Delphi Complete Works of Lucian

Home > Other > Delphi Complete Works of Lucian > Page 194
Delphi Complete Works of Lucian Page 194

by Lucian Samosata


  Τυχιάδης [54] ἀλλ᾽, ὦ Σίμων, εἰκός γε ἐνδείᾳ τροφῆς λυπηθῆναι αὐτόν.

  Σίμων

  ἀγνοεῖς, ὦ Τυχιάδη, ὅτι ἐξ ἀρχῆς οὐδὲ παράσιτός ἐστιν οὗτος, ὅστις ἀπορεῖ τροφῆς: οὐδὲ γὰρ ἀνδρεῖος ἀπορίᾳ ἀνδρείας ἐστὶν ἀνδρεῖος, οὐδὲ φρόνιμος ἀπορίᾳ φρενῶν ἐστιν φρόνιμος: ἄλλως γὰρ οὐδὲ ^ παράσιτος ἂν εἴη. πρόκειται δὲ ἡμῖν περὶ παρασίτου ζητεῖν ὄντος, οὐχὶ μὴ ὄντος. εἰ δὲ ὁ ἀνδρεῖος οὐκ ἄλλως ἢ παρουσίᾳ ἀνδρειότητος καὶ ὁ φρόνιμος παρουσίᾳ φρονήσεως, καὶ ὁ παράσιτος δὲ παρουσίᾳ τοῦ παρασιτεῖν παράσιτος ἔσται: ὡς εἴ γε τοῦτο μὴ ὑπάρχοι αὐτῷ, περὶ ἄλλου τινός, καὶ οὐχὶ παρασίτου, ζητήσομεν.

  Τυχιάδης

  οὐκοῦν οὐδέποτε ἀπορήσει παράσιτος τροφῆς;

  Σίμων

  ἔοικεν: ὥστε οὔτ᾽ ἐπὶ τούτῳ οὔτ᾽ ἐπ᾽ ἄλλῳ ^ ἐστὶν ὅτῳ λυπηθείη ἄν. [55] καὶ μὴν καὶ πάντες ὁμοῦ καὶ φιλόσοφοι καὶ ῥήτορες φοβοῦνται μάλιστα. τοὺς γέ τοι πλείστους αὐτῶν εὕροι τις ἂν μετὰ ξύλου προϊόντας, οὐκ ἂν δή που, εἰ μὴ ἐφοβοῦντο, ὡπλισμένους, καὶ τὰς θύρας δὲ μάλα ἐρρωμένως ἀποκλείοντας, μή τις ἄρα νύκτωρ ἐπιβουλεύσειεν αὐτοῖς δεδιότας. ὁ δὲ τὴν θύραν τοῦ δωματίου προστίθησιν εἰκῆ, καὶ τοῦτο ὡς μὴ ὑπ᾽ ἀνέμου ἀνοιχθείη, καὶ γενομένου ψόφου νύκτωρ οὐδέν τι μᾶλλον θορυβεῖται ἢ μὴ γενομένου, καὶ δι᾽ ἐρημίας δὲ ἀπιὼν ἄνευ ξίφους ὁδεύει: φοβεῖται γὰρ οὐδὲν οὐδαμοῦ. φιλοσόφους δὲ ἤδη ἐγὼ πολλάκις εἶδον, οὐδενὸς ὄντος δεινοῦ, τόξα ἐνεσκευασμένους: ξύλα μὲν γὰρ ἔχουσιν καὶ εἰς βαλανεῖον ἀπιόντες καὶ ἐπ᾽ ἄριστον. [56] παρασίτου μέντοι οὐδεὶς ἔχοι κατηγορῆσαι μοιχείαν ἢ βίαν ἢ ἁρπαγὴν ἢ ἄλλο τι ἀδίκημα ἁπλῶς: ἐπεὶ ὅ γε τοιοῦτος οὐκ ἂν εἴη παράσιτος, ἀλλ᾽ ἑαυτὸν ἐκεῖνος ἀδικεῖ. ὥστ᾽ εἰ μοιχεύσας τύχοι, ἅμα τῷ ἀδικήματι καὶ τοὔνομα μεταλαμβάνει τοῦ ἀδικήματος. ὥσπερ γὰρ ὁ ἀγαθὸς φαῦλα ποιῶν διὰ τοῦτο οὐκ ἀγαθός,^ ἀλλὰ φαῦλος εἶναι ἀναλαμβάνει, οὕτως, οἶμαι, καὶ ὁ παράσιτος, ἐάν τι ἀδικῇ, αὐτὸ μὲν τοῦτο ὅπερ ἐστὶν ἀποβάλλει, ἀναλαμβάνει δὲ ὃ ἀδικεῖ. ἀδικήματα δὲ τοιαῦτα ῥητόρων καὶ φιλοσόφων ἄφθονα οὐ μόνον ἴσμεν αὐτοὶ γεγονότα καθ᾽ ἡμᾶς, ἀλλὰ κἀν τοῖς βιβλίοις ἀπολελειμμένα ὑπομνήματα ἔχομεν ὧν ἠδίκησαν. ἀπολογία μὲν γὰρ Σωκράτους ἐστὶν καὶ Αἰσχίνου καὶ Ὑπερίδου καὶ Δημοσθένους καὶ τῶν πλείστων σχεδόν τι ῥητόρων καὶ σοφῶν, παρασίτου δὲ οὐκ ἔστιν ἀπολογία οὐδ᾽ ἔχει τις εἰπεῖν δίκην πρὸς παράσιτόν τινι γεγραμμένην. [57] ἀλλὰ νὴ Δία ὁ μὲν βίος τοῦ παρασίτου κρείττων ἐστὶν τοῦ τῶν ῥητόρων καὶ τῶν φιλοσόφων, ὁ δὲ θάνατος φαυλότερος; πάνυ μὲν οὖν τοὐναντίον παρὰ πολὺ εὐδαιμονέστερος. φιλοσόφους μὲν γὰρ ἴσμεν ἅπαντας ἢ τοὺς πλείστους κακοὺς κακῶς ἀποθανόντας, τοὺς μὲν ἐκ καταδίκης, ἑαλωκότας ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι, φαρμάκῳ, τοὺς δὲ καταπρησθέντας τὸ σῶμα ἅπαν, τοὺς δὲ ἀπὸ δυσουρίας φθινήσαντας, τοὺς δὲ φυγόντας. παρασίτου δὲ θάνατον οὐδεὶς ἔχει τοιοῦτον εἰπεῖν, ἀλλὰ τὸν εὐδαιμονέστατον φαγόντος καὶ πιόντος. εἰ δέ τις καὶ δοκεῖ βιαίῳ τετελευτηκέναι θανάτῳ, ἀπεπτήσας ἀπέθανεν.

  Τυχιάδης [58] ταῦτα μὲν ἱκανῶς διημίλληταί σοι τὰ πρὸς τοὺς φιλοσόφους ὑπὲρ τοῦ παρασίτου. λοιπὸν δὲ εἰ καλὸν καὶ λυσιτελές ἐστιν τὸ κτῆμα τοῦτο τῷ τρέφοντι, πειρῶ λέγειν ἐμοὶ μὲν γὰρ δοκοῦσιν ὥσπερ εὐεργετοῦντες καὶ χαριζόμενοι τρέφειν αὐτοὺς οἱ πλούσιοι, καὶ εἶναι τοῦτο αἰσχύνην τῷ τρεφομένῳ.

  Σίμων

  ὡς ἠλίθιά γε σου, ὦ: Τυχιάδη, ταῦτα, εἰ μὴ δύνασαι γινώσκειν ὅτι πλούσιος ἀνήρ, εἰ καὶ τὸ Γύγου χρυσίον ἔχοι, μόνος ἐσθίων πένης ἐστὶν καὶ προϊὼν ἄνευ παρασίτου πτωχὸς δοκεῖ, καὶ ὥσπερ στρατιώτης χωρὶς ὅπλων ἀτιμότερος καὶ ἐσθὴς ἄνευ πορφύρας καὶ ἵππος ἄνευ φαλάρων, οὕτω καὶ πλούσιος ἄνευ παρασίτου ταπεινός τις καὶ εὐτελὴς φαίνεται. καὶ μὴν ὁ μὲν πλούσιος κοσμεῖται ὑπ᾽ αὐτοῦ, τὸν δὲ παράσιτον πλούσιος [59] οὐδέποτε κοσμεῖ. ἄλλως τε οὐδὲ ὄνειδος αὐτῷ ἐστιν, ὡς σὺ φής, τὸ παρασιτεῖν ἐκείνῳ, δῆλον ὅτι ὥς τινι κρείττονι χείρονα, ὅπου γε μὴν τῷ πλουσίῳ τοῦτο λυσιτελές ἐστιν, τὸ τρέφειν τὸν παράσιτον, ᾧ γε μετὰ τοῦ κοσμεῖσθαι ὑπ᾽ αὐτοῦ καὶ ἀσφάλεια πολλὴ ἐκ τῆς τούτου δορυφορίας ὑπάρχει: οὔτε γὰρ μάχῃ ῥᾳδίως ἄν τις ἐπιχειρήσαι τῷ πλουσίῳ τοῦτον ὁρῶν παρεστῶτα, ἀλλ᾽ οὐδ᾽ ἂν ἀποθάνοι φαρμάκῳ οὐδεὶς ἔχων παράσιτον. τίς γὰρ ἂν τολμήσειεν ἐπιβουλεῦσαί τινι τούτου προεσθίοντος καὶ προπίνοντος; ὥστε ὁ πλούσιος οὐχὶ .κοσμεῖται μόνον, ἀλλὰ καὶ ἐκ τῶν μεγίστων κινδύνων ὑπὸ τοῦ παρασίτου σώζεται. οὕτω μὲν ὁ παράσιτος διὰ φιλοστοργίαν πάντα κίνδυνον ὑπομένει, καὶ οὐκ ἂν παραχωρήσειεν τῷ πλουσίῳ φαγεῖν μόνῳ ἀλλὰ καὶ ἀποθανεῖν αἱρεῖται συμφαγών.

  Τυχιάδης [60] πάντα μοι δοκεῖς, ὦ Σίμων, διεξελθεῖν ὑστερήσας οὐδὲν τῆς σεαυτοῦ τέχνης, οὐχ ὥσπερ αὐτὸς ἔφασκες, ἀμελέτητος ὤν, ἀλλ᾽ ὥσπερ ἄν τις ὑπὸ τῶν μεγίστων γεγυμνασμένος. λοιπόν, εἰ μὴ αἴσχιον αὐτὸ τὸ ὄνομά ἐστι τῆς παρασιτικῆς, θέλω μαθεῖν.

  Σίμων

  ὅρα δὴ τὴν ἀπόκρισιν, ἐάν σοι ἱκανῶς λέγεσθαι δοκῇ, κ�
�ὶ πειρῶ πάλιν αὐτὸς ἀποκρίνασθαι πρὸς τὸ ἐρωτώμενον ᾗ ἄριστα οἴει. φέρε γάρ, τὸν σῖτον οἱ παλαιοὶ τί καλοῦσι;

  Τυχιάδης

  τροφήν.

  Σίμων

  τί δὲ τὸ σιτεῖσθαι, οὐχὶ τὸ ἐσθίειν;

  Τυχιάδης

  ναί.

  Σίμων

  οὐκοῦν καθωμολόγηται τὸ παρασιτεῖν ὅτι οὐκ ἄλλο ἐστίν;

  Τυχιάδης

  τοῦτο γάρ, ὦ Σίμων, ἐστὶν ὃ αἰσχρὸν φαίνεται.

  Σίμων [61] φέρε δὴ πάλιν ἀπόκριναί μοι, πότερόν σοι δοκεῖ διαφέρειν, καὶ προκειμένων ἀμφοῖν πότερον ἂν αὐτὸς ἕλοιο, ἆρά γε τὸ πλεῖν ἢ τὸ παραπλεῖν;

  Τυχιάδης

  τὸ παραπλεῖν ἔγωγε.

  Σίμων

  τί δέ, τὸ τρέχειν ἢ τὸ παρατρέχειν;

  Τυχιάδης

  - Τὸ παρατρέχειν.

  Σίμων

  τί δέ, τὸ ἱππεύειν ἢ τὸ παριππεύειν;

  Τυχιάδης

  τὸ παριππεύειν.

  Σίμων

  τί δέ, τὸ ἀκοντίζειν ἢ τὸ παρακοντίζειν;

  Τυχιάδης

  τὸ παρακοντίζειν.

  Σίμων

  οὐκοῦν ὁμοίως ἂν ἕλοιο καὶ τοῦ ἐσθίειν μᾶλλον τὸ παρασιτεῖν;

  Τυχιάδης

  ὁμολογεῖν ἀνάγκη. καί σοι λοιπὸν ὥσπερ οἱ παῖδες ἀφίξομαι καὶ ἑῷος καὶ μετ᾽ ἄριστον μαθησόμενος τὴν τέχνην. σὺ δέ με αὐτὴν δίκαιος διδάσκειν ἀφθόνως, ἐπεὶ καὶ πρῶτος μαθητής σοι γίγνομαι. φασὶ δὲ καὶ τὰς μητέρας μᾶλλον τὰ πρῶτα φιλεῖν τῶν τέκνων.

  THE LOVER OF LIES — Φιλοψευδής ἢ Ἀπιστῶν

  ἔχεις μοι, ὠ Φιλόκλεις, εἰπεῖν τί ποτε ἀρα ἔστὶν ὃ πολλοὑς ^ εἰς ἐπιθυμίαν τοῦ ψεύδους ^ προάγεται, ὡς αὐτούς τε χαίρειν μηδὲν ὑγιὲς λέγοντας καὶ τοῖς τὰ τοιαῦτα διεξιοῦσιν μάλιστα προσέχειν τὸν νοῦν;

  Φιλοκλῆς

  πολλά, ὦ Τυχιάδη, ἐστὶν ἃ τοὺς ἀνθρώπους ἐνίους ἀναγκάζει τὰ ψευδῆ λέγειν εἰς τὸ χρήσιμον ἀποβλέποντας.

  Τυχιάδης

  οὐδὲν πρὸς ἔπος ταῦτα, φασίν, οὐ γὰρ περὶ τούτων ἠρόμην ὁπόσοι τῆς χρείας ἕνεκα ψεύδονται: συγγνωστοὶ γὰρ οὗτοί γε, μᾶλλον δὲ καὶ ἐπαίνου τινὲς αὐτῶν ἄξιοι, ὁπόσοι ἢ πολεμίους ἐξηπάτησαν ἢ ἐπὶ σωτηρίᾳ τῷ τοιούτῳ φαρμάκῳ ἐχρήσαντο ἐν τοῖς δεινοῖς, οἷα πολλὰ καὶ ὁ Ὀδυσσεὺς ἐποίει τήν τε αὑτοῦ ψυχὴν ἀρνύμενος καὶ τὸν νόστον τῶν ἑταίρων. ἀλλὰ περὶ ἐκείνων, ὦ ἄριστε, φημὶ οἳ αὐτὸ ἄνευ τῆς χρείας τὸ ψεῦδος πρὸ πολλοῦ τῆς ἀληθείας τίθενται, ἡδόμενοι τῷ πράγματι καὶ ἐνδιατρίβοντες ἐπ᾽ οὐδεμιᾷ προφάσει ἀναγκαίᾳ. τούτους οὖν ἐθέλω εἰδέναι τίνος ἀγαθοῦ τοῦτο ποιοῦσιν.

  Φιλοκλῆς [2] ἦ που κατανενόηκας ἤδη τινὰς τοιούτους, οἷς ἔμφυτος ὁ ἔρως οὗτός ἐστι πρὸς τὸ ψεῦδος;’

  Τυχιάδης

  καὶ μάλα πολλοὶ εἰσιν οἱ τοιοῦτοι.

  Φιλοκλῆς

  τί δ᾽ οὖν ἄλλο ἢ ἄνοιαν χρὴ αἰτίαν εἶναι αὐτοῖς φάναι τοῦ μὴ τἀληθῆ λέγειν, εἴ γε τὸ χείριστον ἀντὶ τοῦ βελτίστου προαιροῦνται; .

  Τυχιάδης

  οὐδὲν οὐδὲ τοῦτο, ὦ Φιλόκλεις: ^ ἐπεὶ πολλοὺς ἂν ἐγώ σοι δείξαιμι συνετοὺς τἄλλα καὶ τὴν γνώμην θαυμαστοὺς οὐκ οἶδ᾽ ὅπως ἑαλωκότας τούτῳ τῷ κακῷ καὶ φιλοψευδεῖς ὄντας, ὡς ἀνιᾶσθαί με, εἰ τοιοῦτοι ἄνδρες ἄριστοι τὰ πάντα ὅμως χαίρουσιν αὑτούς τε καὶ τοὺς ἐντυγχάνοντας ἐξαπατῶντες. ἐκείνους μὲν γὰρ τοὺς παλαιοὺς πρὸ ἐμοῦ σὲ χρὴ εἰδέναι, τὸν Ἡρόδοτον καὶ Κτησίαν τὸν Κνίδιον καὶ πρὸ τούτων τοὺς ποιητὰς καὶ τὸν Ὅμηρον αὐτόν, ἀοιδίμους ἄνδρας, ἐγγράφῳ τῷ ψεύσματι κεχρημένους, ὡς μὴ μόνους ἐξαπατᾶν τοὺς τότε ἀκούοντας σφῶν, ἀλλὰ καί μέχρις ἡμῶν διικνεῖσθαι τὸ ψεῦδος ἐκ διαδοχῆς ἐν καλλίστοις ἔπεσι καὶ μέτροις φυλαττόμενον. ἐμοὶ γοῦν πολλάκις αἰδεῖσθαι ὑπὲρ αὐτῶν ἔπεισιν, ὁπόταν Οὐρανοῦ τομὴν καὶ Προμηθέως δεσμὰ διηγῶνται καὶ Γιγάντων ἐπανάστασιν καὶ τὴν ἐν Ἃιδου πᾶσαν τραγῳδίαν, καὶ ὡς δι᾽ ἔρωτα ὁ Ζεὺς ταῦρος ἢ κύκνος ἐγένετο καὶ ὡς ἐκ γυναικός τις εἰς ὄρνεον ἢ εἰς ἄρκτον μετέπεσεν, ἔτι δὲ Πηγάσους καὶ Χιμαίρας καὶ Γοργόνας καὶ Κύκλωπας καὶ ὅσα τοιαῦτα, πάνυ ἀλλόκοτα καὶ τεράστια μυθίδια παίδων ψυχὰς κηλεῖν δυνάμενα ἔτι τὴν Μορμὼ καὶ τὴν Λάμιαν δεδιότων. [3] καίτοι τὰ μὲν τῶν ποιητῶν ἴσως μέτρια, τὸ δὲ καὶ πόλεις ἤδη καὶ ἔθνη ὅλα ^ κοινῇ καὶ δημοσίᾳ ψευδεσθαι πῶς οὐ γελοῖον; εἰ Κρῆτες μὲν τὸν Διὸς τάφον δεικνύντες οὐκ αἰσχύνονται, Ἀθηναῖοι δὲ τὸν Ἐριχθόνιον ἐκ τῆς γῆς ἀναδοθῆναί φασιν καὶ τοὺς πρώτους ἀνθρώπους ἐκ τῆς Ἀττικῆς ἀναφῦναι καθάπερ τὰ λάχανα, πολὺ σεμνότερον οὗτοί γε τῶν Θηβαίων, οἳ ἐξ ὄφεως ὀδόντων Σπαρτούς τινας ἀναβεβλαστηκέναι διηγοῦνται. ὃς δ᾽ ἂν οὖν ταῦτα καταγέλαστα ὄντα μὴ οἴηται ἀληθῆ εἶναι, ἀλλ᾽ ἐμφρόνως ἐξετάζων αὐτὰ Κοροίβου τινὸς ἢ Μαργίτου νομίζῃ τὸ πείθεσθαι ἢ Τριπτόλεμον ἐλάσαι διὰ τοῦ ἀέρος ἐπὶ δρακόντων ὑποπτέρων ἢ Πᾶνα ἥκειν ἐξ Ἀρκαδίας σύμμαχον εἰς Μαραθῶνα ἢ Ὠρείθυιαν ‘ὑπὸ τοῦ Βορέου ἁρπασθῆναι, ἀσεβὴς οὗτός γε καὶ ἀνόητος αὐτοῖς ἔδοξεν οὕτω προδήλοις καὶ ἀληθέσι πράγμασιν ἀπιστῶν εἰς τοσοῦτον ἐπικρατεῖ τὸ ψεῦδος.

  Φιλοκλῆς [4] ἀλλ᾽ οἱ μὲν ποιηταί, ὦ Τυχιάδη, καὶ αἱ πόλεις δὲ συγγνώμης εἰκότως τυγχάνοιεν ἄν, οἱ μὲν τὸ ἐκ τ
οῦ μύθου τερπνὸν ἐπαγωγότατον ὂν ἐγκαταμιγνύντες τῇ γραφῇ, οὗπερ μάλιστα δέονται πρὸς τοὺς ἀκροατάς, Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι . καὶ εἴ τινες ἄλλοι σεμνοτέρας ἀποφαίνοντες τὰς πατρίδας ἐκ τῶν τοιούτων. εἰ γοῦν τις ἀφέλοι τὰ μυθώδη ταῦτα ἐκ τῆς Ἑλλάδος, οὐδὲν ἂν κωλύσειε λιμῷ τοὺς περιηγητὰς αὐτῶν διαφθαρῆναι μηδὲ ἀμισθὶ τῶν ξένων τἀληθὲς ἀκούειν ἐθελησάντων. οἱ δὲ μηδεμιᾶς ἕνεκα αἰτίας τοιαύτης ὅμως χαίροντες τῷ ψεύσματι παγγέλοιοι εἰκότως δοκοῖεν ἄν.

 

‹ Prev