Τυχιάδης [43] ἐπίσταμαι ταῦτα: ἀλλ᾽ οὗτοι μὲν ῥήτορες καὶ λόγους λέγειν ἠσκηκότες, ἀρετὴν δὲ οὔ. τί δὲ περὶ τῶν φιλοσόφων λέγεις; οὐ γὰρ δὴ τούτους ἔχεις ὥσπερ ἐκείνους αἰτιᾶσθαι.
Σίμων
οὗτοι πάλιν, ὦ Τυχιάδη, οἱ περὶ τῆς ἀνδρείας ὁσημέραι διαλεγόμενοι καὶ κατατρίβοντες τὸ τῆς ἀρετῆς ὄνομα πολλῷ μᾶλλον τῶν ῥητόρων φανοῦνται δειλότεροι καὶ μαλακώτεροι. σκόπει δὴ οὕτως. πρῶτον μὲν οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι φιλόσοφον ἐν πολέμῳ τετελευτηκότα: ἤτοι γὰρ οὐδὲ ὅλως ἐστρατεύσαντο, ἢ εἴπερ ἐστρατεύσαντο, πάντες ἔφυγον. Ἀντισθένης μὲν οὖν καὶ Διογένης καὶ Κράτης καὶ Ζήνων καὶ Πλάτων καὶ Αἰσχίνης καὶ Ἀριστοτέλης καὶ πᾶς οὗτος ὁ ὅμιλος οὐδὲ εἶδον παράταξιν μόνος δὲ τολμήσας ἐξελθεῖν εἰς τὴν ἐπὶ Δηλίῳ ^ μάχην ὁ σοφὸς αὐτῶν Σωκράτης φεύγων ἐκεῖθεν ἀπὸ τῆς Πάρνηθος εἰς τὴν Ταυρέου παλαίστραν κατέφυγεν. πολὺ γὰρ αὐτῷ ἀστειότερον ἐδόκει μετὰ τῶν μειρακυλλίων καθεζόμενον ὀαρίζειν καὶ σοφισμάτια προβάλλειν τοῖς ἐντυγχάνουσιν ἢ ἀνδρὶ Σπαρτιάτῃ μάχεσθαι.
Τυχιάδης
ὦ γενναῖε, ταῦτα μὲν ἤδη καὶ παρ᾽ ἄλλων ἐπυθόμην, οὐ μὰ Δία σκώπτειν αὐτοὺς καὶ ὀνειδίζειν βουλομένων ὥστε οὐδέν τί μοι δοκεῖς χαριζόμενος τῇ σεαυτοῦ τέχνῃ καταψεύδεσθαι τῶν [44] ἀνδρῶν. ἀλλ᾽ εἰ δοκεῖ ἤδη, φέρε καὶ σὺ τὸν παράσιτον ὁποῖὸς τίς ἐστιν ἐν πολέμῳ λέγε, καὶ εἰ καθόλως ^ λέγεται παράσιτός τις γενέσθαι τῶν παλαιῶν; -
Σίμων
καὶ μήν, ὦ φιλότης, οὐδεὶς οὕτως ἀνήκοος Ὁμήρου, οὐδ᾽ ἂν πάμπαν ἰδιώτης τύχῃ, ὃς οὐκ ἐπίσταται παρ᾽ αὐτῷ τοὺς ἀρίστους τῶν ἡρώων παρασίτους ὄντας. ὅ τε γὰρ Νέστωρ ἐκεῖνος, οὗ ἀπὸ τῆς γλώττης ὥσπερ μέλι ὁ λόγος ἀπέρρει,^ αὐτοῦ τοῦ βασιλέως παράσιτος ἦν, καὶ οὔτε τὸν Ἀχιλλέα, ὅσπερ ἐδόκει τε καὶ ἦν τὸ σῶμα γενναιότατος, οὔτε τὸν Διομήδην οὔτε τὸν Αἴαντα ὁ Ἀγαμέμνων οὕτως ἐπαινεῖ τε καὶ θαυμάζει ὥσπερ τὸν Νέστορα. οὐδὲ γὰρ δέκα Αἴαντας εὔχεται γενέσθαι αὑτῷ οὔτε δέκα Ἀχιλλέας: πάλαι δ᾽ ἂν ἑαλωκέναι τὴν Τροίαν, εἰ τοιούτους ὁποῖος ἦν οὗτος ὁ παράσιτος, καίπερ γέρων ὤν, στρατιώτας εἶχεν δέκα. καὶ τὸν Ἰδομενέα τὸν τοῦ Διὸς ἔγγονον παράσιτον Ἀγαμέμνονος ὁμοίως λέγει.
Τυχιάδης [45] ταῦτα μὲν καὶ αὐτὸς ἐπίσταμαι: οὔπω γε μὴν δοκῶ μοι γιγνώσκειν, πῶς δὴ τὼ ἄνδρε τῷ Ἀγαμέμνονι παράσιτοι ἦσαν.
Σίμων
. ἀναμνήσθητι, ὦ γενναῖε, τῶν ἐπῶν ἐκείνων ὧνπερ αὐτὸς ὁ Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα λέγει.
Τυχιάδης
ποίων; ^
Σίμων
σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηχ᾽ ὥσπερ ἐμοὶ πιέειν ὅτε θυμὸς ἀνώγοι. ἐνταῦθα γὰρ τὸ αἰεὶ πλεῖον δέπας εἴρηκεν οὐχ ὅτι τὸ ποτήριον διὰ παντὸς πλῆρες ἑστήκει τῷ Ἰδομενεῖ καὶ μαχομένῳ καὶ καθεύδοντι, ἀλλ᾽ ὅτι αὐτῷ δι᾽ ὅλου τοῦ βίου μόνῳ συνδειπνεῖν ὑπῆρχεν τῷ βασιλεῖ, οὐχ ὥσπερ τοῖς λοιποῖς στρατιώταις πρὸς ἡμέρας τινὰς καλουμένοις. τὸν μὲν γὰρ Αἴαντα, ἐπεὶ καλῶς ἐμονομάχησεν τῷ Ἕκτορι, ‘ εἰς Ἀγαμέμνονα δῖον ἄγον,’ φησίν, κατὰ τιμὴν ἀξιωθέντα ὀψὲ τοῦ παρὰ τῷ βασιλεῖ δείπνου. ὁ δὲ Ἰδομενεὺς καὶ ὁ Νέστωρ ὁσημέραι συνεδείπνουν τῷ βασιλεῖ, ὡς αὐτός φησιν. Νέστωρ δὲ παράσιτός μοι δοκεῖ τῶν βασιλέων μάλιστα τεχνίτης καὶ ἀγαθὸς γενέσθαι: οὐ γὰρ ἐπὶ τοῦ Ἀγαμέμνονος ἄρξασθαι τῆς τέχνης, ἀλλὰ ἄνωθεν ἐπὶ Καινέως καὶ Ἐξαδίου: δοκεῖ δὲ οὐδὲ ἂν παύσασθαι παρασιτῶν, εἰ μὴ ὁ Ἀγαμέμνων ἀπέθανεν.
Τυχιάδης
οὑτοσὶ μὲν γενναῖος ὁ παράσιτος. εἰ δὲ καὶ ἄλλους τινὰς οἶσθα, πειρῶ λέγειν.
Σίμων
[46] τί οὖν, ὦ Τυχιάδη, οὐχὶ καὶ Πάτροκλος τοῦ Ἀχιλλέως παράσιτος ἦν, καὶ ταῦτα οὐδενὸς τῶν ἄλλων Ἑλλήνων φαυλότερος οὔτε τὴν ψυχὴν οὔτε τὸ σῶμα νεανίας ὤν; ἐγὼ γὰρ οὐδ᾽ αὐτοῦ μοι δοκῶ τοῦ Ἀχιλλέως τεκμαίρεσθαι τοῖς ἔργοις αὐτοῦ χείρω εἶναι: τόν τε γὰρ Ἕκτορα ῥήξαντα τὰς πύλας καὶ παρὰ ταῖς ναυσὶν εἴσω μαχόμενον οὗτος ἐξέωσεν καὶ τὴν Πρωτεσιλάου ναῦν ἤδη καιομένην ἔσβεσεν, καίτοι ἐπεβάτευον αὐτῆς οὐχ οἱ φαυλότατοι, ἀλλ᾽ οἱ τοῦ Τελαμῶνος Αἴας τε καὶ Τεῦκρος, ὁ μὲν ὁπλίτης ἀγαθός, ὁ δὲ τοξότης. καὶ πολλοὺς μὲν ἀπέκτεινε τῶν βαρβάρων, ἐν δὲ δὴ τούτοις καὶ Σαρπηδόνα τὸν παῖδα τοῦ Διός, .ὁ παράσιτος τοῦ Ἀχιλλέως. καὶ ἀπέθανεν δὲ οὐχὶ τοῖς ἄλλοις ὁμοίως, ἀλλὰ τὸν ^ μὲν Ἕκτορα Ἀχιλλεὺς ἀπέκτεινεν, εἷς ἕνα, καὶ αὐτὸν τὸν Ἀχιλλέα Πάρις, τὸν δὲ παράσιτον θεὸς καὶ δύο ἄνθρωποι. καὶ τελευτῶν δὲ φωνὰς ἀφῆκεν οὐχ οἵας ὁ γενναιότατος Ἕκτωρ καὶ προσπίπτων τὸν Ἀχιλλέα καὶ ἱκετεύων ὅπως ὁ νεκρὸς αὐτοῦ τοῖς οἰκείοις ἀποδοθῇ, ἀλλ᾽ οἵας εἰκὸς ἀφεῖναι παράσιτον. τίνας δὴ ταύτας; τοιοῦτοι δ᾽ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν, πάντες κ᾽ αὐτόθ᾽ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
Τυχιάδης [47] ταῦτα μὲν ἱκανῶς: ὅτι δὲ μὴ φίλος ἀλλὰ παράσιτος ἦν ὁ Πάτροκλος τοῦ Ἀχιλλέως πειρῶ λέγειν.
Σίμων
αὐτόν, ὦ Τυχιάδη, τὸν Πάτροκλον ὅτι παράσιτος ἦν λέγοντά σοι παρέξομαι.
Τυχιάδης
θαυμαστὰ λέγεις.
Σίμων
ἄκουε τοίνυν �
�ὐτῶν τῶν ἐπῶν μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ᾽, Ἀχιλλεῦ, ἀλλ᾽ ὁμοῦ, ὡς ἐτράφην περ ἐν ὑμετέροισι δόμοισι. καὶ πάλιν ὑποβάς, ‘ καὶ νῦν με δεξάμενος,’ φησίν, ‘ὁ Πηλεὺς ἔτρεφεν ἐνδυκέως καὶ σὸν θεράποντ᾽ ὀνόμηνε.’ τουτέστι παράσιτον εἶχεν. εἰ μὲν τοίνυν φίλον ἐβούλετο τὸν Πάτροκλον λέγειν, οὐκ ἂν αὐτὸν ὠνόμαζεν θεράποντα: ἐλεύθερος γὰρ ἦν ὁ Πάτροκλος. τίνας τοίνυν λέγει τοὺς θεράποντας, εἰ μήτε τοὺς δούλους μήτε τοὺς φίλους; τοὺς παρασίτους δῆλον ὅτι: ᾗ καὶ τὸν Μηριόνην τοῦ Ἰδομενέως καὶ αὐτὸν θεράποντα ὀνομάζει.^ Σκόπει δὲ ὅτι καὶ ἐνταῦθα τὸν μὲν Ἰδομενέα Διὸς ὄντα υἱὸν οὐκ ἀξιοῖ λέγειν ‘ ἀτάλαντον Ἄρηϊ,’ Μηριόνην δὲ τὸν παράσιτον αὐτοῦ. [48] τί δέ; οὐχὶ καὶ Ἀριστογείτων, δημοτικὸς ὢν καὶ ‘πένης, ὥσπερ Θουκυδίδης φησί, παράσιτος ἦν Ἁρμοδίου; τί δέ; οὐχὶ καὶ ἐραστής; ἐπιεικῶς γὰρ οἱ παράσιτοι καὶ ἐρασταὶ τῶν τρεφόντων εἰσίν. οὗτος τοίνυν πάλιν ὁ παράσιτος τὴν Ἀθηναίων πόλιν τυραννουμένην εἰς ἐλευθερίαν ἀφείλετο, καὶ νῦν ἕστηκε χαλκοῦς ἐν τῇ ἀγορᾷ μετὰ τῶν παιδικῶν. οὗτοι μὲν δή, τοιοίδε ὄντες, μάλα ἀγαθοὶ παράσιτοι ἦσαν. [49] σὺ δὲ δὴ ποῖόν τινα εἰκάζεις ἐν πολέμῳ τὸν παράσιτον; οὐχὶ πρῶτον μὲν ὁ τοιοῦτος ἀριστοποιησάμενος ἔξεισιν ἐπὶ τὴν παράταξιν, καθάπερ καὶ ὁ Ὀδυσσεὺς ἀξιοῖ; οὐ γὰρ ἄλλως ἐν πολέμῳ μάχεσθαι, φησίν, ἔστιν, εἰ καὶ ^ εὐθὺς ἅμα ἕῳ μάχεσθαι δέοι. καὶ ὃν ἄλλοι στρατιῶται χρόνον ὑπὸ δέους ὁ μέν τις ἀκριβῶς ἁρμόζει τὸ κράνος, ὁ δὲ θωράκιον ἐνδύεται, ὁ δὲ αὐτὸ τὸ δεινὸν ὑποπτεύων τοῦ πολέμου τρέμει, οὗτος δὲ ἐσθίει τότε μάλα φαιδρῷ τῷ προσώπῳ καὶ μετὰ τὴν ἔξοδον εὐθὺς ἐν πρώτοις διαγωνίζεται: ὁ δὲ τρέφων. αὐτὸν ὄπισθεν ὑποτέτακται τῷ παρασίτῳ, κἀκεῖνος αὐτὸν ὥσπερ ὁ Αἴας τὸν Τεῦκρον ὑπὸ τῷ σάκει καλύπτει, καὶ τῶν βελῶν ἀφιεμένων γυμνώσας ἑαυτὸν τοῦτον σκέπει: βούλεται γὰρ ἐκεῖνον μᾶλλον σώζειν ἢ ἑαυτόν. [50] εἰ δὲ δὴ καὶ πέσοι παράσιτος ἐν πολέμῳ, οὐκ ἂν ἐπ᾽ αὐτῷ δήπου οὔτε λοχαγὸς οὔτε στρατιώτης αἰσχυνθείη μεγάλῳ τε ὄντι νεκρῷ καὶ ὥσπερ ἐν συμποσίῳ καλῷ καλῶς κατακειμένῳ. ὡς ἄξιὸν γε φιλοσόφου νεκρὸν ἰδεῖν τούτῳ παρακείμενον, ξηρόν, ῥυπῶντα, μακρὸν πωγώνιον ἔχοντα, προτεθνηκότα τῆς μάχης, ἀσθενῆ ἄνθρωπον. τίς οὐκ ἂν καταφρονήσειε ταύτης τῆς πόλεως τοὺς ὑπασπιστὰς αὐτῆς οὕτως κακοδαίμονας ὁρῶν; τίς δὲ οὐκ ἂν εἰκάσαι, χλωροὺς καὶ κομήτας ὁρῶν ἀνθρωπίσκους κειμένους, τὴν πόλιν ἀποροῦσαν συμμάχων τοὺς ἐν τῇ εἱρκτῇ κακούργους ἐπιλῦσαι τῷ πολέμῳ; τοιοῦτοι μὲν ἐν πολέμῳ πρὸς ῥήτορας καὶ φιλοσόφους [51] εἰσὶν οἱ παράσιτοι. ἐν εἰρήνῃ δὲ τοσούτῳ μοι δοκεῖ διαφέρειν παρασιτικὴ φιλοσοφίας ὅσον αὐτὴ ἡ εἰρήνη πολέμου. καὶ πρῶτον, εἰ δοκεῖ, σκοπῶμεν τὰ τῆς εἰρήνης χωρία.
Τυχιάδης
οὔπω συνίημι ὅ τι τοῦτό πως βούλεται, σκοπῶμεν δὲ ὅμως.
Σίμων
οὐκοῦν ἀγορὰν καὶ δικαστήρια καὶ παλαίστρας καὶ γυμνάσια καὶ κυνηγέσια καὶ συμπόσια ἔγωγε φαίην ἂν πόλεως χωρία.
Τυχιάδης
πάνυ μὲν οὖν.
Σίμων
ὁ τοίνυν παράσιτος εἰς ἀγορὰν μὲν καὶ δικαστήρια οὐ πάρεισιν, ὅτι, οἶμαι, τοῖς συκοφάνταις πάντα τὰ χωρία ταῦτα μᾶλλον προσήκει καὶ ὅτι οὐδὲν μέτριόν ἐστιν τῶν ἐν τούτοις γιγνομένων, τὰς δὲ παλαίστρας καὶ τὰ γυμνάσια καὶ τὰ συμπόσια διώκει καὶ κοσμεῖ μόνος οὗτος. ἐπεὶ τίς ἐν παλαίστρᾳ φιλόσοφος ἢ ῥήτωρ ἀποδὺς ἄξιος συγκριθῆναι παρασίτου τῷ σώματι; ἢ τίς ἐν γυμνασίῳ τούτων ὀφθεὶς οὐκ αἰσχύνη μᾶλλον τοῦ χωρίου ἐστί; καὶ μὴν ἐν ἐρημίᾳ τούτων οὐδεὶς ἂν ὑποσταίη θηρίον ὁμόσε ἰόν, ὁ δὲ παράσιτος αὐτά τε ἐπιόντα μένει καὶ δέχεται ῥᾳδίως, μεμελετηκὼς αὐτῶν ἐν τοῖς δείπνοις καταφρονεῖν, καὶ οὔτε ἔλαφος οὔτε σῦς αὐτὸν ἐκπλήττει πεφρικώς, ἀλλὰ κἂν ἐπ᾽ αὐτὸν ὁ σῦς τὸν ὀδόντα θήγῃ, καὶ ὁ παράσιτος ἐπὶ τὸν σῦν ἀντιθήγει. τοὺς μὲν γὰρ λαγὼς διώκει μᾶλλον τῶν κυνῶν. ἐν δὲ δὴ συμποσίῳ τίς ἂν καὶ ἁμιλλήσαιτο παρασίτῳ ἤτοι παίζοντι ἢ ἐσθίοντι; τίς δ᾽ ἂν μᾶλλον εὐφράναι τοὺς συμπότας; πότερόν ποτε οὗτος ᾁδων καὶ σκώπτων, ἢ ἄνθρωπος μὴ γελῶν, ἐν τριβωνίῳ κείμενος, εἰς τὴν γῆν ὁρῶν, ὥσπερ ἐπὶ πένθος οὐχὶ συμπόσιον ἥκων; καὶ ἔμοιγε δοκεῖ, ἐν συμποσίῳ. φιλόσοφος τοιοῦτόν ἐστιν οἷον ἐν βαλανείῳ κύων. [52] φέρε δὴ ταῦτα ἀφέντες ἐπ᾽ αὐτὸν ἤδη βαδίζωμεν τὸν βίον τοῦ παρασίτου, σκοποῦντες ἅμα καὶ παραβάλλοντες ἐκεῖνον. πρῶτον τοίνυν ἴδοι τις ἂν τὸν μὲν παράσιτον ἀεὶ δόξης καταφρονοῦντα καὶ οὐδὲν αὐτῷ μέλον ὅ τι ἂν οἱ ἄνθρωποι οἴωνται περὶ αὐτοῦ, ῥήτορας δὲ καὶ φιλοσόφους εὕροι τις ἂν οὐ τινάς, ἀλλὰ πάντας ὑπὸ τύφου καὶ δόξης τριβέντας, καὶ οὐ δόξης μόνον, ἀλλὰ καὶ ὃ τούτου αἴσχιόν ἐστιν, ὑπ᾽ ἀργυρίου. καὶ ὁ μὲν παράσιτος οὕτως ἔχει πρὸς ἀργύριον ὡς οὐκ ἄν τις οὐδὲ πρὸς τὰς ἐν τοῖς αἰγιαλοῖς ψηφῖδας ἀμελῶς ἔχοι, καὶ οὐδὲν αὐτῷ δοκεῖ διαφέρειν τὸ χρυσίον τοῦ πυρός. οἳ γε μὴν ῥήτορες, καὶ ὃ δεινότερόν ἐστιν, καὶ οἱ φιλοσοφεῖν φάσκοντες πρὸς αὐτὰ οὕτως διάκεινται κακοδαιμόνως, ὥστε τῶν μάλιστα νῦν εὐδοκιμούντων φιλοσόφ
ων — περὶ μὲν γὰρ τῶν ῥητόρων τί δεῖ λέγειν; — ὁ μὲν δικάζων δίκην δώροις ἐπ᾽ αὐτῇ ἑάλω,^ ὁ δὲ παρὰ βασιλέως ὑπὲρ τοῦ συνεῖναι μισθὸν αἰτεῖ καὶ οὐκ αἰσχύνεται ὅτι πρεσβύτης ἀνὴρ διὰ τοῦτο ἀποδημεῖ καὶ μισθοφορεῖ καθάπερ Ἰνδὸς ἢ Σκύθης αἰχμάλωτος, καὶ οὐδὲ αὐτὸ τὸ ὄνομα αἰσχύνεται ὃ λαμβάνει. [53] εὕροις δ᾽ ἂν οὐ μόνον ταῦτα περὶ τούτους, ἀλλὰ καὶ ἄλλα πάθη, οἷον λύπας καὶ ὀργὰς καὶ φθόνους καὶ παντοίας ἐπιθυμίας. ὅ γε μὴν παράσιτος ἔξωθεν τούτων ἐστὶν ἁπάντων: οὔτε γὰρ ὀργίζεται δι᾽ ἀνεξικακίαν καὶ ὅτι οὐκ ἔστιν αὐτῷ ὅτῳ ὀργισθείη: καὶ εἰ ἀγανακτήσειεν δέ ποτε, ἡ ὀργὴ αὐτοῦ χαλεπὸν μὲν οὐδὲ σκυθρωπὸν οὐδὲν ἀπεργάζεται, μᾶλλον δέ γέλωτα, καὶ εὐφραίνει τοὺς συνόντας. λυπεῖταί γε μὴν ἥκιστα πάντων, τοῦτο τῆς τέχνης παρασκευαζούσης αὐτῷ καὶ χαριζομένης, μὴ ἔχειν ὑπὲρ ὅτου λυπηθείη: οὔτε γὰρ χρήματά ἐστιν αὐτῷ οὔτε οἶκος οὔτε οἰκέτης οὔτε γυνὴ οὔτε παῖδες, ὧν διαφθειρομένων πᾶσα ἀνάγκη ἐστὶ λυπεῖσθαι τὸν ἔχοντα αὐτά ἐπιθυμεῖ δὲ οὔτε δόξης οὔτε χρημάτων, ἀλλ᾽ οὐδὲ ὡραίου τινός.
Delphi Complete Works of Lucian Page 193