Book Read Free

Delphi Complete Works of Lucian

Page 177

by Lucian Samosata


  Χρύσιππος

  μανθάνεις: οὐ γὰρ ἐμαυτοῦ ἕνεκα λαμβάνω, τοῦ δὲ διδόντος αὐτοῦ χάριν ἐπεὶ γάρ ἐστιν ὁ μέν τις ἐκχύτης, ὁ δὲ περιεκτικός, ἐμαυτὸν μὲν ἀσκῶ εἶναι περιεκτικόν, τὸν δὲ μαθητὴν ἐκχύτην.

  Ἀγοράστης

  καὶ μὴν τοὐναντίον ἐχρῆν ^ τὸν νέον μὲν εἶναι περιεκτικόν, σὲ δὲ τὸν μόνον πλούσιον ἐκχύτην.

  Χρύσιππος

  σκώπτεις, ὦ οὗτος. ἀλλ᾽ ὅρα μή σε ἀποτοξεύσω τῷ ἀναποδείκτῳ συλλογισμῷ.

  Ἀγοράστης

  καὶ τί δεινὸν ἀπὸ τοῦ βέλους;

  Χρύσιππος

  ἀπορία καὶ σιωπὴ καὶ διαστραφῆναι τὴν διάνοιαν [25] . ὃ δὲ μέγιστον, ἢν ἐθέλω, τάχιστά σε ἀποδείξω λίθον.

  Ἀγοράστης

  πῶς λίθον; οὐ γὰρ Περσεὺς σύ, ὦ βέλτιστε, εἶναί μοι δοκεῖς.

  Χρύσιππος

  ὧδέ πως: ὁ λίθος σῶμά ἐστι;

  Ἀγοράστης

  ναί.

  Χρύσιππος

  τί δέ; τὸ ζῷον οὐ σῶμα;

  Ἀγοράστης

  ναί.

  Χρύσιππος

  σὺ δὲ ζῷον;

  Ἀγοράστης

  ἔοικα γοῦν.

  Χρύσιππος

  λίθος ἄρα εἶ σῶμα ὤν.

  Ἀγοράστης

  μηδαμῶς. ἀλλ᾽ ἀνάλυσόν με πρὸς τοῦ Διὸς καὶ ἐξ ὑπαρχῆς ποίησον ἄνθρωπον.

  Χρύσιππος

  οὐ χαλεπόν: ἀλλ᾽ ἔμπαλιν ἴσθι ἄνθρωπον. εἰπὲ γάρ μοι, πᾶν σῶμα ζῷον;

  Ἀγοράστης

  οὔ.

  Χρύσιππος

  τί δέ; λίθος ζῷον;

  Ἀγοράστης

  οὔ.

  Χρύσιππος

  σὺ δὲ σῶμα εἶ;

  Ἀγοράστης

  ναί.

  Χρύσιππος

  σῶμα δὲ ὢν ζῷον εἶ;

  Ἀγοράστης

  ναί.

  Χρύσιππος

  οὐκ ἄρα λίθος εἶ ζῷόν γε ὤν.

  Ἀγοράστης

  εὖ γε ἐποίησας, ὡς ἤδη μου τὰ σκέλη καθάπερ τῆς Νιόβης ἀπεψύχετο καὶ πάγια ἦν. ἀλλὰ ὠνήσομαί γε σέ. πόσον ὑπὲρ αὐτοῦ καταβαλῶ;

  Ἑρμῆς

  μνᾶς δώδεκα.

  Ἀγοράστης

  λάμβανε.

  Ἑρμῆς

  μόνος δὲ αὐτὸν ἐώνησαι;

  Ἀγοράστης

  μὰ Δί᾽, ἀλλ᾽ οὗτοι πάντες οὓς ὁρᾷς.

  Ἑρμῆς

  πολλοί γε καὶ τοὺς ὤμους καρτεροὶ καὶ τοῦ θερίζοντος ἄξιοι.

  Ζεύς [26] μὴ διάτριβε: ἄλλον κάλει τὸν Περιπατητικόν.

  Ἑρμῆς

  σέ φημι, τὸν καλόν, τὸν πλούσιον. ἄγε δή, ὠνήσασθε τὸν συνετώτατον, τὸν ἅπαντα ὅλως ἐπιστάμενον.

  Ἀγοράστης

  ποῖος δέ τις ἐστί;

  Ἑρμῆς

  μέτριος, ἐπιεικής, ἁρμόδιος τῷ βίῳ, τὸ δὲ μέγιστον, διπλοῦς.

  Ἀγοράστης

  πῶς λέγεις;

  Ἑρμῆς

  ἄλλος μὲν ὁ ἔκτοσθεν φαινόμενος, ἄλλος δὲ ὁ ἔντοσθεν εἶναι δοκεῖ: ὥστε ἢν πρίῃ αὐτόν, μέμνησο τὸν μὲν ἐξωτερικόν, τὸν δὲ ἐσωτερικὸν καλεῖν.

  Ἀγοράστης

  τί δὲ γινώσκει μάλιστα;

  Ἑρμῆς

  τρία εἶναι τὰ ἀγαθά, ἐν ψυχῇ, ἐν σώματι, ἐν τοῖς ἐκτός.

  Ἀγοράστης

  ἀνθρώπινα φρονεῖ. πόσου δέ ἐστιν;

  Ἑρμῆς

  εἴκοσι μνῶν.

  Ἀγοράστης

  πολλοῦ ^ λέγεις.

  Ἑρμῆς

  οὔκ, ὦ μακάριε: καὶ γὰρ αὐτὸς ἔχειν τι ἀργύριον δοκεῖ, ὥστε οὐκ ἂν φθάνοις ὠνούμενος. ἔτι δὲ εἴσῃ αὐτίκα μάλα παρ᾽ αὐτοῦ πόσον μὲν ὁ κώνωψ βιοῖ τὸν χρόνον, ἐφ᾽ ὁπόσον δὲ βάθος ἡ θάλαττα ὑπὸ τοῦ ἡλίου καταλάμπεται, καὶ ὁποία τίς ἐστιν ἡ ψυχὴ τῶν ὀστρείων.

  Ἀγοράστης

  Ἡράκλεις τῆς ἀκριβολογίας.

  Ἑρμῆς

  τί δὲ εἰ ἀκούσειας ἄλλα πολλῷ τούτων ὀξυδερκέστερα, γονῆς τε πέρι καὶ γενέσεως καὶ τῆς ἐν ταῖς μήτραις τῶν ἐμβρύων πλαστικῆς, καὶ ὡς ἄνθρωπος μὲν γελαστικόν, ὄνος δὲ οὐ γελαστικὸν οὐδὲ τεκταινόμενον οὐδὲ πλωϊζόμενον;

  Ἀγοράστης

  πάνσεμνα φὴς καὶ ὀνησιφόρα τὰ μαθήματα ὥστε ὠνοῦμαι αὐτὸν τῶν εἴκοσιν.

  Ἑρμῆς [27] εἶεν.

  Ζεύς

  τίς λοιπὸς ἡμῖν;

  Ἑρμῆς

  καταλείπεται ὁ Σκεπτικὸς ^ οὗτος. σὺ ὁ Πυρρίας πρόσιθι καὶ ἀποκηρύττου κατὰ τάχος. ἤδη μὲν ὑπορρέουσιν οἱ πολλοὶ καὶ ἐν ὀλίγοις ἡ πρᾶσις ἔσται. ὅμως δὲ τίς καὶ τοῦτον ὠνήσεται;

  Ἀγοράστης

  ἔγωγε. ἀλλὰ πρῶτον εἰπέ μοι, σὺ τί ἐπίστασαι;

  Πύρρων

  οὐδέν.

  Ἀγοράστης

  πῶς τοῦτο ἔφησθα;

  Πύρρων

  ὅτι οὐδὲν ὅλως εἶναί μοι δοκεῖ.

  Ἀγοράστης

  οὐδὲ ἡμεῖς ἄρα ἐσμέν τινες;

  Πύρρων

  οὐδὲ τοῦτο οἶδα.

  Ἀγοράστης

  οὐδὲ ὅτι σύ τις ὢν τυγχάνεις;

  Πύρρων

  πολὺ μᾶλλον ἔτι τοῦτο ἀγνοῶ.

  Ἀγοράστης

  ὢ τῆς ἀπορίας. τί δέ σοι τὰ σταθμία ταυτὶ βούλεται;

  Πύρρων

  ζυγοστατῶ ἐν αὐτοῖς τοὺς λόγους καὶ πρὸς τὸ ἴσον ἀπευθύνω, καὶ ἐπειδὰν ἀκριβῶς ὁμοίους τε καὶ ἰσοβαρεῖς ἴδω, τότε δὴ τότε ἀγνοῶ τὸν ἀληθέστερον

  Ἀγοράστης

  . τῶν ἄλλων δὲ τί ἂν πράττοις ἐμμελῶς;

  Πύρρων

  τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν.

  Ἀγοράστης

  τί δὲ τοῦτό σοι ἀδύνατον;

  Πύρρ�
�ν

  ὅτι, ὦγαθέ, οὐ καταλαμβάνω.

  Ἀγοράστης

  εἰκότως: βραδὺς γὰρ καὶ νωθής τις εἶναι δοκεῖς. ἀλλὰ τί σοι τὸ τέλος τῆς ἐπιστάσεως;

  Πύρρων

  ἡ ἀμαθία καὶ τὸ μήτε ἀκούειν μήτε ὁρᾶν.

  Ἀγοράστης

  οὐκοῦν καὶ τὸ τυφλὸς ἅμα καὶ κωφὸς εἶναι λέγεις;

  Πύρρων

  καὶ ἄκριτός γε προσέτι καὶ ἀναίσθητος καὶ ὅλως τοῦ σκώληκος οὐδὲν διαφέρων.

  Ἀγοράστης

  ὠνητέος εἶ διὰ ταῦτα. πόσου τοῦτον ἄξιον χρὴ φάναι;

  Ἑρμῆς

  μνᾶς Ἀττικῆς:

  Ἀγοράστης

  λάμβανε. τί φής, ὦ οὗτος; ἐώνημαι σε;

  Πύρρων

  ἄδηλον.

  Ἀγοράστης

  μηδαμῶς: ἐώνημαι γὰρ καὶ τἀργύριον κατέβαλον.

  Πύρρων

  ἐπέχω περὶ τούτου καὶ διασκέπτομαι.

  Ἀγοράστης

  καὶ μὴν ἀκολούθει μοι, καθάπερ χρὴ ἐμὸν οἰκέτην.

  Πύρρων

  τίς οἶδεν εἰ ἀληθῆ ταῦτα φής;

  Ἀγοράστης

  ὁ κῆρυξ καὶ ἡ μνᾶ καὶ οἱ παρόντες.

  Πύρρων

  πάρεισι γὰρ ἡμῖν τινες;

  Ἀγοράστης

  ἀλλ᾽ ἔγωγέ σε ἤδη ἐμβαλὼν ἐς τὸν μυλῶνα πείσω εἶναι δεσπότης κατὰ τὸν χείρω λόγον.

  Πύρρων

  ἔπεχε περὶ τούτου.

  Ἀγοράστης

  μὰ Δί᾽, ἀλλ᾽ ἤδη γε ἀπεφηνάμην.

  Ἑρμῆς

  σὺ μὲν παῦσαι ἀντιτείνων καὶ ἀκολούθει τῷ πριαμένῳ, ὑμᾶς δὲ εἰς αὔριον παρακαλοῦμεν: ἀποκηρύξειν γὰρ τοὺς ἰδιώτας καὶ βαναύσους καὶ ἀγοραίους βίους μέλλομεν.

  THE FISHERMAN — Ἀναβιοῦντες ἢ Ἁλιεύς

  βάλλε βάλλε τὸν κατάρατον ἀφθόνοις τοῖς λίθοις: ἐπίβαλλε τῶν βώλων: προσεπίβαλλε καὶ τῶν ὀστράκων παῖε τοῖς ξύλοις τὸν ἀλιτήριον ὅρα μὴ διαφύγῃ: καὶ σὺ βάλλε, ὦ Πλάτων καὶ σύ, ὦ Χρύσιππε, καὶ σὺ δέ, καὶ πάντες ἅμα συνασπίσωμεν ἐπ᾽ αὐτόν, ὡς πήρη πήρῃφιν ἀρήγῃ, βάκτρα δὲ βάκτροις, κοινὸς γὰρ πολέμιος, καὶ οὐκ ἔστιν ἡμῶν ὅντινα οὐχ ὕβρικε. σὺ δέ, ὦ Διόγενες, εἴ ποτε καὶ ἄλλοτε, χρῶ τῷ ξύλῳ: μηδὲ ἀνῆτε: διδότω τὴν ἀξίαν βλάσφημος ὤν. τί τοῦτο; κεκμήκατε, ὦ Ἐπίκουρε καὶ Ἀρίστιππε; καὶ μὴν οὐκ ἐχρῆν. ἀνέρες ἔστε, σοφοί, μνήσασθε δὲ θούριδος ὀργῆς. [2] Ἀριστότελες, ἐπισπούδασον ἔτι θᾶττον εὖ ἔχει: ἑάλωκεν τὸ θηρίον. εἰλήφαμέν σε, ὦ μιαρέ. εἴσῃ γοῦν αὐτίκα οὕστινας ἡμᾶς ὄντας ἐκακηγόρεις. τῷ ‘τρόπῳ δέ τις αὐτὸν καὶ μετέλθῃ; ποικίλον γάρ τινα θάνατον ἐπινοῶμεν κατ᾽ αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον: καθ᾽ ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἀπολωλέναι.

  Φιλόσοφος

  ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν.

  Ἄλλος

  νὴ Δία, μαστιγωθέντα γε πρότερον.

  Ἄλλος

  πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω.

  Ἄλλος

  τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀποτετμήσθω.

  Σωκράτης

  σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ;

  Ἐμπεδοκλῆς

  εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ λοιδορεῖσθαι τοῖς κρείττοσιν.

  Πλάτων

  καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα λακιστὸν ἐν πέτραισιν:εὑρέσθαι μόρον, ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο.

  Παρρησιάδης [3] μηδαμῶς: ἀλλὰ πρὸς Ἱκεσίου φείσασθέ μου.

  Πλάτων

  ἄραρεν οὐκ ἂν ἀφεθείης ἔτι. ὁρᾷς δὲ δὴ καὶ τὸν Ὅμηρον ἅ φησιν, ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά.

  Παρρησιάδης

  καὶ μὴν καθ᾽ Ὅμηρον ὑμᾶς καὶ αὐτὸς ἱκετεύσω: αἰδέσεσθε γὰρ ἴσως τὰ ἔπη καὶ οὐ παρόψεσθε ῥαψῳδήσαντά με: ζωγρεῖτ᾽ οὐ κακὸν ἄνδρα καὶ ἄξια δέχθε ἄποινα, χαλκόν τε χρυσόν τε, τὰ δὴ φιλέουσι σοφοί περ.

  Πλάτων

  ἀλλ᾽ οὐδὲ ἡμεῖς ἀπορήσομεν πρὸς σὲ Ὁμηρικῆς ἀντιλογίας. ἄκουε γοῦν μὴ δή μοι φύξιν γε, κακηγόρε, βάλλεο θυμῷ χρυσόν περ λέξας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς.

  Παρρησιάδης

  οἴμοι τῶν κακῶν. ὁ μὲν Ὅμηρος ἡμῖν ἄπρακτος, ἡ μεγίστη ἐλπίς. ἐπὶ τὸν Εὐριπίδην δή μοι καταφευκτέον: τάχα γὰρ ἂν ἐκεῖνος σώσειέ με. μὴ κτεῖνε: τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν.

  Πλάτων

  τί δέ; οὐχὶ κἀκεῖνα Εὐριπίδου ἐστίν, οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους;

  Παρρησιάδης

  νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτὲ ^ με;

  Πλάτων

  νὴ Δία: φησὶ γοῦν ἐκεῖνος αὐτός, ^ ἀχαλίνων στομάτων ἀνόμου τ᾽ ἀφροσύνας τὸ τέλος δυστυχία.

  Παρρησιάδης [4] οὐκοῦν ἐπεὶ δέδοκται πάντως ἀποκτιννύναι καὶ οὐδεμία μηχανὴ τὸ διαφυγεῖν με, φέρε τοῦτο γοῦν εἴπατέ μοι, τίνες ὄντες ἢ τί πεπονθότες ἀνήκεστον πρὸς ἡμῶν ἀμείλικτα ὀργίζεσθε καὶ ἐπὶ θανάτῳ συνειλήφατε;

  Πλάτων

  ἅτινα μὲν εἴργασαι ἡμᾶς τὰ δεινά, σεαυτὸν ἐρώτα, ὦ κάκιστε, καὶ τοὺς καλοὺς ἐκείνους σου λόγους ἐν οἷς φιλοσοφίαν τε αὐτὴν κακῶς ἠγόρευες καὶ εἰς ἡμᾶς ὕβριζες, ὥσπερ ἐξ ἀγορᾶς ἀποκηρύττων σοφοὺς ἄνδρας, καὶ τὸ μέγιστον, ἐλευθέρους: ἐφ᾽ οἷς ἀγανακτήσαντες ἀνεληλύθαμεν ἐπὶ σὲ παραιτησάμενοι πρὸς ὀλίγον τὸν Ἀϊδωνέα, Χρύσιππος οὑτοσὶ καὶ Ἐπίκουρος καὶ ὁ
Πλάτων ἐγὼ καὶ Ἀριστοτέλης ἐκεῖνος καὶ ὁ σιωπῶν οὗτος Πυθαγόρας καὶ Διογένης καὶ ἅπαντες ὁπόσους διέσυρες ἐν τοῖς λόγοις.

  Παρρησιάδης [5] ἀνέπνευσα: οὐ γὰρ ἀποκτενεῖτέ με, ἢν μάθητε ὁποῖος ἐγὼ περὶ ὑμᾶς ἐγενόμην ὥστε ἀπορρίψατε τοὺς λίθους, μᾶλλον δὲ φυλάττετε. χρήσεσθε γὰρ αὐτοῖς κατὰ τῶν ἀξίων.

  Πλάτων

  ληρεῖς. σὲ δὲ χρὴ τήμερον ἀπολωλέναι, καὶ ἤδη γε λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ᾽ ὅσσα ἔοργας.

  Παρρησιάδης

  καὶ μήν, ὦ ἄριστοι, ὃν ἐχρῆν μόνον ἐξ ἁπάντων ἐπαινεῖν οἰκεῖόν τε ὑμῖν ὄντα καὶ εὔνουν καὶ ὁμογνώμονα καί, εἰ μὴ φορτικὸν εἰπεῖν, κηδεμόνα τῶν ἐπιτηδευμάτων εὖ ἴστε ἀποκτενοῦντες, ἢν ἐμὲ ἀποκτείνητε τοσαῦτα ὑπὲρ ὑμῶν πεπονηκότα. ὁρᾶτε οὖν μὴ κατὰ τοὺς πολλοὺς τῶν νῦν φιλοσόφων αὐτοὶ ποιεῖτε, ἀχάριστοι καὶ ὀργίλοι καὶ ἀγνώμονες φαινόμενοι πρὸς ἄνδρα εὐεργέτην.

 

‹ Prev