Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 462
Delphi Complete Works of Polybius Page 462

by Polybius


  [1] σοντας τοῖς προκειμένοις: ὁ δὲ Λόγβασις ἀποδοὺς τὸ σύνθημα τοῦ καιροῦ τοῖς ὑπεναντίοις ἡτοίμαζε τοὺς ἡθροισμένους κατὰ τὴν οἰκίαν, διεσκευάζετο δὲ καὶ καθωπλίζετο μετὰ τῶν υἱῶν αὐτὸς ἅμα πρὸς τὸν κίνδυνον. [2] τῶν δὲ πολεμίων ὁ μὲν Ἀχαιὸς τοὺς [μὲν] ἡμίσεις ἔχων προέβαινε πρὸς αὐτὴν τὴν πόλιν, ὁ δὲ Γαρσύηρις τοὺς ὑπολειπομένους ἀναλαβὼν προῆγεν ὡς ἐπὶ τὸ Κεσβέδιον καλούμενον. τοῦτο δ᾽ ἐστὶ μὲν Διὸς ἱερόν, κεῖται δ᾽ εὐφυῶς κατὰ τῆς πόλεως: ἄκρας γὰρ λαμβάνει διάθεσιν. [3] συνθεασαμένου δέ τινος κατὰ τύχην αἰπόλου τὸ συμβαῖνον καὶ προσαγγείλαντος πρὸς τὴν ἐκκλησίαν, οἱ μὲν ἐπὶ τὸ Κεσβέδιον ὥρμων μετὰ σπουδῆς, οἱ δ᾽ ἐπὶ τὰ φυλακεῖα, τὸ δὲ πλῆθος ὑπὸ τὸν θυμὸν ἐπὶ τὴν οἰκίαν τοῦ Λογβάσιος. [4] καταφανοῦς δὲ τῆς πράξεως γενομένης, οἱ μὲν αὐτῶν ἐπὶ τὸ τέγος ἀναβάντες, οἱ δὲ ταῖς αὐλείοις βιασάμενοι, τόν τε Λόγβασιν καὶ τοὺς υἱούς, ἅμα δὲ καὶ τοὺς ἄλλους πάντας αὐτοῦ κατεφόνευσαν. [5] μετὰ δὲ ταῦτα κηρύξαντες τοῖς δούλοις ἐλευθερίαν καὶ διελόντες σφᾶς αὐτοὺς ἐβοήθουν ἐπὶ τοὺς εὐκαίρους τῶν τόπων. [6] ὁ μὲν οὖν Γαρσύηρις ἰδὼν προκατεχόμενον τὸ Κεσβέδιον ἀπέστη τῆς προθέσεως: [7] τοῦ δ᾽ Ἀχαιοῦ βιαζομένου πρὸς αὐτὰς τὰς πύλας ἐξελθόντες οἱ Σελγεῖς ἑπτακοσίους μὲν κατέβαλον τῶν Μυσῶν, τοὺς δὲ λοιποὺς ἀπέστησαν τῆς ὁρμῆς. [8] μετὰ δὲ ταύτην τὴν πρᾶξιν ὁ μὲν Ἀχαιὸς καὶ Γαρσύηρις ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν, [9] οἱ δὲ Σελγεῖς, δεδιότες μὲν τὰς ἐν αὑτοῖς στάσεις, δεδιότες δὲ καὶ τὴν τῶν πολεμίων ἐπιστρατοπεδείαν, ἐξέπεμψαν μεθ᾽ ἱκετηριῶν τοὺς πρεσβυτέρους, καὶ σπονδὰς ποιησάμενοι διελύσαντο τὸν πόλεμον ἐπὶ τούτοις, [10] ἐφ᾽ ᾧ παραχρῆμα μὲν δοῦναι τετρακόσια τάλαντα καὶ τοὺς τῶν Πεδνηλισσέων αἰχμαλώτους, μετὰ δέ τινα χρόνον ἕτερα προσθεῖναι τριακόσια. [11] Σελγεῖς μὲν οὖν διὰ τὴν Λογβάσιος ἀσέβειαν τῇ πατρίδι κινδυνεύσαντες, διὰ τὴν σφετέραν εὐτολμίαν τήν τε πατρίδα διετήρησαν καὶ τὴν ἐλευθερίαν οὐ κατῄσχυναν καὶ τὴν ὑπάρχουσαν αὐτοῖς

  76. Meanwhile Logbasis, who had agreed with the enemy to take that opportunity, began getting ready those who had congregated at his house, and prepared and armed himself and his sons also for the fight. And now Achaeus with half the hostile force was advancing towards the city itself; while Garsyeris with the remainder was marching towards the Cesbedium as it is called, or temple of Zeus, which stands in a position commanding the city and presenting very much the appearance of a citadel. But a goatherd, having by chance observed what was going on, brought the news to the assembly; thereupon some of the citizens made a hurried rush to the Cesbedium, others to their posts on the wall, and the majority in great anger to the house of Logbasis. His treasonable practice being thus detected, some of them climbed upon the roof, others forced their way in by the front door, and murdered Logbasis and his sons and all the other men which they found there at the same time. Then they caused a proclamation to be made promising freedom to all slaves who would join them: and dividing themselves into three companies, they hastened to defend all the points of vantage. When he saw that the Cesbedium was already occupied, Garsyeris abandoned his enterprise; but Achaeus held on his way until he came right up to the gates: whereupon the Selgians sallied out, killed seven hundred, and forced the rest to give up the attempt. Upon this conclusion of their enterprise, Achaeus and Garsyeris retired to the camp. But the Selgians fearing treason among themselves, and alarmed at the presence of a hostile camp, sent out some of their elders in the guise of suppliants, and concluded a peace, on condition of paying four hundred talents on the spot and restoring the Pednelissians whom they had taken prisoners, and paying a further sum of three hundred talents at a fixed date. Thus did the Selgians by their own valour save their country, which they had been in danger of losing through the infamous treason of Logbasis; and thus neither disgraced their freedom, nor their relationship to the Lacedaemonians.

  [1] πρὸς Λακεδαιμονίους συγγένειαν: Ἀχαιὸς δὲ ποιησάμενος ὑφ᾽ ἑαυτὸν τὴν Μιλυάδα καὶ τὰ πλεῖστα μέρη τῆς Παμφυλίας ἀνέζευξε, καὶ παραγενόμενος εἰς Σάρδεις ἐπολέμει μὲν Ἀττάλῳ συνεχῶς, ἀνετείνετο δὲ Προυσίᾳ, πᾶσι δ᾽ ἦν φοβερὸς καὶ βαρὺς τοῖς ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦσι. [2] κατὰ δὲ τὸν καιρόν, καθ᾽ ὃν Ἀχαιὸς ἐποιεῖτο τὴν ἐπὶ τοὺς Σελγεῖς στρατείαν, Ἄτταλος ἔχων τοὺς Αἰγοσάγας Γαλάτας ἐπεπορεύετο τὰς κατὰ τὴν Αἰολίδα πόλεις καὶ τὰς συνεχεῖς ταύταις, ὅσαι πρότερον Ἀχαιῷ προσεκεχωρήκεισαν διὰ τὸν φόβον: [3] ὧν αἱ μὲν πλείους ἐθελοντὴν αὐτῷ προσέθεντο καὶ μετὰ χάριτος, ὀλίγαι δέ τινες τῆς βίας προσεδεήθησαν. [4] ἦσαν δ᾽ αἱ τότε μεταθέμεναι πρὸς αὐτὸν πρῶτον μὲν Κύμη καὶ Σμύρνα καὶ Φώκαια: μετὰ δὲ ταύτας Αἰγαιεῖς καὶ Τημνῖται προσεχώρησαν, καταπλαγέντες τὴν ἔφοδον: [5] ἧκον δὲ καὶ παρὰ Τηίων καὶ Κολοφωνίων πρέσβεις ἐγχειρίζοντες σφᾶς αὐτοὺς καὶ τὰς πόλεις. [6] προσδεξάμενος δὲ καὶ τούτους ἐπὶ ταῖς συνθήκαις αἷς καὶ τὸ πρότερον, καὶ λαβὼν ὁμήρους, ἐχρημάτισε τοῖς παρὰ τῶν Σμυρναίων πρεσβευταῖς φιλανθρώπως διὰ τὸ μάλιστα τούτους τετηρηκέναι τὴν πρὸς αὐτὸν πίστιν. [7] προελθὼν δὲ κατὰ τὸ συνεχὲς καὶ διαβὰς τὸν Λύκον ποταμὸν προῆγεν ἐπὶ τὰς τῶν Μυσῶν κατοικίας, ἀπὸ δὲ τούτων γενόμενος ἧκε πρὸς Καρσέας. [8] καταπληξάμενος δὲ τούτους, ὁμοίως δὲ καὶ τοὺς τὰ Δίδυμα τείχη φυλάττοντας, παρέλαβε καὶ ταῦτα τὰ χωρία, Θεμιστοκλέους αὐτὰ παραδόντος, ὃς ἐτύγχανε στρατηγὸς ὑπ᾽ Ἀχαιοῦ καταλελειμμένος τῶν τόπων τούτων. [9] ὁρμήσας δ᾽ ἐντεῦθεν καὶ κατασύρας τὸ Ἀπίας πεδίον ὑπερέβαλε τὸ καλούμενον ὄρος Πελεκᾶντα καὶ κατέζευξε περὶ τὸν Μέγιστον ποταμόν.

  77. But after reducing Milyas, and the greater part of Pamphylia, Achaeus took his departure, and arriving at Sardis kept up a continuous warfare with Attalus, and began threatening Prusias, and making himsel
f an object of terror and alarm to all the inhabitants on this side Taurus.

  But while Achaeus was engaged on his expedition against Selge, Attalus with the Aegosagae from Gaul was going through all the cities in Aeolis, and the neighbourhood, which had before this been terrified into joining Achaeus; but most of which now voluntarily and even gratefully gave in their adherence to him, though there were some few which waited to be forced. Now the cities which transferred their allegiance to him in the first instance were Cyme, Smyrna, and Phocaea; after them Aegae and Temnus submitted, in terror at his approach; and thereupon he was waited upon by ambassadors from Teos and Colophon with offers to surrender themselves and their cities. He received them also upon the same terms as they had enjoyed before, taking hostages; but he treated the ambassadors from Smyrna with special kindness, because they had been the most constant in their loyalty of all. Continuing his march without interruption, he crossed the Lycus and arrived at the hamlets of Mysia, and thence came to Carseae. Overawing the inhabitants of this town, as well as the garrison of the Two Walls, he got them surrendered to him by Themistocles, who had been, as it happened, left by Achaeus in command of this district. Starting thence, and wasting the plain of Apia, he crossed Mount Pelecas and encamped near the river Megistus.

  [1] οὗ γενομένης ἐκλείψεως σελήνης, πάλαι δυσχερῶς φέροντες οἱ Γαλάται τὰς ἐν ταῖς πορείαις κακοπαθείας, ἅτε ποιούμενοι τὴν στρατείαν μετὰ γυναικῶν καὶ τέκνων, ἑπομένων αὐτοῖς τούτων ἐν ταῖς ἁμάξαις, [2] τότε σημειωσάμενοι τὸ γεγονὸς οὐκ ἂν ἔφασαν ἔτι προελθεῖν εἰς τὸ πρόσθεν. [3] ὁ δὲ βασιλεὺς Ἄτταλος, χρείαν μὲν ἐξ αὐτῶν οὐδεμίαν ὁλοσχερῆ κομιζόμενος, θεωρῶν δ᾽ ἀποσπωμένους ἐν ταῖς πορείαις καὶ καθ᾽ αὑτοὺς στρατοπεδεύοντας καὶ τὸ ὅλον ἀπειθοῦντας καὶ πεφρονηματισμένους, εἰς ἀμηχανίαν ἐνέπιπτεν οὐ τὴν τυχοῦσαν: [4] ἅμα μὲν γὰρ ἠγωνία μὴ πρὸς τὸν Ἀχαιὸν ἀπονεύσαντες συνεπίθωνται τοῖς αὑτοῦ πράγμασιν, ἅμα δ᾽ ὑφεωρᾶτο τὴν ἐξακολουθοῦσαν αὐτῷ φήμην, ἐὰν περιστήσας τοὺς στρατιώτας διαφθείρῃ πάντας τοὺς δοκοῦντας διὰ τῆς ἰδίας πίστεως πεποιῆσθαι τὴν εἰς τὴν Ἀσίαν διάβασιν. [5] διὸ τῆς προειρημένης ἀφορμῆς λαβόμενος ἐπηγγείλατο κατὰ μὲν τὸ παρὸν ἀποκαταστήσειν αὐτοὺς πρὸς τὴν διάβασιν καὶ τόπον δώσειν εὐφυῆ πρὸς κατοικίαν, μετὰ δὲ ταῦτα συμπράξειν εἰς ὁπόσ᾽ ἂν αὐτὸν παρακαλῶσι τῶν δυνατῶν καὶ καλῶς ἐχόντων. Ἄτταλος μὲν οὖν, [6] ἀποκαταστήσας τοὺς Αἰγοσάγας εἰς τὸν Ἑλλήσποντον καὶ χρηματίσας φιλανθρώπως Λαμψακηνοῖς, Ἀλεξανδρεῦσιν, Ἰλιεῦσι, διὰ τὸ τετηρηκέναι τούτους τὴν πρὸς αὐτὸν πίστιν, ἀνε

  78. While he was here an eclipse of the moon occurred: and the Gauls who had all along been much discontented at the hardships of the march, — which was rendered the more painful for them by the fact of their being accompanied by their wives and children, who followed the host in waggons, — now regarded the eclipse as an evil augury, and refused to go on. But King Attalus, who got no effective service out of them, and saw that they straggled during the march and encamped by themselves, and wholly declined to obey orders and despised all authority, was in great doubt as to what to do. He was anxious less they should desert to Achaeus, and join in an attack upon himself: and was at the same time uneasy at the scandal to which he would give rise, if he caused his soldiers to surround and kill all these men, who were believed to have crossed into Asia in reliance on his honour. He therefore seized the occasion of their refusal to proceed, to promise them that he would see that they were taken back to the place where they had crossed into Asia; would assign them suitable lands for a settlement; and would afterwards do them any service they asked for, if it was within his power and consistent with justice.

  Accordingly Attalus led the Aegosagae back to the Hellespont; and after negotiations with the people of Lampsacus, Ilium, and Alexandria, conducted in a friendly spirit because they had preserved their loyalty to him, he returned with his army to Pergamum.

  [1] χώρησε μετὰ τῆς δυνάμεως εἰς Πέργαμον: Ἀντίοχος δὲ καὶ Πτολεμαῖος, τῆς ἐαρινῆς ὥρας ἐνισταμένης, ἑτοίμας ἔχοντες τὰς παρασκευὰς ἐγίνοντο πρὸς τῷ διὰ μάχης κρίνειν τὴν ἔφοδον. [2] οἱ μὲν οὖν περὶ τὸν Πτολεμαῖον ὥρμησαν ἐκ τῆς Ἀλεξανδρείας, ἔχοντες πεζῶν μὲν εἰς ἑπτὰ μυριάδας, ἱππεῖς δὲ πεντακισχιλίους, ἐλέφαντας ἑβδομήκοντα τρεῖς: [3] Ἀντίοχος δὲ γνοὺς τὴν ἔφοδον αὐτῶν συνῆγε τὰς δυνάμεις. ἦσαν δ᾽ αὗται Δάαι μὲν καὶ Καρμάνιοι καὶ Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι περὶ πεντακισχιλίους: τούτων δ᾽ ἅμα τὴν ἐπιμέλειαν εἶχε καὶ τὴν ἡγεμονίαν Βύττακος ὁ Μακεδών. [4] ὑπὸ δὲ Θεόδοτον τὸν Αἰτωλὸν τὸν ποιησάμενον τὴν προδοσίαν ἦσαν ἐκ πάσης ἐκλελεγμένοι τῆς βασιλείας, καθωπλισμένοι δ᾽ εἰς τὸν Μακεδονικὸν τρόπον, ἄνδρες μύριοι: τούτων οἱ πλείονες ἀργυράσπιδες. [5] τὸ δὲ τῆς φάλαγγος πλῆθος ἦν εἰς δυσμυρίους, ἧς ἡγεῖτο Νίκαρχος καὶ Θεόδοτος ὁ καλούμενος ἡμιόλιος. [6] πρὸς δὲ τούτοις Ἀγριᾶνες καὶ Πέρσαι τοξόται καὶ σφενδονῆται δισχίλιοι. μετὰ δὲ τούτων χίλιοι Θρᾷκες, ὧν ἡγεῖτο Μενέδημος Ἀλαβανδεύς. [7] ὑπῆρχον δὲ καὶ Μήδων καὶ Κισσίων καὶ Καδουσίων καὶ Καρμανῶν οἱ πάντες εἰς πεντακισχιλίους, οἷς ἀκούειν Ἀσπασιανοῦ προσετέτακτο τοῦ Μήδου. [8] Ἄραβες δὲ καί τινες τῶν τούτοις προσχώρων ἦσαν μὲν εἰς μυρίους, ὑπετάττοντο δὲ Ζαβδιβήλῳ. [9] τῶν δ᾽ ἀπὸ τῆς Ἑλλάδος μισθοφόρων ἡγεῖτο μὲν Ἱππόλοχος Θετταλός, ὑπῆρχον δὲ τὸν ἀριθμὸν εἰς πεντακισχιλίους. [10] Κρῆτας δὲ χιλίους μὲν καὶ πεντακοσίους εἶχε τοὺς μετ᾽ Εὐρυλόχου, χιλίους δὲ Νεόκρητας τοὺς ὑπὸ Ζέλυν τὸν Γορτύνιον ταττομένους: [11] οἷς ἅμα συνῆσαν ἀκοντισταὶ Λυδοὶ πεντακόσιοι καὶ Κάρδακες οἱ μετὰ Λυσιμάχου τοῦ Γαλάτου χίλιοι. [12] τῶν δ᾽ ἱππέων ἦν τὸ πᾶν πλῆθος εἰς ἑξακισχιλίους: εἶχε δὲ τῶν μὲν τετρακισχιλίων τὴν ἡγεμονίαν Ἀντίπατρος ὁ τοῦ βασιλέως ἀδελφιδοῦς, ἐπὶ δὲ τῶν λοιπῶν ἐτέτακτο Θεμίσων. [13] καὶ τῆς μὲν Ἀντιόχου δυνάμεως τὸ πλῆθος ἦν πεζοὶ μὲν ἑξακισμύριοι καὶ δισχίλιοι, σὺν δὲ τούτοις ἱππεῖς ἑξακισχίλιοι, θηρία δὲ �
�υσὶ πλείω τῶν ἑκατόν.

  79. At the beginning of the following spring, having all preparations for war completed, Antiochus and Ptolemy determined to bring their claims to Coele-Syria to the decision of a battle. Ptolemy accordingly set out from Alexandria with seventy thousand infantry, five thousand cavalry, and seventy three elephants. Being informed of his approach, Antiochus drew his forces together. These consisted of Daae, Carmani, and Cilicians, equipped as light armed troops to the number of about five thousand, under the charge and command of Byttacus the Macedonian. Under Theodotus, the Aetolian, who had deserted from Ptolemy, were ten thousand picked men from the whole kingdom, armed in the Macedonian fashion, most of whom had silver shields. The number of the phalanx was twenty thousand, and they were led by Nicarchus and Theodotus Hemiolius. In addition to these there were Agrianes and Persians, who were either bowmen or slingers, to the number of two thousand. With them were a thousand Thracians, under the command of Menedemus of Alabanda. There was also a mixed force of Medes, Cissians, Cadusians, and Carmanians, amounting to five thousand men, who were assigned to the chief command of Aspasianus the Mede. Certain Arabians also and men of neighbouring tribes, to the number of ten thousand, were commanded by Zabdibelus. The mercenaries from Greece amounting to five thousand were led by Hippolochus of Thessaly. Antiochus had also fifteen hundred Cretans who came with Eurylochus, and a thousand Neo-Cretans commanded by Zelys of Gortyna; with whom were five hundred javelin men of Lydia, and a thousand Cardaces who came with Lysimachus the Gaul. The entire number of his horse was six thousand; four thousand were commanded by the king’s nephew Antipater, the rest by Themison; so that the whole number of Antiochus’s force was sixty-two thousand infantry, six thousand cavalry, and one hundred and two elephants.

 

‹ Prev