Book Read Free

Delphi Complete Works of Lucian

Page 174

by Lucian Samosata


  Χάρων[18] ὁρῶ ταῦτα πάντα καὶ πρὸς ἐμαυτόν γε ἐννοῶ ὅ τι τὸ ἡδὺ αὐτοῖς παρὰ τὸν βίον ἤ τί ἐκεῖνό ἐστιν, οὗ στερούμενοι ἀγανακτοῦσιν. ἢν γοῦν τοὺς βασιλέας αὐτῶν ἴδῃ τις, οἵπερ εὐδαιμονέστατοι εἶναι δοκοῦσιν, ἔξω τοῦ ἀβεβαίου ὡς φὴς καὶ ^ ἀμφιβόλου τῆς τύχης, πλείω τῶν ἡδέων τὰ ἀνιαρὰ εὑρήσει προσόντα αὐτοῖς, φόβους καὶ ταραχὰς καὶ μίση καὶ ἐπιβουλὰς καὶ ὀργὰς καὶ κολακείας: τούτοις γὰρ ἅπαντες σύνεισιν. ἐῶ πένθη καὶ νόσους καὶ πάθη ἐξ ἰσοτιμίας δηλαδὴ ἄρχοντα αὐτῶν: ὅπου δὲ τὰ τούτων πονηρά, λογίζεσθαι καιρὸς οἷα τὰ τῶν ἰδιωτῶν ἂν εἴη. [19] ἐθέλω δ᾽ οὖν σοι, ὦ Ἑρμῆ, εἰπεῖν, ᾧτινι ἐοικέναι μοι ἔδοξαν οἱ ἄνθρωποι καὶ ὁ βίος ἅπας αὐτῶν. ἤδη ποτὲ πομφόλυγας ἐν ὕδατι ἐθεάσω ὑπὸ κρουνῷ τινι καταράττοντι ἀνισταμένας; τὰς φυσαλλίδας λέγω, ἀφ᾽ ὧν συναγείρεται ὁ ἀφρός: ἐκείνων τοίνυν τινὲς μὲν μικραί εἰσι καὶ αὐτίκα ἐκραγεῖσαι ἀπέσβησαν, αἱ δ᾽ ἐπὶ πλέον διαρκοῦσι: καὶ προσχωρουσῶν αὐταῖς τῶν ἄλλων αὗται ὑπερφυσώμεναι ἐς μέγιστον ὄγκον αἴρονται, ἔπειτα μέντοι κἀκεῖναι πάντως ἐξερράγησάν ποτε: οὐ γὰρ οἷόν τε ἄλλως γενέσθαι. τοῦτό ἐστιν ὁ ἀνθρώπου βίος: ἅπαντες ὑπὸ πνεύματος ἐμπεφυσημένοι οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους: καὶ οἱ μὲν ὀλιγοχρόνιον ἔχουσι καὶ ὠκύμορον τὸ φύσημα, οἱ δὲ ἅμα τῷ συστῆναι ἐπαύσαντο: πᾶσι δ᾽ οὖν ἀπορραγῆναι ἀναγκαῖον.

  Ἑρμῆς

  οὐδὲν χεῖρον σὺ τοῦ Ὁμήρου εἴκασας, ὦ Χάρων, ὃς φύλλοις τὸ γένος αὐτῶν ὁμοιοῖ.

  Χάρων[20] καὶ τοιοῦτοι ὄντες, ὦ Ἑρμῆ, ὁρᾷς οἷα ποιοῦσι καὶ ὡς φιλοτιμοῦνται πρὸς ἀλλήλους ἀρχῶν πέρι καὶ τιμῶν καὶ κτήσεων ἁμιλλώμενοι, ἅπερ ἅπαντα καταλιπόντας αὐτοὺς δεήσει ἕνα ὀβολὸν ἔχοντας ἥκειν παρ᾽ ἡμᾶς. βούλει οὖν, ἐπείπερ ἐφ᾽ ὑψηλοῦ ἐσμέν, ἀναβοήσας παμμέγεθες παραινέσω αὐτοῖς ἀπέχεσθαι μὲν τῶν ματαίων πόνων, ζῆν δὲ ἀεὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἔχοντας, λέγων, ‘^ μάταιοι, τί ἐσπουδάκατε περὶ ταῦτα; παύσασθε κάμνοντες: οὐ γὰρ εἰς ἀεὶ βιώσεσθε: οὐδὲν τῶν ἐνταῦθα σεμνῶν ἀΐδιόν ἐστιν, οὐδ᾽ ἂν ἀπαγάγοι τις αὐτῶν τι σὺν αὑτῷ ἀποθανών, ἀλλ᾽ ἀνάγκη τὸν μὲν γυμνὸν οἴχεσθαι, τὴν οἰκίαν δὲ καὶ τὸν ἀγρὸν καὶ τὸ χρυσίον ἀεὶ ἄλλων εἶναι καὶ μεταβάλλειν τοὺς δεσπότας.’ εἰ ταῦτα καὶ τὰ τοιαῦτα ἐξ ἐπηκόου ἐμβοήσαιμι αὐτοῖς, οὐκ ἂν οἴει μεγάλα ὠφεληθῆναι τὸν βίον καὶ σωφρονεστέρους ἂν γενέσθαι παρὰ πολύ;

  Ἑρμῆς

  [21] ὦ μακάριε, οὐκ οἶσθα ὅπως αὐτοὺς ἡ ἄγνοια καὶ ἡ ἀπάτη διατεθείκασιν, ὡς μηδ᾽ ἂν τρυπάνῳ ἔτι διανοιχθῆναι αὐτοῖς τὰ ὦτα, τοσούτῳ κηρῷ ἔβυσαν αὐτά, οἷόν περ ὁ Ὀδυσσεὺς τοὺς ἑταίρους ἔδρασε δέει τῆς Σειρήνων ἀκροάσεως. πόθεν οὖν ἂν ἐκεῖνοι δυνηθεῖεν ἀκοῦσαι, ἢν καὶ σὺ κεκραγὼς διαρραγῇς; ὅπερ γάρ παρ᾽ ὑμῖν ἡ Λήθη δύναται, τοῦτο ἐνταῦθα ἡ ἄγνοια ἐργάζεται. πλὴν ἀλλὰ εἰσὶν αὐτῶν ὀλίγοι οὐ παραδεδεγμένοι τὸν κηρὸν ἐς τὰ ὦτα, πρὸς τὴν ἀλήθειαν ἀποκλίνοντες, ὀξὺ δεδορκότες ἐς τὰ πράγματα καὶ κατεγνωκότες οἷά ἐστιν.

  Χάρων

  οὐκοῦν ἐκείνοις γοῦν ἐμβοήσωμεν.

  Ἑρμῆς

  περιττὸν καὶ τοῦτο, λέγειν πρὸς αὐτοὺς ^ ἴσασιν. ὁρᾷς ὅπως ἀποσπάσαντες τῶν πολλῶν καταγελῶσι τῶν γιγνομένων καὶ οὐδαμῆ οὐδαμῶς ἀρέσκονται αὐτοῖς, ἀλλὰ δῆλοί εἰσι δρασμὸν ἤδη βουλεύοντες παρ᾽ ὑμᾶς ἀπὸ τοῦ βίου. καὶ γὰρ καὶ μισοῦνται ἐλέγχοντες αὐτῶν τὰς ἀμαθίας.

  Χάρων

  εὖ γε, ὦ γεννάδαι: πλὴν πάνυ ὀλίγοι εἰσίν, ὦ Ἑρμῆ.’

  Ἑρμῆς

  ἱκανοὶ καὶ οὗτοι. ἀλλὰ κατίωμεν ἤδη.

  Χάρων[22] εν ἔτι ἐπόθουν, ὦ Ἑρμῆ, εἰδέναι, καί μοι δείξας αὐτὸ ἐντελῆ ἔσῃ τὴν περιήγησιν πεποιημένος, τὰς ἀποθήκας τῶν σωμάτων, ἵνα κατορύττουσι, θεάσασθαι.

  Ἑρμῆς

  ἠρία, ὦ Χάρων, καὶ τύμβους καὶ τάφους καλοῦσι τὰ τοιαῦτα. πλὴν τὰ πρὸ τῶν πόλεων ἐκεῖνα τὰ χώματα ὁρᾷς καὶ τὰς στήλας καὶ πυραμίδας; ἐκεῖνα πάντα νεκροδοχεῖα καὶ σωματοφυλάκιά ἐστιν,

  Χάρων

  τί οὖν ἐκεῖνοι στεφανοῦσι τοὺς λίθους καὶ χρίουσι μύρῳ; οἱ δὲ καὶ πυρὰν νήσαντες πρὸ τῶν χωμάτων καὶ βόθρον τινὰ ὀρύξαντες καίουσί τε ταυτὶ τὰ πολυτελῆ δεῖπνα καὶ εἰς τὰ ὀρύγματα οἶνον καὶ μελίκρατον, ὡς γοῦν εἰκάσαι, ἐγχέουσιν;

  Ἑρμῆς

  οὐκ οἶδα, ὦ πορθμεῦ, τί ταῦτα πρὸς τοὺς ἐν Ἅιδου: πεπιστεύκασι δ᾽ οὖν τὰς ψυχὰς ἀναπεμπομένας κάτωθεν δειπνεῖν μὲν ὡς οἷόν τε περιπετομένας τὴν κνῖσαν καὶ τὸν καπνόν, πίνειν δὲ ἀπὸ τοῦ βόθρου τὸ μελίκρατον.

  Χάρων

  ἐκείνους ἔτι πίνειν ἢ ἐσθίειν, ὧν τὰ κρανία ξηρότατα; καίτοι γελοῖός εἰμι σοὶ λέγων ταῦτα ὁσημέραι κατάγοντι αὐτούς. οἶσθα οὖν εἰ δύναιντ᾽ ἂν ἔτι ἀνελθεῖν ἅπαξ ὑποχθόνιοι γενόμενοι. ἐπεί τοι καὶ παγγέλοια ἄν, ὦ Ἑρμῆ, ἔπασχον, οὐκ ὀλίγα πράγματα ἔχων, εἰ ἔδει μὴ κατάγειν μόνον αὐτούς, ἀλλὰ καὶ αὖθις ἀνάγειν πιομένους. ὦ μάταιοι, τῆς ἀνοίας, οὐκ εἰδότες ἡλίκοις ὅροις διακέκριται τὰ νεκρῶν καὶ τὰ ζώντων πράγματα καὶ οἷα τὰ παρ᾽ ἡμῖν ἐστι καὶ ὅτι κάτθαν᾽ ὁμῶς ὃ τ᾽ ἄτυμβος ἀνὴρ ὃς τ᾽ ἔλλαχε τύμβου, ἐν δ�
� ἰῇ τιμῇ Ἶρος κρείων τ᾽ Ἀγαμέμνων Θερσίτῃ; δ᾽ ἶσος Θέτιδος παῖς ἠϋκόμοιο πάντες δ᾽ εἰσὶν ὁμῶς νεκύων ἀμενηνὰ κάρηνα, γυμνοί τε ξηροί τε κατ᾽ ἀσφοδελὸν λειμῶνα.

  Ἑρμῆς[23] Ἡράκλεις, ὡς πολὺν τὸν Ὅμηρον ἐπαντλεῖς. ἀλλ᾽ ἐπείπερ ἀνέμνησας, ἐθέλω σοι δεῖξαι τὸν τοῦ Ἀχιλλέως τάφον. ὁρᾷς τὸν ἐπὶ τῇ θαλάττῃ; Σίγειον μὲν ἐκεῖθέν ἐστι τὸ Τρωϊκόν: ἀντικρὺ δὲ ὁ Αἴας τέθαπται ἐν τῷ Ῥοιτείῳ.

  Χάρων

  οὐ μεγάλοι, ὦ Ἑρμῆ, οἱ τάφοι. τὰς πόλεις δὲ τὰς ἐπισήμους δεῖξόν μοι ἤδη, ἃς κάτω ἀκούομεν, τὴν Νίνον τὴν Σαρδαναπάλλου καὶ Βαβυλῶνα καὶ Μυκήνας καὶ Κλεωνὰς καὶ τὴν Ἴλιον αὐτήν πολλοὺς γοῦν μέμνημαι διαπορθμεύσας ἐκεῖθεν, ὡς δέκα ὅλων ἐτῶν μὴ νεωλκῆσαι μηδὲ διαψῦξαι τὸ σκαφίδιον.

  Ἑρμῆς

  ἡ Νίνος μέν, ὦ πορθμεῦ, ἀπόλωλεν ἤδη καὶ οὐδὲ ἴχνος ἔτι λοιπὸν αὐτῆς, οὐδ᾽ ἂν εἴποις ὅπου ποτὲ ἦν ἡ Βαβυλὼν δέ σοι ἐκείνη ἐστὶν ἡ εὔπυργος, ἡ τὸν μέγαν περίβολον, οὐ μετὰ πολὺ καὶ αὐτὴ ζητηθησομένη ὥσπερ ἡ Νίνος: Μυκήνας δὲ καὶ Κλεωνὰς αἰσχύνομαι δεῖξαί σοι, καὶ μάλιστα τὸ Ἴλιον. ἀποπνίξεις γὰρ εὖ οἶδ᾽ ὅτι τὸν Ὅμηρον κατελθὼν ἐπὶ τῇ μεγαληγορίᾳ τῶν ἐπῶν. πλὴν ἀλλὰ πάλαι μὲν ἦσαν εὐδαίμονες, νῦν δὲ τεθνᾶσι καὶ αὗται: ἀποθνήσκουσι γάρ, ὦ πορθμεῦ, καὶ πόλεις ὥσπερ ἄνθρωποι, καὶ τὸ παραδοξότατον, καὶ ποταμοὶ ὅλοι: Ἰνάχου γοῦν οὐδὲ τάφος ἔτι ἐν Ἄργει καταλείπεται.

  Χάρων

  παπαὶ τῶν ἐπαίνων, Ὅμηρε, καὶ τῶν ὀνομάτων, Ἴλιος ἱρὴ καὶ εὐρυάγυια καὶ ἐϋκτίμεναι[24] Κλεωναί. ἀλλὰ μεταξὺ λόγων, τίνες ἐκεῖνοὶ εἰσιν οἱ πολεμοῦντες ἢ ὑπὲρ τίνος ἀλλήλους φονεύουσιν;

  Ἑρμῆς

  Ἀργείους ὁρᾷς, ὦ Χάρων, καὶ Λακεδαιμονίους καὶ τὸν ἡμιθνῆτα ἐκεῖνον στρατηγὸν Ὀθρυάδαν τὸν ἐπιγράφοντα τὸ τρόπαιον τῷ αὑτοῦ αἵματι

  Χάρων

  ὑπὲρ τίνος δ᾽ αὐτοῖς, ὦ Ἑρμῆ, ὁ πόλεμος;

  Ἑρμῆς

  ὑπὲρ τοῦ πεδίου αὐτοῦ, ἐν ᾧ μάχονται.

  Χάρων

  ὢ τῆς ἀνοίας, οἵ γε οὐκ ἴσασιν ὅτι, κἂν ὅλην τὴν Πελοπόννησον ἕκαστος αὐτῶν κτήσωνται, μόγις ἂν ποδιαῖον λάβοιεν τόπον παρὰ τοῦ Αἰακοῦ τὸ δὲ πεδίον τοῦτο ἄλλοτε ἄλλοι γεωργήσουσι πολλάκις ἐκ βάθρων τὸ τρόπαιον ἀνασπάσαντες τῷ ἀρότρῳ.

  Ἑρμῆς

  οὕτω μὲν ταῦτα ἔσται: ἡμεῖς δὲ καταβάντες ἤδη καὶ κατὰ χώραν εὐθετήσαντες αὖθις τὰ ὄρη ἀπαλλαττώμεθα, ἐγὼ μὲν καθ᾽ ἃ ἐστάλην, σὺ δὲ ἐπὶ τὸ πορθμεῖον ἥξω δέ σοι καὶ αὐτὸς μετ᾽ ὀλίγον νεκροστολῶν.

  Χάρων

  εὖ γε ἐποίησας, ὦ Ἑρμῆ: εὐεργέτης εἰς ἀεὶ ἀναγεγράψῃ, ὠνάμην γάρ τι διὰ σὲ τῆς ἀποδημίας. — οἷά ἐστι τὰ τῶν κακοδαιμόνων ἀνθρώπων πράγματα — βασιλεῖς, πλίνθοι χρυσαῖ, ἐπιτύμβια μάχαι: Χάρωνος δὲ οὐδεὶς λόγος.

  SALE OF CREEDS — Βίων Πρᾶσις

  σὺ μὲν διατίθει τὰ βάθρα καὶ παρασκεύαζε τὸν τόπον τοῖς ἀφικνουμένοις, σὺ δὲ στῆσον ἑξῆς παραγαγὼν τοὺς βίους, ἀλλὰ κοσμήσας πρότερον, ὡς εὐπρόσωποι φανοῦνται καὶ ὅτι πλείστους ἐπάξονται: σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ συγκάλει.

  Ἑρμῆς

  ἀγαθῇ τύχῃ τοὺς ὠνητὰς ἤδη παρεῖναι πρὸς τὸ πωλητήριον. ἀποκηρύξομεν δὲ βίους φιλοσόφους παντὸς εἴδους καὶ προαιρέσεων ποικίλων. εἰ δέ τις τὸ παραυτίκα μὴ ἔχει τἀργύριον καταβαλέσθαι, εἰς νέωτα ἐκτίσει καταστήσας ἐγγυητήν.

  Ζεύς

  πολλοὶ συνίασιν: ὥστε χρὴ μὴ διατρίβειν μηδὲ κατέχειν αὐτούς. πωλῶμεν οὖν.

  Ἑρμῆς [2] τίνα πρῶτον ἐθέλεις παραγάγωμεν;

  Ζεύς

  τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ σεμνός τις εἶναι φαίνεται.

  Ἑρμῆς

  οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις.

  κήρυττε δή.

  Ἑρμῆς

  τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον. τίς ὠνήσεται; τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται; τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι πάλιν;

  Ἀγοράστης

  τὸ μὲν εἶδος οὐκ ἀγεννής. τί δὲ μάλιστα οἶδεν;

  Ἑρμῆς

  ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμετρίαν, μουσικήν, γοητείαν. μάντιν ἄκρον βλέπεις.

  Ἀγοράστης

  ἔξεστιν αὐτὸν ἀνακρίνειν;

  Ἑρμῆς

  ἀνάκρινε ἀγαθῇ τύχῃ.

  Ἀγοράστης [3] ποδαπὸς εἶ σύ;

  Πυθαγόρας

  Σάμιος.

  Ἀγοράστης

  ποῦ δ᾽ ἐπαιδεύθης;

  Πυθαγόρας

  ἐν Αἰγύπτῳ παρὰ τοῖς ἐκεῖ σοφοῖσι,

  Ἀγοράστης

  φέρε δέ, ἢν πρίωμαί σε, τί με διδάξει; ^

  Πυθαγόρας

  διδάξομαι μὲν οὐδέν, ἀναμνήσω δέ.

  Ἀγοράστης

  πῶς ἀναμνήσεις;

  Πυθαγόρας

  καθαρὴν πρότερον τὴν ψυχὴν ἐργασάμενος καὶ τὸν ἐπ᾽ αὐτῇ ῥύπον ἐκκλύσας.

  Ἀγοράστης

 

‹ Prev