Book Read Free

Delphi Complete Works of Lucian

Page 227

by Lucian Samosata


  [12] ταῦτα μὲν ἔλεγεν ἐκείνη. σὺ δὲ σκόπει, ὦ Λυκῖνε, ὅπως μετακοσμήσεις τὸ βιβλίον καὶ ἀφαιρήσεις τὰ τοιαῦτα, μηδὲ σφαλῇς πρὸς τὸ θεῖον ὡς ἐκείνη πάνυ γε αὐτὰ ἐδυσχέραινεν καὶ ὑπέφριττεν μεταξὺ ἀναγιγνωσκομένων καὶ παρῃτεῖτο τὰς θεὰς ἵλεως εἶναι αὐτῇ. καὶ συγγνώμη, εἰ γυναικεῖόν τι ἔπαθεν. καίτοι εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ αὐτῷ ἐμοὶ τοιοῦτόν τι ἔδοξε.^ τὸ μὲν γὰρ πρῶτον ἀκούων οὐδὲν πλημμέλημα ἐνεώρων ^ τοῖς γεγραμμένοις, ἐπεὶ δὲ ἐκείνη ἐπεσημήνατο, καὶ αὐτὸς ἄρχομαι τὰ ὅμοια γιγνώσκειν περὶ αὐτῶν, καὶ παραπλήσιόν τι ἔπαθον οἷς ἐπὶ τῶν ὁρωμένων πάσχομεν: ἢν μὲν πάνυ ἐγγύθεν σκοπῶμέν τι καὶ ὑπὸ τῶν ὀφθαλμῶν αὐτῶν, οὐδὲν ἀκριβὲς διαγιγνώσκομεν, ἢν δὲ ἀποστάντες ἐκ τοῦ συμμέτρου διαστήματος ἴδωμεν, ἅπαντα σαφῶς καταφαίνεται, τὰ εὖ καὶ τὰ μὴ οὕτως ἔχοντα.

  [13] τὸ δὴ ἄνθρωπον οὖσαν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι τί ἄλλο ἢ ἄντικρύς ἐστιν εὐτελίζειν τὰς θεὰς; ἐν γὰρ τοῖς τοιούτοις οὐχ οὕτω τὸ μικρὸν μεῖζον γίγνεται τῇ παραθέσει, ὡς τὸ μεῖζον ἀπομικρύνεται πρὸς τὸ ταπεινότερον κατασπώμενον: οἷον εἴ τινες ἅμα βαδίζοιεν, ὁ μὲν μέγιστος, ὁ δὲ πάνυ τῇ ἡλικίᾳ χαμαίζηλος, εἶτα δεήσειεν ἀπισῶσαι αὐτοὺς ὡς μὴ ὑπερέχειν θατέρου τὸν ἕτερον, οὐ τοῦ βραχυτέρου ὑπερανατεινομένου τοῦτο γένοιτ᾽ ἄν, κἂν ὅτι μάλιστα ἀκροποδητὶ ἐπεγείρῃ ἑαυτόν: ἀλλ᾽ εἰ μέλλουσιν ὁμήλικες φανεῖσθαι, ὁ μείζων ἐκεῖνος ἐπικύψει καὶ ταπεινότερον ἀποφανεῖ ἑαυτόν. ὡσαύτως δὲ καὶ ἐν ταῖς τοιαύταις εἰκόσιν οὐχ οὕτως ἄνθρωπος μείζων γίγνεται, ἤν τις αὐτὸν θεῷ ἀπεικάζῃ, ὡς. τὸ θεῖον ἀνάγκη ἐλαττοῦσθαι πρὸς τὸ ἐνδέον ἐπικλώμενον. καὶ γὰρ εἰ μὲν ὑπὸ ἀπορίας τῶν ἐπιγείων ἐπὶ τὰ οὐράνια ἐκτείνοι τις τὸν λόγον, ἧττον ἂν ὁ τοιοῦτος αἰτίαν ἔχοι ὑπὸ ἀσεβείας αὐτὸ δρᾶν σὺ δὲ τοσαῦτα ἔχων κάλλη γυναικῶν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι αὐτὴν ἐτόλμησας οὐδὲν δέον.

  [14] ὥστε τὸ ἄγαν τοῦτο καὶ ἐπίφθονον ἀφαίρει, ὦ Λυκῖνε. οὐ γὰρ πρὸς τοῦ σοῦ τρόπου τὸ τοιοῦτον, ὃς οὐδὲ ἄλλως ῥᾴδιος πρὸς τοὺς ἐπαίνους καὶ πρόχειρος ὢν ἐτύγχανες: ἀλλὰ νῦν οὐκ οἶδ᾽ ὅπως ἀθρόαν πεποίησαι τὴν μεταβολὴν ἐπιδαψιλευόμενος καὶ ἐκ τοῦ τέως φειδομένου ἄσωτος ἐν τοῖς ἐπαίνοις ἀναπέφηνας. ἀλλὰ μηδὲ ἐκεῖνο αἰσχυνθῇς, εἰ μεταρρυθμιεῖς τὸν λόγον ἤδη διαδεδομένον ἐπεὶ καὶ Φειδίαν φασὶν οὕτω ποιῆσαι, ὁπότε ἐξειργάσατο τοῖς Ἠλείοις τὸν Δία. στάντα γὰρ αὐτὸν κατόπιν τῶν θυρῶν, ὁπότε τὸ πρῶτον ἀναπετάσας ἐπεδείκνυεν τὸ ἔργον, ἐπακούειν τῶν αἰτιωμένων τι ἢ ἐπαινούντων ᾐτιᾶτο δὲ ὁ μὲν τὴν ῥῖνα ὡς παχεῖαν, ὁ δὲ ὡς ἐπιμηκέστερον τὸ πρόσωπον, ὁ δὲ ἄλλος ἄλλο τι. εἶτ᾽ ἐπειδὴ ἀπηλλάγησαν οἱ θεαταί, αὖθις τὸν Φειδίαν ἐγκλεισάμενον ἑαυτὸν ἐπανορθοῦν καὶ ῥυθμίζειν τὸ ἄγαλμα πρὸς τὸ τοῖς πλείστοις δοκοῦν οὐ γὰρ ἡγεῖτο μικρὰν εἶναι συμβουλὴν δήμου τοσούτου, ἀλλ᾽ ἀεὶ ἀναγκαῖον ὑπάρχειν ^: τοὺς πολλοὺς περιττότερον ὁρᾶν τοῦ ἑνός, κἂν Φειδίας ᾖ.^ Ταῦτά σοι παρ᾽ ἐκείνης κομίζω καὶ αὐτὸς παραινῶ ἑταῖρός τε καὶ εὔνους ὤν.

  Λυκῖνος [15] Πολύστρατε, οἷος ὢν ῥήτωρ ἐλελήθεις με. ῥῆσιν γοῦν οὕτω μακρὰν καὶ κατηγορίαν τοσαύτην ἐξενήνοχας κατὰ τοῦ συγγράμματος, ὥστε μηδὲ ἐλπίδα μοι ἀπολογίας ἔτι καταλείπεσθαι. πλὴν ἀλλὰ ἐκεῖνό γε οὐ δικαστικὸν ἐποιὴσατε, καὶ μάλιστα σύ, ἐρήμην καταδιαιτήσας τοῦ βιβλίου μὴ παρόντος αὐτῷ τοῦ συνηγόρου. ῥᾷστον δέ, οἶμαι, τοῦτό ἐστιν κατὰ τὴν παροιμίαν, μόνον θέοντα κρατεῖν. ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ ἡμεῖς ἑάλωμεν οὔτε ὕδατος ἡμῖν ἐκχυθέντος οὔτε. ἀπολογίας ἀποδοθείσης. μᾶλλον δὲ τοῦτο πάντων ἀτοπώτατον, οἱ αὐτοὶ κατήγοροι καὶ δικασταὶ ἦτε. πότερα δ᾽ οὖν ἐθέλεις; ἀγαπήσας τοῖς ἐγνωσμένοις ἡσυχίαν ἄγω, ἢ κατὰ τὸν Ἱμεραῖον ποιητὴν παλινῳδίαν τινὰ συγγράφω, ἢ δώσετέ μοι ἐφέσιμον ἀγωνίσασθαι τὴν δίκην;

  Πολύστρατος

  νὴ Δί᾽, ἤνπερ ἔχῃς τι δίκαιον εἰπεῖν οὐ γὰρ ἐν ἀντιδίκοις, ὡς σὺ φής, ἀλλ᾽ ἐν φίλοις ποιήσῃ τὴν ἀπολογίαν. ἐγὼ δὲ καὶ συνεξετάζεσθαί σοι ἕτοιμος ἐπὶ τῆς δίκης.

  Λυκῖνος [16] ἀλλὰ ἐκεῖνο ἀνιαρόν, ὦ Πολύστρατε, ὅτι μὴ ἐκείνης παρούσης ποιήσομαι τοὺς λόγους: μακρῷ γὰρ ἂν οὕτως ἄμεινον ἦν. νῦν δὲ ἀνάγκη ἀπ᾽ ἐντολῆς ἀπολογήσασθαι. ἀλλ᾽ εἴ μοι τοιοῦτος ἀγγελιαφόρος γένοιο πρὸς αὐτὴν οἷος παρ᾽ ἐκείνης πρὸς μὲ γεγένησαι, τολμήσω ἀναρρῖψαι τὸν κύβον,

  Πολύστρατος

  θάρρει, ὦ Λυκῖνε, τούτου γε ἕνεκα, ὡς οὐ φαῦλόν με ὑποκριτὴν ἕξων τῆς ἀπολογίας, πειρώμενος διὰ βραχέων εἰπεῖν, ὡς ἂν μᾶλλον μνημονεύσαιμι.

  Λυκῖνος

  . καὶ μὴν πάνυ μὲν ἔδει μοι μακρῶν τῶν λόγων πρὸς οὕτω σφοδρὰν τὴν κατηγορίαν. ὅμως δὲ σοῦ ἕνεκα ἐπιτεμοῦμαι τὴν ἀπολογίαν. καὶ παρ᾽ ἐμοῦ τοίνυν τάδε αὐτῇ ἀπάγγελλε.

  Πολύστρατος

  μηδαμῶς, ὦ Λυκῖνε, ἀλλ᾽ ὥσπερ αὐτῆς ἐκείνης παρούσης λέγε τὸν λόγον, εἶτ᾽ ἐγὼ μιμήσομαί σε πρὸς αὐτήν.

  Λυκῖνος

  οὐκοῦν ἐπειδήπερ οὕτω σοι δοκεῖ, ὦ Πολύστρατε, ἡ μὲν πάρεστι καὶ προείρηκε δηλαδὴ ἐκεῖ�
�α ὁπόσα σὺ παρ᾽ αὐτῆς ἀπήγγειλας, ἡμᾶς δὲ χρὴ τῶν δευτέρων λόγων ἐνάρχεσθαι. καίτοι — οὐ γὰρ ὀκνήσω πρὸς σὲ εἰπεῖν ὃ πέπονθα — οὐκ οἶδ᾽ ὅπως φοβερώτερόν μοι τὸ πρᾶγμα πεποίηκας, καὶ ὡς ὁρᾷς ἱδρῶ τε ἤδη καὶ δέδοικα καὶ μονονουχὶ καὶ ὁρᾶν αὐτὴν οἴομαι, καὶ τὸ πρᾶγμα πολλήν μοι τὴν ταραχὴν ἐμπεποίηκεν. ἄρξομαι δ᾽ ὅμως: οὐ γὰρ οἷόν τε ἀναδῦναι ἤδη παρούσης.

  Πολύστρατος

  καὶ νὴ Δία πολλὴν τὴν εὐμένειαν ἐπιφαίνει τῷ προσώπῳ: φαιδρὰ γὰρ ὡς ὁρᾷς καὶ προσηνής. ὥστε θαρρῶν λέγε τὸν λόγον.

  Λυκῖνος [17] ἐγώ σε, ὦ γυναικῶν ἀρίστη, μεγάλα, ὡς φής, καὶ πέρα τοῦ μέτρου ἐπαινέσας οὐχ ὁρῶ ὅ τι τηλικοῦτον ἐπῄνεσα, ἡλίκον αὐτὴ σὺ τοῦτο ἐγκώμιον ὑπὲρ σεαυτῆς ἐξενήνοχας τὴν πρὸς τὸ θεῖον τιμὴν ἐν μεγάλῳ τιθεμένη. σχεδὸν γὰρ ἁπάντων τοῦτο μεῖζον ὧν εἴρηκα περὶ σοῦ, καὶ συγγνώμη, εἰ μὴ καὶ ταύτην σοι προσέγραψα τὴν εἰκόνα ὑπ᾽ ἀγνοίας με διαλαθοῦσαν οὐ γὰρ ἂν ἄλλην πρὸ αὐτῆς ἐγραψάμην. ὥστε ταύτῃ γε οὐχ ὅπως ὑπερβάλλεσθαι τοὺς ἐπαίνους, ἀλλὰ πολὺ καταδεέστερόν μοι δοκῶ τῆς ἀξίας εἰρηκέναι. σκόπει γοῦν ἡλίκον τοῦτο παρέλιπον, ὡς παμμέγεθες εἰς ἐπίδειξιν τρόπου χρηστοῦ καὶ γνώμης ὀρθῆς: ὡς ὅσοι τὸ θεῖον μὴ ἐν παρέργῳ σέβουσιν, οὗτοι καὶ τὰ πρὸς ἀνθρώπους ἄριστοι ἂν εἶεν. ὥστε εἰ πάντως μετακοσμῆσαι δέοι τὸν λόγον καὶ τὸ ἄγαλμα ἐπανορθώσασθαι, ἀφελεῖν μὲν οὐκ ἄν τι τολμήσαιμι αὐτοῦ, προσθήσω δὲ καὶ τοῦτο ὥς τινα κεφαλὴν τοῦ παντὸς ἔργου καὶ κορυφήν. Ἐπ᾽ ἐκείνῳ μέντοι καὶ πάνυ πολλήν σοι εἰδέναι τὴν χάριν ὁμολογῶ ἐμοῦ γὰρ ἐπαινέσαντος τὸ μέτριον τοῦ σοῦ τρόπου καὶ ὅτι μηδὲν ὑπερπετὲς μηδὲ τύφου μεστὸν ἐνεποίησέ σοι ὁ παρὼν ὄγκος τῶν πραγμάτων, σὺ τὰ τοιαῦτα αἰτιασαμένη τοῦ λόγου ἐπιστώσω τοῦ ἐπαίνου τὴν ἀλήθειαν τὸ γὰρ μὴ προαρπάζειν τὰ τοιαῦτα τῶν ἐγκωμίων, ἀλλ᾽ αἰδεῖσθαι ἐπ᾽ αὐτοῖς καὶ μείζω ἢ κατὰ σὲ εἶναι λέγειν, μετρίας καὶ δημοτικῆς τινος διανοίας δεῖγμά ἐστιν. πλὴν ἀλλὰ ὁσῳπερ ἂν πρὸς τὸ ἐπαινεῖσθαι αὐτὸ οὕτω διακειμένη τυγχάνῃς, τοσούτῳ ἀξιωτέραν ὑπερεπαινεῖσθαι ἀποφαίνεις σεαυτήν, καὶ σχεδὸν εἰς τὸν τοῦ Διογένους λόγον περιελήλυθέν σοι τὸ πρᾶγμα, ὃς ἐρομένου τινὸς ὅπως ἄν τις ἔνδοξος γένοιτο, ‘εἰ δόξης,’ ἔφη, ‘ καταφρονήσειε.’ φαίην γὰρ ἂν καὶ αὐτός, εἴ τις ἔροιτό με, ‘ τίνες εἰσὶν μάλιστα ἐπαίνου ἄξιοι;’ ‘ὁπόσοι ἐπαινεῖσθαι μὴ θέλουσιν.’ [18] ἀλλὰ ταῦτα μὲν ἴσως ἐξαγώνια καὶ πόρρω τοῦ πράγματος. ὑπὲρ δὲ οὗ χρὴ ἀπολογήσασθαι, τοῦτό ἐστιν, ὅτι τῇ ἐν Κνίδῳ καὶ τῇ ἐν κήποις καὶ Ἥρᾳ καὶ Ἀθηνᾷ τὴν μορφὴν ἀναπλάττων εἴκασα. ταῦτά σοι ἔκμετρα ἔδοξεν καὶ ὑπὲρ τὸν πόδα. περὶ αὐτῶν δὴ τούτων ἐρῶ. καίτοι παλαιὸς οὗτος ὁ λόγος, ἀνευθύνους εἶναι ποιητὰς καὶ γραφέας, τοὺς δὲ ἐπαινοῦντας καὶ μᾶλλον, οἶμαι, εἰ καὶ χαμαὶ καὶ βάδην, ὥσπερ ἡμεῖς, ἀλλὰ μὴ ἐπὶ μέτρων φέροιντο. ἐλεύθερον γάρ τι ὁ ἔπαινος, οὐδ᾽ ἔστιν αὐτοῦ μέτρον εἰς μέγεθος ἢ βραχύτητα νενομοθετημένον, ἀλλὰ τοῦτο μόνον ἐξ ἅπαντος ὁρᾷ ὅπως ὑπερθαυμάσεται καὶ ζηλωτὸν ἀποφανεῖ τὸν ἐπαινούμενον. οὐ μὴν ταύτην ἐγὼ βαδιοῦμαι, μὴ καὶ σοὶ δόξω ὑπ᾽ ἀπορίας αὐτὸ δρᾶν. [19] ἐκεῖνο δὲ γέ φημι, τοιαύτας ἡμῖν τὰς ἀφορμὰς τῶν ἐπαινετικῶν τούτων λόγων εἶναι ὡς χρὴ τὸν ἐπαινοῦντα καὶ εἰκόσι καὶ ὁμοιώσεσι προσχρῆσθαι, καὶ σχεδὸν ἐν τούτῳ τὸ μέγιστόν ἐστιν εὖ εἰκάσαι: τὸ δὲ εὖ ὧδε μάλιστ᾽ ἂν ^ κρίνοιτο, οὐκ ἤν τις τοῖς ὁμοίοις παραβάλλῃ οὐδ᾽ ἢν πρὸς τὸ ὑποδεέστερον ποιῆται τὴν παράθεσιν, ἀλλ᾽ ἢν πρὸς τὸ ὑπερέχον ὡς οἷόν τε προσβιβάζῃ τὸ ἐπαινούμενον.

  οἷον εἴ τις κύνα ἐπαινῶν εἴποι ἀλώπεκος εἶναι μείζω αὐτὸν ἢ αἰλούρου, ἆρά σοι δοκεῖ ὁ τοιοῦτος ἐπαινεῖν εἰδέναι; οὐκ ἂν εἴποις. ἀλλὰ μὴν οὐδ᾽ εἰ λύκῳ φαίη ἴσον αὐτὸν ὑπάρχειν, οὐδὲ οὕτως μεγαλωστὶ ἐπῄνεσεν. ἀλλὰ ποῦ τὸ ἴδιον τοῦ ἐπαίνου ἀποτελεῖται; ἢν ὁ κύων τῷ λέοντι ἐοικέναι λέγηται καὶ μέγεθος καὶ ἀλκήν. ὡς ὁ τὸν Ὠρίωνος κύνα ἐπαινῶν ἔφη ποιητὴς λεοντοδάμαν αὐτὸν οὗτος γὰρ δὴ κυνὸς ἐντελὴς ἔπαινος. καὶ πάλιν εἴ τις Μίλωνα τὸν ἐκ Κρότωνος ἢ Γλαῦκον τὸν ἐκ Καρύστου ἢ Πολυδάμαντα ἐπαινέσαι θέλων ἔπειτα λέγοι ἰσχυρότερον ἕκαστον αὐτῶν γυναικὸς γενέσθαι, οὐκ ἂν οἴει γελασθῆναι αὐτὸν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ἐπαίνου; ὅπου γε καὶ εἰ ἑνὸς ἀνδρὸς ἔλεγεν ἀμείνω εἶναι αὐτόν, οὐδὲ τοῦτο ἀπέχρησεν ἂν εἰς ἔπαινον. ἀλλὰ πῶς ἐπῄνεσε ποιητὴς εὐδόκιμος τὸν Γλαῦκον, ‘οὐδὲ ‘ Πολυδεύκεος βίαν ‘‘ φήσας ἀνατείνασθαι ἂν αὐτῷ ἐναντίας τὰς χεῖρας ‘ ‘οὐδὲ σιδάρεον Ἀλκμάνας τέκος ‘;’ ὁρᾷς ὁποίοις αὐτὸν θεοῖς εἴκασε: μᾶλλον δὲ καὶ αὐτῶν ἐκείνων ἀμείνω ἀπέφαινεν. καὶ οὔτε αὐτὸς ὁ Γλαῦκος ἠγανάκτησεν τοῖς ἐφόροις τῶν ἀθλητῶν θεοῖς ἀντεπαινούμενος, οὔτε ἐκεῖνοι ἠμύναντο ἢ τὸν Γλαῦκον ἢ τὸν ποιητὴν ὡς ἀσεβοῦντα περὶ τὸν ἔπαινον, ἀλλὰ εὐδοκίμουν ἄμφω καὶ ἐτιμῶντο ὑπὸ τῶν Ἑλλήνων, ὁ μὲν ἐπὶ τῇ ἀλκῇ, ὁ Γλαῦκος, ὁ δὲ ποιητὴς ἐπί τε τοῖς ἄλλοις καὶ ἐπ᾽ αὐτῷ τούτῳ μάλιστα τῷ ᾁσματι. μὴ δὴ θαυμάσῃς εἰ καὶ αὐτὸς εἰκάσαι βουλόμενος, ὅπερ �
��ν τῷ ἐπαινοῦντι ἀναγκαῖον, ὑψηλοτέρῳ ἐχρησάμην τῷ παραδείγματι, τοῦτο ὑποβαλόντος τοῦ λόγου. [20] ἐπεὶ δὲ καὶ κολακείας ἐπεμνήσθης, ὅτι μὲν καὶ σὺ μισεῖς τοὺς κολακικούς, ἐπαινῶ μέν σε, καὶ οὐκ ἐχρῆν ἄλλως. ἐθέλω δέ σοι διακρῖναι καὶ διορίσαι τό τε τοῦ ἐπαινοῦντος ἔργον καὶ τὴν τοῦ κόλακος ὑπερβολήν. ὁ μὲν οὖν κόλαξ ἅτε τῆς χρείας ἕνεκα τῆς ἑαυτοῦ ἐπαινῶν, ἀληθείας δὲ ὀλίγην ποιούμενος τὴν πρόνοιαν, ἅπαντα ὑπερεπαινεῖν οἴεται δεῖν, ἐπιψευδόμενος καὶ προστιθεὶς παρ᾽ αὑτοῦ τὰ πλείω, ὡς μὴ ἂν ὀκνῆσαι καὶ τὸν Θερσίτην εὐμορφότερον ἀποφῆναι τοῦ Ἀχιλλέως καὶ τὸν Νέστορα φάναι τῶν ἐπὶ Ἴλιον στρατευσάντων τὸν νεώτατον εἶναι. διομόσαιτο δ᾽ ἂν καὶ τὸν Κροίσου υἱὸν ὀξυηκοώτερον εἶναι τοῦ Μελάμποδος καὶ τὸν Φινέα ὀξύτερον δεδορκέναι τοῦ Λυγκέως, ἤνπερ μόνον κερδᾶναί τι ἐλπίσῃ ἐπὶ τῷ ψεύσματι. ὁ δέ γε αὐτὸ τοῦτο ἐπαινῶν οὐχ ὅπως οὐδ᾽ ἂν ψεύσαιτό τι ἢ προσθείη τῶν μηδὲ ὅλως προσόντων, τὰ δ᾽ ὑπάρχοντα αὐτῷ φύσει ἀγαθά, κἂν μὴ πάνυ μεγάλα ᾖ, παραλαβὼν ἐπηύξησε καὶ μείζω ἀπέφηνε: καὶ τολμήσειεν ἂν εἰπεῖν, ἵππον ἐπαινέσαι θέλων, φύσει κοῦφον ὧν ἴσμεν ζῴων καὶ δρομικόν, ὅτι

 

‹ Prev