπὸ τῶν προειρημένων ὀρῶν. [10] συμβαίνει δὲ καὶ τοῦτον αὐτὸν τὸν τόπον, ᾗ στενώτατός ἐστι, διείργεσθαι τενάγεσι καὶ λίμναις, ἐξ ὧν ὁ μυρεψικὸς κείρεται κάλαμος. ἐπίκειται δὲ τοῖς στενοῖς ἐκ μὲν θατέρου μέρους Βρόχοι προσαγορευόμενόν τι χωρίον, ἐκ δὲ θατέρου Γέρρα, στενὴν ἀπολείποντα πάροδον. [2] ποιησάμενος δὲ διὰ τοῦ προειρημένου τὴν πορείαν αὐλῶνος ἐπὶ πλείους ἡμέρας, καὶ προσαγαγόμενος τὰς παρακειμένας πόλεις, παρῆν πρὸς τὰ Γέρρα. [3] καταλαβὼν δὲ τὸν Θεόδοτον τὸν Αἰτωλὸν προκατειληφότα τὰ Γέρρα καὶ τοὺς Βρόχους, τὰ δὲ παρὰ τὴν λίμνην στενὰ διωχυρωμένον τάφροις καὶ χάραξι καὶ διειληφότα φυλακαῖς εὐκαίροις, τὸ μὲν πρῶτον ἐπεβάλετο βιάζεσθαι, [4] πλείω δὲ πάσχων ἢ ποιῶν κακὰ διὰ τὴν ὀχυρότητα τῶν τόπων καὶ διὰ τὸ μένειν ἔτι τὸν Θεόδοτον ἀκέραιον, ἀπέστη τῆς ἐπιβολῆς. [5] διὸ καὶ τοιαύτης οὔσης τῆς περὶ τοὺς τόπους δυσχρηστίας, προσπεσόντος αὐτῷ Ξενοίταν ἐπταικέναι τοῖς ὅλοις καὶ τὸν Μόλωνα πάντων τῶν ἄνω τόπων ἐπικρατεῖν, ἀφέμενος τούτων ὥρμησε τοῖς οἰκείοις πράγμασι βοηθήσων. [6]

  [1] ὁ γὰρ Ξενοίτας ὁ στρατηγὸς ἀποσταλεὶς αὐτοκράτωρ, καθάπερ ἐπάνω προεῖπα, καὶ μείζονος ἐξουσίας ἢ κατὰ τὴν προσδοκίαν τυχών, ὑπεροπτικώτερον μὲν ἐχρῆτο τοῖς αὑτοῦ φίλοις, θρασύτερον δὲ ταῖς πρὸς τοὺς ἐχθροὺς ἐπιβολαῖς. [7] οὐ μὴν ἀλλὰ καταζεύξας εἰς τὴν Σελεύκειαν, καὶ μεταπεμψάμενος Διογένην τὸν τῆς Σουσιανῆς ἔπαρχον καὶ Πυθιάδην τὸν τῆς Ἐρυθρᾶς θαλάττης, ἐξῆγε τὰς δυνάμεις, καὶ λαβὼν πρόβλημα τὸν Τίγριν ποταμὸν ἀντεστρατοπέδευσε τοῖς πολεμίοις. [8] πλειόνων δὲ διακολυμβώντων πρὸς αὐτὸν ἀπὸ τῆς τοῦ Μόλωνος στρατοπεδείας, καὶ δηλούντων ὡς ἐὰν διαβῇ τὸν ποταμόν, ἅπαν ἀπονεύσει πρὸς αὐτὸν τὸ τοῦ Μόλωνος στρατόπεδον — τῷ μὲν γὰρ Μόλωνι φθονεῖν, τῷ δὲ βασιλεῖ τὸ πλῆθος εὔνουν ὑπάρχειν διαφερόντως — ἐπαρθεὶς τούτοις ὁ Ξενοίτας ἐπεβάλετο διαβαίνειν τὸν Τίγριν. [9] ὑποδείξας δὲ διότι μέλλει ζευγνύναι τὸν ποταμὸν κατά τινα νησίζοντα τόπον, τῶν μὲν πρὸς τοῦτο τὸ μέρος ἐπιτηδείων οὐδὲν ἡτοίμαζε, διὸ καὶ συνέβη καταφρονῆσαι τοὺς περὶ τὸν Μόλωνα τῆς ὑποδεικνυμένης ἐπιβολῆς, [10] τὰ δὲ πλοῖα συνήθροιζε καὶ κατήρτιζε καὶ πολλὴν ἐπιμέλειαν ἐποιεῖτο περὶ τούτων. [11] ἐπιλέξας δ᾽ ἐκ παντὸς τοῦ στρατεύματος τοὺς εὐρωστοτάτους ἱππεῖς καὶ πεζούς, ἐπὶ τῆς παρεμβολῆς ἀπολιπὼν Ζεῦξιν καὶ Πυθιάδην παρῆλθε νυκτὸς ὡς ὀγδοήκοντα σταδίους ὑποκάτω τῆς τοῦ Μόλωνος στρατοπεδείας, [12] καὶ διακομίσας τοῖς πλοίοις τὴν δύναμιν ἀσφαλῶς νυκτὸς ἔτι κατεστρατοπέδευσε, λαβὼν εὐφυῆ τόπον, ᾧ συνέβαινε κατὰ μὲν τὸ πλεῖστον ὑπὸ τοῦ ποταμοῦ περιέχεσθαι, τὸ δὲ λοιπὸν ἕλεσιν ἠσφαλίσθαι καὶ τέλμασιν. ὁ δὲ Μόλων συνεὶς τὸ γεγονὸς ἐξαπέστειλε τοὺς ἱππεῖς, ὡς κωλύσων τοὺς ἐπιδιαβαίνοντας ῥᾳδίως καὶ συντρίψων τοὺς ἤδη διαβεβηκότας: [2] οἳ καὶ συνεγγίσαντες τοῖς περὶ τὸν Ξενοίταν διὰ τὴν ἄγνοιαν τῶν τόπων οὐ προσεδέοντο τῶν πολεμίων, αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν βαπτιζόμενοι καὶ καταδύνοντες ἐν τοῖς τέλμασιν ἄχρηστοι μὲν ἦσαν ἅπαντες, π�
�λλοὶ δὲ καὶ διεφθάρησαν αὐτῶν. [3] ὁ δὲ Ξενοίτας, πεπεισμένος, ἐὰν πλησιάσῃ, μεταβαλεῖσθαι τὰς τοῦ Μόλωνος πρὸς αὐτὸν δυνάμεις, προελθὼν παρὰ τὸν ποταμὸν καὶ συνεγγίσας παρεστρατοπέδευσε τοῖς ὑπεναντίοις. [4] κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Μόλων, εἴτε καὶ στρατηγήματος χάριν εἴτε καὶ διαπιστήσας ταῖς δυνάμεσι, μή τι συμβῇ τῶν ὑπὸ τοῦ Ξενοίτου προσδοκωμένων, ἀπολιπὼν ἐν τῷ χάρακι τὴν ἀποσκευὴν ἀνέζευξε νυκτός, καὶ προῆγε σύντονον ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Μηδίας. [5] ὁ δὲ Ξενοίτας, ὑπολαβὼν πεφευγέναι τὸν Μόλωνα καταπεπληγμένον τὴν ἔφοδον αὐτοῦ καὶ διαπιστοῦντα ταῖς ἰδίαις αὑτοῦ δυνάμεσι, τὸ μὲν πρῶτον ἐπιστρατοπεδεύσας κατελάβετο τὴν τῶν πολεμίων παρεμβολήν, καὶ διεπεραίου πρὸς αὑτὸν τοὺς ἰδίους ἱππεῖς καὶ τὰς τούτων ἀποσκευὰς ἐκ τῆς Ζεύξιδος παρεμβολῆς: [6] μετὰ δὲ ταῦτα συναθροίσας παρεκάλει τοὺς πολλοὺς θαρρεῖν καὶ καλὰς ἐλπίδας ἔχειν ὑπὲρ τῶν ὅλων, ὡς πεφευγότος τοῦ Μόλωνος. [7] ταῦτα δ᾽ εἰπὼν ἐπιμελεῖσθαι παρήγγειλε καὶ θεραπεύειν αὑτοὺς ἅπασιν, ὡς ἐκ ποδὸς ἀκο

  [1] λουθήσων πρωῒ τοῖς ὑπεναντίοις. οἱ δὲ πολλοὶ κατατεθαρρηκότες καὶ παντοδαπῆς ἐπειλημμένοι χορηγίας, ὥρμησαν πρὸς ἀπόλαυσιν καὶ μέθην καὶ τὴν ταῖς τοιαύταις ὁρμαῖς παρεπομένην ῥᾳθυμίαν. [2] ὁ δὲ Μόλων διανύσας ἱκανόν τινα τόπον καὶ δειπνοποιησάμενος παρῆν ἐξ ὑποστροφῆς, καὶ καταλαβὼν ἐρριμμένους καὶ μεθύοντας πάντας, προσέβαλε τῷ χάρακι τῶν πολεμίων ὑπὸ τὴν ἑωθινήν. [3] οἱ δὲ περὶ τὸν Ξενοίταν ἐκπλαγέντες ἐπὶ τοῖς συμβαίνουσι διὰ τὸ παράδοξον, ἀδυνατοῦντες δὲ τοὺς πολλοὺς ἐγείρειν διὰ τὴν κατέχουσαν αὐτοὺς μέθην, αὐτοὶ μὲν ἀλόγως ὁρμήσαντες εἰς τοὺς πολεμίους διεφθάρησαν, [4] τῶν δὲ κοιμωμένων οἱ μὲν πλείους ἐν αὐταῖς ταῖς στιβάσι κατεκόπησαν, οἱ δὲ λοιποὶ ῥιπτοῦντες ἑαυτοὺς εἰς τὸν ποταμὸν ἐπειρῶντο διαβαίνειν πρὸς τὴν ἀντίπερα στρατοπεδείαν: οὐ μὴν ἀλλ᾽ οἱ πλείους καὶ τούτων ἀπώλλυντο. [5] καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία περὶ τὰ στρατόπεδα καὶ κυδοιμός: πάντες γὰρ ἐκπλαγεῖς καὶ περιδεεῖς ἦσαν, [6] ἅμα δὲ καὶ τῆς ἀντίπερα παρεμβολῆς ὑπὸ τὴν ὄψιν οὔσης ἐν πάνυ βραχεῖ διαστήματι, τῆς μὲν τοῦ ποταμοῦ βίας καὶ δυσχρηστίας ἐξελανθάνοντο διὰ τὴν ἐπιθυμίαν τὴν πρὸς τὸ σῴζεσθαι, [7] κατὰ δὲ τὴν παράστασιν καὶ τὴν ὁρμὴν τὴν πρὸς τὴν σωτηρίαν ἐρρίπτουν ἑαυτοὺς εἰς τὸν ποταμόν, ἐνίεσαν δὲ καὶ τὰ ὑποζύγια σὺν ταῖς ἀποσκευαῖς, [8] ὡς τοῦ ποταμοῦ κατά τινα πρόνοιαν αὐτοῖς συνεργήσοντος καὶ διακομιοῦντος ἀσφαλῶς πρὸς τὴν ἀντίπερα κειμένην στρατοπεδείαν. [9] ἐξ ὧν συνέβαινε τραγικὴν καὶ παρηλλαγμένην φαίνεσθαι τοῦ ῥεύματος τὴν φαντασίαν, ὡς ἂν ὁμοῦ τοῖς νηχομένοις φερομένων ἵππων, ὑποζυγίων, ὅπλων, νεκρῶν, ἀποσκευῆς παντοδαπῆς. [10] Μόλων δὲ κυριεύσας τῆς τοῦ Ξενοίτου παρεμβολῆς, καὶ μετὰ ταῦτα διαβὰς τὸν ποταμὸν ἀσφαλῶς, ἅτε μηδενὸς κωλύοντος διὰ τὸ φυγεῖν τὴν ἔφοδον αὐτοῦ καὶ τοὺς περὶ τὸν Ζεῦξιν, ἐγκρατὴς γίνεται καὶ τῆς τούτου στρατοπεδείας. [11] συντελεσάμενος δὲ τὰ προειρημένα παρῆν μετὰ τοῦ στρατοπέδου πρὸς τὴν Σελεύκειαν. [12] παραλαβὼν δὲ καὶ ταύτην ἐξ ἐφόδου διὰ τὸ πεφευγέναι τοὺς περὶ τὸν Ζεῦξιν, ἅμα δὲ τούτοις τὸν Διομέδοντα τὸν ἐπιστάτην τῆς Σελευκείας, λοιπὸν ἤδη προάγων ἀκονιτὶ κατεστρέφετο τὰς ἄνω σατραπείας. [13] γενόμενος δὲ κύριος τῆς τε Βαβυλωνίας καὶ τῆς περὶ τὴν Ἐρυθρὰν θάλατταν ἧκε πρὸς Σοῦσα. [14] τὴν μὲν οὖν πόλιν ἐξ ἐφόδου καὶ ταύτην κατέσχε, τῇ δ᾽ ἄκρᾳ προσβολὰς ποιούμενος οὐδὲν ἤνυε τῷ φθάσαι Διογένην τὸν στρατηγὸν εἰς αὐτὴν παρεισπεσόντα. [15] διὸ καὶ ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, καταλιπὼν δὲ τοὺς πολιορκήσοντας κατὰ τάχος ἀνέζευξε, καὶ κατῆρε μετὰ τῆς δυνάμεως πάλιν εἰς Σελεύκειαν τὴν ἐπὶ τῷ Τίγριδι. [16] πολλὴν δὲ ποιησάμενος ἐπιμέλειαν ἐνταῦθα τοῦ στρατοπέδου καὶ παρακαλέσας τὸ πλῆθος ὥρμησε πρὸς τὰς ἑξῆς πράξεις, καὶ τὴν μὲν Παραποταμίαν μέχρι πόλεως Εὐρώπου κατέσχε, τὴν δὲ Μεσοποταμίαν ἕως Δούρων.

 

‹ Prev