Delphi Complete Works of Lucian
Page 215
[45] ὡς δὲ ἤλθομεν, τὸν μὲν κῆπον αὐτοῦ συνεργῶι τινι ἐπέδωκεν γεωργεῖν, αὐτὸς δὲ τὸν κίνδυνον τὸν ἐκ τῆς ὁδοῦ δεδιὼς κρύπτεται ἅμα ἐμοὶ πρός τινος τῶν ἐν ἄστει συνήθων. τῆι δὲ ὑστεραίαι, δόξαν αὐτοῖς, οὕτω ποιοῦσιν· τὸν μὲν ἐμὸν δεσπότην κιβωτῶι ἐνέκρυψαν, ἐμὲ δὲ ἀράμενοι ἐκ τῶν ποδῶν κομίζουσιν ἄνω τῆι κλίμακι ἐς ὑπερῶιον κἀκεῖ με ἄνω συγκλείουσιν. ὁ δὲ στρατιώτης ἐκ τῆς ὁδοῦ τότε μόλις ἐξαναστάς, ὡς ἔφασαν, καρηβαρῶν ταῖς πληγαῖς ἧκεν εἰς τὴν πόλιν καὶ τοῖς στρατιώταις τοῖς σὺν αὐτῶι ἐντυχὼν λέγει τὴν ἀπόνοιαν τοῦ κηπουροῦ· οἱ δὲ σὺν αὐτῶι ἐλθόντες μανθάνουσιν ἔνθα ἦμεν κεκρυμμένοι, καὶ παραλαμβάνουσι τοὺς τῆς πόλεως ἄρχοντας. οἱ δὲ εἴσω τινὰ πέμπουσι τῶν ὑπηρετῶν καὶ τοὺς ἔνδον ἅπαντας προελθεῖν ἔξω κελεύουσιν· ὡς δὲ προῆλθον, ὁ κηπουρὸς οὐδαμοῦ ἐφαίνετο. οἱ μὲν οὖν στρατιῶται ἔνδον ἔφασαν εἶναι τὸν κηπουρὸν κἀμὲ τὸν ἐκείνου ὄνον· οἱ δὲ οὐδὲν ἄλλο ὑπολελεῖφθαι ἔλεγον οὔτε ἄνθρωπον οὔτε ὄνον. θορύβου δὲ ἐν τῶι στενωπῶι καὶ πολλῆς βοῆς ἐκ τούτων γινομένης ὁ ἀγέρωχος καὶ πάντα περίεργος ἐγὼ βουλόμενος μαθεῖν τίνες εἶεν οἱ βοῶντες, διακύπτω ἄνωθεν κάτω διὰ τῆς θυρίδος. οἱ δέ με ἰδόντες εὐθὺς ἀνέκραγον· οἱ δὲ ἑαλώκεσαν ψευδῆ λέγοντες· καὶ οἱ ἄρχοντες εἴσω παρελθόντες καὶ πάντα ἀνερευνῶντες εὑρίσκουσιν τὸν ἐμὸν δεσπότην τῆι κιβωτῶι ἐγκείμενον καὶ λαβόντες τὸν μὲν εἰς τὸ δεσμωτήριον ἔπεμψαν λόγον τῶν τετολμημένων ὑφέξοντα, ἐμὲ δὲ κάτω βαστάσαντες τοῖς στρατιώταις παρέδοσαν. πάντες δὲ ἄσβεστον ἐγέλων ἐπὶ τῶι μηνύσαντι ἐκ τῶν ὑπερώιων καὶ προδόντι τὸν ἑαυτοῦ δεσπότην· κἀκ τότε ἐξ ἐμοῦ πρώτου ἦλθεν εἰς ἀνθρώπους ὁ λόγος οὗτος, Ἐξ ὄνου παρακύψεως.
[46] τῆι δὲ ὑστεραίαι τί μὲν ἔπαθεν ὁ κηπουρὸς ὁ ἐμὸς δεσπότης, οὐκ οἶδα, ὁ δὲ στρατιώτης πωλήσειν με ἔγνω, καὶ πιπράσκει με πέντε καὶ εἴκοσιν Ἀττικῶν· ὁ δὲ ὠνησάμενος θεράπων ἦν ἀνδρὸς σφόδρα πλουσίου πόλεως τῶν ἐν Μακεδονίαι τῆς μεγίστης Θεσσαλονίκης. οὗτος τέχνην εἶχε ταύτην, τὰ ὄψα τῶι δεσπότηι ἐσκεύαζεν, καὶ εἶχεν ἀδελφὸν σύνδουλον ἄρτους πέττειν καὶ μελίπηκτα κιρνᾶν ἐπιστάμενον. οὗτοι οἱ ἀδελφοὶ σύσκηνοί τε ἀεὶ ἦσαν ἀλλήλοις καὶ κατέλυον ἐν ταὐτῶι καὶ τὰ σκεύη τῶν τεχνῶν εἶχον ἀναμεμιγμένα, καὶ μετὰ ταῦτα κἀμὲ ἵστασαν ἔνθα κατέλυον. καὶ οὗτοι μετὰ τὸ δεῖπνον τοῦ δεσπότου πολλὰ λείψανα ἄμφω εἴσω ἐκόμιζον ὁ μὲν κρεῶν καὶ ἰχθύων, ὁ δὲ ἄρτων καὶ πλακούντων. οἱ δὲ κατακλείσαντες ἔνδον ἐμὲ μετὰ τούτων καὶ φυλακὴν ἐμοὶ γλυκυτάτην περιστήσαντες ἀπήιεσαν ὥστε ἀπολούσασθαι· κἀγὼ τοῖς παρακειμένοις κριθιδίοις μακρὰ χαίρειν λέγων ταῖς τέχναις καὶ τοῖς κέρδεσι τῶν δεσποτῶν ἐδίδουν ἐμαυτόν, καὶ διὰ μακροῦ πάνυ ἐγεμιζόμην ἀνθρωπείου τροφῆς. οἱ δὲ ἀναστρέψαντες εἴσω τὰ μὲν πρῶτα οὐδὲν ἠισθάνοντο τῆς ὀψοφαγίας τῆς ἐμῆς ἐκ τοῦ πλήθους τῶν παρακειμένων, κἀμοῦ ἔτι ἐν φόβωι καὶ φειδοῖ κλέπτοντος τὸ ἄριστον. ἐπεὶ δὲ καὶ τέλεον ἤμην αὐτῶν καταγνοὺς ἄγνοιαν, τὰς καλλίστας τῶν μερίδων καὶ ἄλλα πολλὰ κατέτρωγον, καὶ ἐπειδὴ ἤισθοντο ἤδη τῆς ζημίας, τὰ μὲν πρῶτα ἄμφω ὕποπτον ἐς ἀλλήλους ἔβλεπον καὶ κλέπτην ὁ ἕτερος τὸν ἕτερον καὶ ἅρπαγα τῶν κοινῶν καὶ ἀναίσχυντον ἔλεγον, καὶ ἦσαν ἀκριβεῖς λοιπὸν ἄμφω καὶ τῶν μερίδων ἀριθμὸς ἐγίνετο.
[47] ἐγὼ δὲ τὸν βίον εἶχον ἐν ἡδονῆι καὶ τρυφῆι, καὶ τὸ σῶμά μου ἐκ τῆς συνήθους τροφῆς πάλιν καλὸν ἐγεγόνει καὶ τὸ δέρμα ἐπανθούσηι τῆι τριχὶ ἀπέστιλβεν. οἱ δὲ γενναιότατοι μέγαν τέ με καὶ πίονα ὁρῶντες καὶ τὰ κριθίδια μὴ δαπανώμενα, ἀλλ᾽ ἐν ταὐτῶι μέτρωι ὄντα, εἰς ὑπόνοιαν ἔρχονται τῶν τολμημάτων τῶν ἐμῶν, καὶ προελθόντες ὡς εἰς τὸ βαλανεῖον ἀπιόντες, ἔπειτα τὰς θύρας συγκλείσαντες, προσβαλόντες ὀπῆι τινι τὰ ὄμματα τῆς θύρας ἐσκοποῦντο τἄνδον. κἀγὼ τότε μηδὲν τοῦ δόλου εἰδὼς ἠρίστων προσελθών. οἱ δὲ τὰ μὲν πρῶτα ἐγέλων ὁρῶντες ἄριστον ἄπιστον· εἶτα δὲ τοὺς ὁμοδούλους ἐκάλουν ἐπὶ τὴν ἐμὴν θέαν, καὶ γέλως πολὺς ἦν, ὥστε καὶ ὁ δεσπότης αὐτῶν ἤκουσεν τοῦ γέλωτος, θορύβου ὄντος ἔξωθεν, καὶ ἤρετο τινα ἐφ᾽ ὧι τοσοῦτον οἱ ἔξω γελῶσιν. ἐπεὶ δὲ ἤκουσεν, ἐξανίσταται τοῦ συμποσίου καὶ διακύψας εἴσω ὁρᾶι με συὸς ἀγρίου μερίδα καταπίνοντα, καὶ μέγα ἐν γέλωτι ἀναβοήσας εἰστρέχει εἴσω. κἀγὼ σφόδρα ἠχθόμην ἐπὶ τοῦ δεσπότου κλέπτης ἅμα καὶ λίχνος ἑαλωκώς. ὁ δὲ πολὺν εἶχεν ἐπ᾽ ἐμοὶ γέλωτα, καὶ τὰ μὲν πρῶτα κελεύει με εἴσω ἄγεσθαι εἰς τὸ ἐκείνου συμπόσιον, ἔπειτα τράπεζάν μοι παραθεῖναι εἶπε καὶ εἶναι ἐπ᾽ αὐτῆι πολλὰ τῶν ὅσα μὴ δυνατὸν ἄλλωι ὄνωι καταφαγεῖν, κρέα λοπάδας ζωμοὺς ἰχθῦς, τοῦτο μὲν ἐν γάρωι καὶ ἐλαίωι κατακειμένους, τοῦτο δὲ νάπυϊ ἐπικεχυμένους. κἀγὼ τὴν τύχην ὁρῶν ἤδη ἁπαλόν μοι προσμειδιῶσαν καὶ μαθὼν ὅτι με τοῦτο μόνον τὸ παίγνιον ἀνασώσει, καίτοι ἤδη ἐμπεπλησμένος ὅμως ἠρίστων τῆι τραπέζηι παραστάς. τὸ δὲ συμπόσιον ἐκλονεῖτο τ�
�ι γέλωτι. καί τις εἶπεν, Καὶ πίεται οἶνον οὗτος ὁ ὄνος, ἤν τις αὐτῶι ἐγκερασάμενος ἐπιδῶι· καὶ ὁ δεσπότης ἐκέλευσεν κἀγὼ τὸ προσενεχθὲν ἔπιον.
[48] ὁ δὲ οἷον εἰκὸς ὁρῶν ἐμὲ κτῆμα παράδοξον τὴν μὲν τιμὴν τὴν ἐμὴν κελεύει τῶν διοικητῶν τινι καταβαλεῖν τῶι ἐμὲ ὠνησαμένωι καὶ ἄλλο τοσοῦτον, ἐμὲ δὲ παρέδωκεν ἀπελευθέρωι τῶν αὑτοῦ τινι νεανίσκωι καὶ εἶπε κατηχεῖν ὅσα ποιῶν μάλιστα ψυχαγωγεῖν αὐτὸν δυναίμην. τῶι δέ γε ῥάιδια ἦν πάντα· ὑπήκουον γὰρ εὐθὺ εἰς ἅπαντα διδασκόμενος. καὶ πρῶτον μὲν κατακλίνεσθαί με ἐπὶ κλίνης ὥσπερ ἄνθρωπον ἐπ᾽ ἀγκῶνος ἐποίησεν, εἶτα καὶ προσπαλαίειν αὐτῶι καὶ μὴν καὶ ὀρχεῖσθαι ἐπὶ τοὺς δύο ἐπανιστάμενον ὀρθὸν καὶ κατανεύειν καὶ ἀνανεύειν πρὸς τὰς φωνὰς καὶ πάνθ᾽ ὅσα ἐδυνάμην μὲν καὶ δίχα τοῦ μανθάνειν, ποιεῖν· καὶ τὸ πρᾶγμα περιβόητον ἦν, ὄνος ὁ τοῦ δεσπότου, οἰνοπότης, παλαίων, ὄνος ὀρχούμενος. τὸ δὲ μέγιστον, ὅτι πρὸς τὰς φωνὰς ἀνένευον ἐν καιρῶι καὶ κατένευον· καὶ πιεῖν δὲ ὁπότε θελήσαιμι, ἤιτουν τοῖς ὀφθαλμοῖς τὸν οἰνοχόον κινήσας. καὶ οἱ μὲν ἐθαύμαζον τὸ πρᾶγμα ὡς παράδοξον ἀγνοῦντες ἄνθρωπον ἐν τῶι ὄνωι κείμενον· ἐγὼ δὲ τρυφὴν ἐποιούμην τὴν ἐκείνων ἄγνοιαν. καὶ μὴν καὶ βαδίζειν ἐμάνθανον καὶ κομίζειν τὸν δεσπότην ἐπὶ νώτου καὶ τρέχειν δρόμον ἀλυπότατον καὶ τῶι ἀναβάτηι ἀναίσθητον. καὶ σκεύη μοι ἦν πολυτελῆ, καὶ στρώματα πορφυρᾶ ἐπιβάλλομαι, καὶ χαλινοὺς εἰσεδεχόμην ἀργύρωι καὶ χρυσῶι πεποικιλμένους, καὶ κώδωνες ἐξήπτοντό μου μέλος μουσικώτατον ἐκφωνοῦντες.
[49] ὁ δὲ Μενεκλῆς ὁ δεσπότης ἡμῶν, ὥσπερ ἔφην, ἐκ τῆς Θεσσαλονίκης δεῦρο ἐληλύθει ἐπ᾽ αἰτίαι τοιαύτηι· ὑπέσχετο τῆι πατρίδι θέαν παρέξειν ἀνδρῶν ὅπλοις πρὸς ἀλλήλους μονομαχεῖν εἰδότων· καὶ οἱ μὲν ἄνδρες τῆς μάχης ἤδη ἦσαν ἐν παρασκευῆι, καὶ ἀφῖκτο ἡ πορεία. ἐξελαύνομεν ἕωθεν, κἀγὼ τὸν δεσπότην ἔφερον εἴ ποτε χωρίον εἴη τῆς ὁδοῦ τραχὺ καὶ τοῖς ὀχήμασιν ἐπιβαίνειν χαλεπόν. ὡς δὲ κατέβημεν ἐπὶ Θεσσαλονίκην, οὐκ ἦν ὅστις ἐπὶ θέαν οὐκ ἠπείγετο καὶ τὴν ὄψιν τὴν ἐμήν· ἡ γὰρ ἐμὴ δόξα προεληλύθει ἐκ μακροῦ καὶ τὸ πολυπρόσωπον καὶ τὸ ἀνθρώπινον τῶν ἐμῶν ὀρχημάτων καὶ παλαισμάτων. ἀλλ᾽ ὁ μὲν δεσπότης τοῖς ἐνδοξοτάτοις τῶν αὑτοῦ πολιτῶν παρὰ τὸν πότον ἐδείκνυέ με καὶ τὰ παράδοξα ἐκεῖνα τὰ ἐν ἐμοὶ παίγνια ἐν τῶι δείπνωι παρετίθει.
[50] ὁ δὲ ἐμὸς ἐπιστάτης πρόσοδον εὗρεν ἐξ ἐμοῦ πολλῶν πάνυ δραχμῶν· κατακλείσας γάρ με ἔνδον εἶχεν ἑστῶτα, καὶ τοῖς βουλομένοις ἰδεῖν ἐμὲ καὶ τἀμὰ παράδοξα ἔργα μισθοῦ τὴν θύραν ἤνοιγεν. οἱ δ᾽ εἰσεκόμιζον ἄλλος ἄλλο τι τῶν ἐδωδίμων, μάλιστα τὸ ἐχθρὸν εἶναι ὄνου γαστρὶ δοκοῦν· ἐγὼ δὲ ἤσθιον. ὥστε ὀλίγων ἡμερῶν τῶι δεσπότηι καὶ τοῖς ἐν τῆι πόλει συναριστῶν μέγας τε καὶ πίων δεινῶς ἤδη ἐγεγόνειν. καί ποτε γυνὴ ξένη οὐ μέτρια κεκτημένη, τὴν ὄψιν ἱκανή, παρελθοῦσα ἔσω ἰδεῖν ἐμὲ ἀριστῶντα εἰς ἔρωτά μου θερμὸν ἐμπίπτει, τοῦτο μὲν τὸ κάλλος ἰδοῦσα τοῦ ὄνου, τοῦτο δὲ τῶι παραδόξωι τῶν ἐμῶν ἐπιτηδευμάτων εἰς ἐπιθυμίαν συνουσίας προελθοῦσα· καὶ διαλέγεται πρὸς τὸν ἐπιστάτην τὸν ἐμὸν καὶ μισθὸν αὐτῶι ἁδρὸν ὑπέσχετο, εἰ συγχωρήσειεν αὐτῆι σὺν ἐμοὶ τὴν νύκτα ἀναπαύσεσθαι· κἀκεῖνος οὐδὲν φροντίσας, εἴτε ἀνύσει τι ἐκείνη ἐξ ἐμοῦ εἴτε καὶ μή, λαμβάνει τὸν μισθόν.
[51] κἀπειδὴ ἑσπέρα τε ἦν ἤδη κἀκ τοῦ συμποσίου ἀφῆκεν ἡμᾶς ὁ δεσπότης, ἀναστρέφομεν ἔνθα ἐκαθεύδομεν, καὶ τὴν γυναῖκα εὕρομεν πάλαι ἀφιγμένην ἐπὶ τὴν ἐμὴν εὐνήν. κεκόμιστο δὲ αὐτῆι προσκεφάλαια μαλακὰ καὶ στρώματα εἴσω κατέθεντο καὶ χαμεύνιον ἡμῖν εὐτρεπὲς ἦν. εἶτα οἱ μὲν τῆς γυναικὸς θεράποντες αὐτοῦ που πλησίον πρὸ τοῦ δωματίου ἐκάθευδον, ἡ δὲ λύχνον ἔνδον ἔκαιε μέγαν τῶι πυρὶ λαμπόμενον· ἔπειτα ἀποδυσαμένη παρέστη τῶι λύχνωι γυμνὴ ὅλη καὶ μύρον ἔκ τινος ἀλαβάστρου προχεαμένη τούτωι ἀλείφεται, κἀμὲ δὲ μυρίζει ἔνθεν, μάλιστα τὴν ῥῖνά μου μύρων ἐνέπλησεν, εἶτά με καὶ ἐφίλησε καὶ οἷα πρὸς αὐτῆς ἐρώμενον καὶ ἄνθρωπον διελέγετο καί με ἐκ τῆς φορβειᾶς ἐπιλαβομένη ἐπὶ τὸ χαμεύνιον εἷλκε· κἀγὼ οὐδέν τι τοῦ παρακαλέσαντος εἰς τοῦτο δεόμενος καὶ οἴνωι δὲ παλαιῶι πολλῶι ὑποβεβρεγμένος καὶ τῶι χρωτὶ τοῦ μύρου οἰστρημένος καὶ τὴν παιδίσκην δὲ ὁρῶν πάντα καλὴν κλίνομαι, καὶ σφόδρα ἠπόρουν ὅπως ἀναβήσομαι τὴν ἄνθρωπον· καὶ γὰρ ἐξ ὅτου ἐγεγόνειν ὄνος, συνουσίας ἀλλ᾽ οὐδὲ τῆς ὄνοις συνήθους ἔτυχον ἁψάμενος οὐδὲ γυναικὶ ἐχρησάμην ὄνωι· καὶ μὴν καὶ τοῦτό μ᾽ εἰς δέος οὐχὶ μέτριον ἦγε, μὴ οὐ χωρήσασα ἡ γυνὴ διασπασθῆι, κἀγὼ ὥσπερ ἀνδροφόνος καλὴν δώσω δίκην. ἠγνόουν δὲ οὐκ εἰς δέον δεδιώς. ἡ γὰρ γυνὴ πολλοῖς τοῖς φιλήμασι, καὶ τούτοις ἐρωτικοῖς, προσκαλουμένη ὡς εἶδεν οὐ κατέχοντα, ὥσπερ ἀνδρὶ παρακειμένη περιβάλλεταί με καὶ ἄρασα εἴσω ὅλον παρεδέξατο. κἀγὼ μὲν ὁ δειλὸς ἐδεδοίκειν ἔτι καὶ ὀπίσω ἀπῆγον ἐμαυτὸν ἀτρέμα, ἡ δὲ τῆς τ
ε ὀσφύος τῆς ἐμῆς εἴχετο, ὥστε μὴ ὑποχωρεῖν, καὶ αὐτὴ εἵπετο τὸ φεῦγον. ἐπεὶ δὲ ἀκριβῶς ἐπείσθην ἔτι μοι καὶ προσδεῖν πρὸς τὴν τῆς γυναικὸς ἡδονήν τε καὶ τέρψιν, ἀδεῶς λοιπὸν ὑπηρέτουν ἐννοούμενος ὡς οὐδὲν εἴην κακίων τοῦ τῆς Πασιφάης μοιχοῦ. ἡ δὲ γυνὴ οὕτως ἦν ἄρα ἐς τὰ ἀφροδίσια ἑτοίμη καὶ τῆς ἀπὸ τῆς συνουσίας ἡδονῆς ἀκόρεστος, ὥστε ὅλην τὴν νύκτα ἐν ἐμοὶ ἐδαπάνησεν.
[52] ἅμα δὲ τῆι ἡμέραι ἡ μὲν ἀναστᾶσα ἀπήιει συνθεμένη πρὸς τὸν ἐπιστάτην τὸν ἐμὸν οἴσειν ἐπὶ τοῖς αὐτοῖς τὸν μισθὸν τὸν αὐτὸν τῆς νυκτός. ὁ δὲ ἅμα μὲν πλουσιώτερος ἐκ τῶν ἐμῶν γενόμενος καὶ τῶι δεσπότηι καινότερον ἐν ἐμοὶ ἐπιδειξόμενος συγκατακλείει με τῆι γυναικί· ἡ δὲ κατεχρήσατό μοι δεινῶς. καί ποτε ἐλθὼν ὁ ἐπιστάτης ἀπαγγέλλει τῶι δεσπότηι τὸ ἔργον, ὡς ἂν αὐτὸς διδάξας, καὶ ἐμοῦ μὴ εἰδότος ἄγει αὐτὸν ἑσπέρας ἤδη ἔνθα ἐκαθεύδομεν, καὶ διά τινος ὀπῆς τῆς θύρας δείκνυσί με ἔνδον τῆι μείρακι συνευναζόμενον. ὁ δὲ ἡσθεὶς τῆι θέαι καὶ δημοσίαι με ταῦτα ποιοῦντα δεῖξαι ἐπεθύμησε, καὶ κελεύει πρὸς μηδένα ἔξω τοῦτο εἰπεῖν, Ἵνα, ἔφη, ἐν τῆι ἡμέραι τῆς θέας παραγάγωμεν τοῦτον ἐς τὸ θέατρον σύν τινι τῶν καταδεδικασμένων γυναικῶν, κἀν πάντων ὀφθαλμοῖς ἐπὶ τὴν γυναῖκα ἀναβήσεται. καί τινα τῶν γυναικῶν, ἥτις κατεκέκριτο θηρίοις ἀποθανεῖν, ἄγουσιν ἔνδον παρ᾽ ἐμὲ καὶ προσιέναι τε ἐκέλευον καὶ ψαύειν ἐμοῦ.