Book Read Free

Delphi Complete Works of Lucian

Page 233

by Lucian Samosata


  [9] πολλοὺς δὲ καὶ ἄλλους τῶν ἡρώων εἰπεῖν ἔχων τοῖς αὐτοῖς ἐγγεγυμνασμένους καὶ τέχνην τὸ πρᾶγμα πεποιημένους, ἱκανὸν ἡγοῦμαι τὸν Νεοπτόλεμον, Ἀχιλλέως μὲν παῖδα ὄντα, πάνυ δὲ διαπρέψαντα ἐν τῇ ὀρχηστικῇ καὶ εἶδος τὸ κάλλιστον αὐτῇ προστεθεικότα, Πυρρίχιον ἀπ᾽ αὐτοῦ κεκλημένον καὶ ὁ Ἀχιλλεύς, ταῦτα ὑπὲρ τοῦ παιδὸς πυνθανόμενος, μᾶλλον ἔχαιρεν, οἶμαι, ἢ ἐπὶ τῷ κάλλει καὶ τῇ ἄλλῃ ἀλκῇ αὐτοῦ. τοιγαροῦν τὴν Ἴλιον, τέως ἀνάλωτον οὖσαν, ἡ ἐκείνου ὀρχηστικὴ καθεῖλεν καὶ εἰς ἔδαφος κατέρριψεν.

  [10] Λακεδαιμόνιοι μέν, ἄριστοι Ἑλλήνων εἶναι δοκοῦντες, παρὰ Πολυδεύκους καὶ Κάστορος καρυατίζειν μαθόντες ὀρχήσεως δὲ καὶ τοῦτο εἶδος, ἐν Καρύαις τῆς Λακωνικῆς διδασκόμενον ^ ἅπαντα μετὰ Μουσῶν ποιοῦσιν, ἄχρι τοῦ πολεμεῖν πρὸς αὐλὸν καὶ ῥυθμὸν καὶ εὔτακτον ἔμβασιν τοῦ ποδός: καὶ τὸ πρῶτον σύνθημα Λακεδαιμονίοις πρὸς τὴν μάχην ὁ αὐλὸς ἐνδίδωσιν. τοιγαροῦν καὶ ἐκράτουν ἁπάντων, μουσικῆς αὐτοῖς καὶ εὐρυθμίας ἡγουμένης. ἴδοις δ᾽ ἂν νῦν ἔτι καὶ τοὺς ἐφήβους αὐτῶν οὐ μεῖον ὀρχεῖσθαι ἢ ὁπλομαχεῖν μανθάνοντας: ὅταν γὰρ ἀκροχειρισάμενοι καὶ παίσαντες καὶ παισθέντες ἐν τῷ μέρει παύσωνται, εἰς ὄρχησιν αὐτοῖς ἡ ἀγωνία τελευτᾷ, καὶ αὐλητὴς μὲν ἐν τῷ μέσῳ κάθηται ἐπαυλῶν καὶ κτυπῶν τῷ ποδί, οἱ δὲ κατὰ στοῖχον ἀλλήλοις ἑπόμενοι σχήματα παντοῖα ἐπιδείκνυνται πρὸς ῥυθμὸν ἐμβαίνοντες, ἄρτι μὲν πολεμικά, μετ᾽ ὀλίγον δὲ χορευτικά, ἃ Διονύσῳ

  [11] καὶ Ἀφροδίτῃ φίλα. τοιγαροῦν καὶ τὸ ᾆσμα ὃ μεταξὺ ὀρχούμενοι ᾁδουσιν Ἀφροδίτης ἐπίκλησίς ἐστιν καὶ Ἐρώτων, ὡς συγκωμάζοιεν αὐτοῖς καὶ συνορχοῖντο. καὶ θάτερον δὲ τῶν ᾀσμάτων — δύο γὰρ ᾁδεται — διδασκαλίαν ἔχει ὡς χρὴ ὀρχεῖσθαι. ‘ πόρρω ‘ γάρ, φασίν, ‘ὦ παῖδες, πόδα μετάβατε καὶ κωμάξατε ^ βέλτιον,’ τουτέστιν ἄμεινον ὀρχήσασθε. ὅμοια δὲ καὶ οἱ τὸν ὅρμον καλούμενον ὅρμον

  [12] καλούμενον ποιοῦσιν. ὁ δὲ ὅρμος ὄρχησίς ἐστιν κοινὴ ἐφήβων τε καὶ παρθένων, παρ᾽ ἕνα χορευόντων καὶ ὡς ἀληθῶς ὅρμῳ ἐοικότων καὶ ἡγεῖται μὲν ὁ ἔφηβος τὰ νεανικὰ ὀρχούμενος καὶ ὅσοις ὕστερον ἐν πολέμῳ χρήσεται, ἡ παρθένος δὲ ἕπεται κοσμίως τὸ θῆλυ χορεύειν διδάσκουσα, ὡς εἶναι τὸν ὅρμον ἐκ σωφροσύνης καὶ ἀνδρείας πλεκόμενον. καὶ αἱ γυμνοπαιδίαι ^ δὲ αὐτοῖς ὁμοίως ὄρχησίς ἐστιν.

  [13] ἃ δὲ Ὅμηρος ὑπὲρ Ἀριάδνης ἐν τῇ ἀσπίδι πεποίηκεν καὶ τοῦ χοροῦ ὃν αὐτῇ Δαίδαλος ἤσκησεν ὡς ἀνεγνωκότι σοι παρίημι, καὶ τοὺς ὀρχηστὰς δὲ τοὺς δύο οὓς ἐκεῖ ὁ ποιητὴς κυβιστητῆρας καλεῖ, ἡγουμένους τοῦ χοροῦ, καὶ πάλιν ἃ ἐν τῇ αὐτῇ ἀσπίδι λέγει: ‘κοῦροι δ᾽ ὀρχηστῆρες ἐδίνεον,’ ^ ὥς τι κάλλιστον τοῦτο τοῦ Ἡφαίστου ἐμποιήσαντος τῇ ἀσπίδι. τοὺς μὲν γὰρ Φαίακας καὶ πάνυ εἰκὸς ἦν ὀρχήσει χαίρειν, ἁβρούς τε ὄντας καὶ ἐν πάσῃ εὐδαιμονίᾳ διατρίβοντας. ὁ γοῦν Ὅμηρος τοῦτο αὐτῶν μάλιστα θαυμάζοντα πεποίηκε τὸν Ὀδυσσέα καὶ τὰς μαρμαρυγὰς τῶν ποδῶν θεώμενον.

  [14] ἐν μέν γε Θεσσαλίᾳ τοσοῦτον ἐπέδωκεν τῆς ὀρχηστικῆς ἡ ἄσκησις, ὥστε τοὺς προστάτας καὶ προαγωνιστὰς αὐτῶν προορχηστῆρας ἐκάλουν καὶ δηλοῦσι τοῦτο αἱ τῶν ἀνδριάντων ἐπιγραφαὶ οὕς τοῖς ἀριστεύουσιν ἀνίστασαν ‘ προὔκρινεν’ γάρ, φασίν ‘προορχηστῆρα ἁ πόλις.’ καὶ αὖθις, ‘Εἰλατίωνι τὰν εἰκόνα ὁ δᾶμος εὖ ὀρχησαμένῳ τὰν μάχαν.’

  [15] ἐῶ λέγειν, ὅτι τελετὴν οὐδεμίαν ἀρχαίαν ἔστιν εὑρεῖν ἄνευ ὀρχήσεως, Ὀρφέως δηλαδὴ καὶ Μουσαίου καί. τῶν τότε ἀρίστων ὀρχηστῶν καταστησαμένων αὐτάς, ὥς τι κάλλιστον καὶ τοῦτο νομοθετησάντων, σὺν ῥυθμῷ καὶ ὀρχήσει μυεῖσθαι. ὅτι δ᾽ οὕτως ἔχει, τὰ μὲν ὄργια σιωπᾶν ἄξιον τῶν ἀμυήτων ἕνεκα, ἐκεῖνο δὲ πάντες ἀκούουσιν, ὅτι τοὺς ἐξαγορεύοντας τὰ μυστήρια ἐξορχεῖσθαι λέγουσιν οἱ πολλοί.

  [16] ἐν Δήλῳ δέ γε οὐδὲ αἱ θυσίαι ἄνευ ὀρχήσεως ἀλλὰ σὺν ταύτῃ καὶ μετὰ μουσικῆς ἐγίγνοντο. παίδων χοροὶ συνελθόντες ὑπ᾽ αὐλῷ καὶ κιθάρᾳ οἱ μὲν ἐχόρευον, ὑπωρχοῦντο δὲ οἱ ἄριστοι προκριθέντες ἐξ αὐτῶν. τὰ γοῦν τοῖς χοροῖς γραφόμενα τούτοις ᾁσματα ὑπορχήματα ἐκαλεῖτο καὶ ἐμπέπληστο τῶν τοιούτων ἡ λύρα.

  [17] καὶ τί σοι τοὺς Ἕλληνας λέγω, ὅπου καὶ Ἰνδοὶ ἐπειδὰν ἕωθεν ἀναστάντες προσεύχωνται τὸν Ἥλιον, οὐχ ὥσπερ ἡμεῖς τὴν χεῖρα κύσαντες ἡγούμεθα ἐντελῆ ἡμῶν εἶναι, τὴν εὐχήν, ἀλλ᾽ ἐκεῖνοι πρὸς τὴν ἀνατολὴν στάντες ὀρχήσει τὸν Ἥλιον ἀσπάζονται, σχηματίζοντες ἑαυτοὺς σιωπῇ καὶ μιμούμενοι τὴν χορείαν τοῦ θεοῦ: καὶ τοῦτ᾽ ἐστιν Ἰνδῶν καὶ εὐχὴ καὶ χοροὶ καὶ θυσία. διὸ καὶ τούτοις ἱλεοῦνται τὸν θεὸν δίς, καὶ ἀρχομένης καὶ δυομένης τῆς ἡμέρας.

  [18] Αἰθίοπες δέ γε καὶ πολεμοῦντες σὺν ὀρχήσει αὐτὸ δρῶσιν, καὶ οὐκ ἂν ἀφείη τὸ βέλος Αἰθίοψ ἀνήρ ἀφελὼν τῆς κεφαλῆς — ταύτῃ γὰρ ἀντὶ φαρέτρας χρῶνται περιδέοντες αὐτῇ ἀκτινηδὸν τὰ βέλη — εἰ μὴ πρότερον ὀρχήσαιτο καὶ τῷ σχήματι ἀπειλήσειε καὶ προεκφοβήσειε τῇ ὀρχήσει τὸν πολέμιον.

  [19] ἄξιον δέ, ἐπεὶ τὴν Ἰνδικὴν καὶ τὴν Αἰθιοπίαν διεξεληλύθαμεν, καὶ ἐς τὴν γείτονα αὐτῶν Αἴγυπτον καταβῆναι �
�ῷ λόγῳ. δοκεῖ γάρ μοι ὁ παλαιὸς μῦθος καὶ Πρωτέα τὸν Αἰγύπτιον οὐκ ἄλλο τι ἢ ὀρχηστήν τινα γενέσθαι λέγειν, μιμητικὸν ἄνθρωπον καὶ πρὸς πάντα σχηματίζεσθαι καὶ μεταβάλλεσθαι δυνάμενον, ὡς καὶ ὕδατος ὑγρότητα μιμεῖσθαι καὶ πυρὸς ὀξύτητα ἐν τῇ τῆς κινήσεως σφοδρότητι καὶ λέοντος ἀγριότητα καὶ παρδάλεως θυμὸν καὶ δένδρου δόνημα, καὶ ὅλως ὅ τι καὶ θελήσειεν. ὁ δὲ μῦθος παραλαβὼν πρὸς τὸ παραδοξότερον τὴν φύσιν αὐτοῦ διηγήσατο, ὡς γιγνομένου ταῦτα ἅπερ ἐμιμεῖτο. ὅπερ δὴ καὶ τοῖς νῦν ὀρχουμένοις πρόσεστιν, ἴδοις τ᾽ ἂν οὖν αὐτοὺς πρὸς τὸν καιρὸν ^ ὠκέως διαλλαττομένους καὶ αὐτὸν μιμουμένους τὸν Πρωτέα. εἰκάζειν δὲ χρὴ καὶ τὴν Ἔμπουσαν τὴν ἐς μυρίας μορφὰς μεταβαλλομένην τοιαύτην τινὰ ἄνθρωπον ὑπὸ τοῦ μύθου παραδεδόσθαι.

  [20] ἐπὶ τούτοις δίκαιον μηδὲ τῆς Ῥωμαίων ὀρχήσεως ἀμνημονεῖν, ἣν οἱ εὐγενέστατοι αὐτῶν τῷ πολεμικωτάτῳ τῶν θεῶν Ἄρει, οἱ Σάλιοι καλούμενοι ἱερωσύνης δὲ τοῦτο ὄνομα, ὀρχοῦνται,

  [21] σεμνοτάτην τε ἅμα καὶ ἱερωτάτην. Βιθυνὸς δὲ μῦθος, καὶ οὗτος οὐ πάνυ τῶν Ἰταλιωτικῶν ἀλλότριος, φησὶν τὸν Πρίαπον δαίμονα πολεμιστήν, τῶν Τιτάνων οἶμαι ἕνα ἢ τῶν Ἰδαίων Δακτύλων τοῦτο ἔργον πεποιημένον, τὰ ἐνόπλια παιδεύειν, παραλαβόντα παρὰ τῆς Ἥρας τὸν Ἄρη, παῖδα μὲν ἔτι, σκληρὸν δὲ καὶ πέρα τοῦ μετρίου ἀνδρικόν, μὴ πρότερον ὁπλομαχεῖν διδάξαι πρὶν τέλειον ὀρχηστὴν ἀπειργάσατο. καὶ ἐπὶ τούτῳ καὶ μισθὸς αὐτῷ παρὰ τῆς Ἥρας ἐγένετο, δεκάτην ἀεὶ τῶν ἐκ πολέμου περιγιγνομένων τῷ Ἄρει παρ᾽ αὐτοῦ λαμβάνειν.

  [22] τὰ μὲν γὰρ Διονυσιακὰ καὶ Βακχικὰ οἶμαί σε μὴ περιμένειν ἐμοῦ ἀκοῦσαι, ὅτι ὄρχησις ἐκεῖνα πάντα ἦν. τριῶν γοῦν οὐσῶν τῶν γενικωτάτων ὀρχήσεων, κόρδακος καὶ σικιννίδος καὶ ἐμμελείας, οἱ Διονύσου θεράποντες οἱ Σάτυροι ταύτας ἐφευρόντες ἀφ᾽ αὑτῶν ἑκάστην ὠνόμασαν, καὶ ταύτῃ τῇ τέχνῃ χρώμενος ὁ Διόνυσος, φασίν Τυρρηνοὺς καὶ Ἰνδοὺς καὶ Λυδοὺς ἐχειρώσατο καὶ φῦλον οὕτω μάχιμον τοῖς αὑτοῦ θιάσοις κατωρχήσατο.

  [23] ὥστε, ὦ θαυμάσιε, ὅρα μὴ ἀνόσιον ᾖ κατηγορεῖν ἐπιτηδεύματος θείου τε ἅμα καὶ μυστικοῦ καὶ τοσούτοις θεοῖς ἐσπουδασμένου καὶ ἐπὶ τιμῇ αὐτῶν δρωμένου καὶ τοσαύτην τέρψιν ἅμα καὶ παιδείαν ^ ὠφέλιμον παρεχομένου. θαυμάζω δέ σου κἀκεῖνο, εἰδὼς Ὁμήρου καὶ Ἡσιόδου μάλιστα ἐραστὴν ὄντα σε αὖθις γάρ ἐπὶ τοὺς ποιητὰς ἐπάνειμι, πῶς ἀντιφθέγγεσθαι ἐκείνοις τολμᾷς πρὸ τῶν πάντων ὄρχησιν ἐπαινοῦσιν. ὁ μὲν γὰρ Ὅμηρος τὰ ἥδιστα καὶ κάλλιστα καταλέγων, ὕπνον καὶ φιλότητα καὶ μολπὴν καὶ ὄρχησιν , μόνην ταύτην ἀμύμονα ὠνόμασεν, προσμαρτυρήσας νὴ Δία καὶ τὸ ἡδὺ τῇ μολπῇ, ἅπερ ἀμφότερα τῇ ὀρχηστικῇ] πρόσεστιν, καὶ ᾠδὴ γλυκερὰ καὶ ὀρχησμὸς ^ ἀμύμων, ὃν σὺ νῦν μωμᾶσθαι ἐπινοεῖς. καὶ πάλιν ἐν ἑτέρῳ μέρει τῆς ποιήσεως: ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, ἄλλῳ δ᾽ ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδήν. ἱμερόεσσα γὰρ ὡς ἀληθῶς ἡ μετ᾽ ὀρχήσεως ᾠδὴ καὶ δῶρον θεῶν τοῦτο κάλλιστον. καὶ ἔοικεν εἰς δύο διῃρηκὼς ὁ Ὅμηρος τὰ πάντα πράγματα, πόλεμον καὶ εἰρήνην, τοῖς τοῦ πολέμου μόνα ταῦτα

  [24] ὡς κάλλιστα ἀντιτεθεικέναι. ὁ δὲ Ἡσίοδος, οὐ παρ᾽ ἄλλου ἀκούσας ἀλλ᾽ ἰδὼν αὐτὸς ἕωθεν εὐθὺς ὀρχουμένας τὰς Μούσας, ἐν ἀρχῇ τῶν ἐπῶν τοῦτο περὶ αὐτῶν τὸ μέγιστον ἐγκώμιον διηγεῖται, ὅτι ‘ περὶ κρήνην ἰοειδέα πόσς1᾽ ἁπαλοῖσιν ὀρχεῦνται,’ τοῦ πατρὸς τὸν βωμὸν περιχορεύουσαι. ἀλλὰ σὺ μέν, ὦ γενναῖε, μονονουχὶ θεομαχῶν

  [25] ὑβρίζεις εἰς τὴν ὀρχηστικὴν ὁ Σωκράτης δέ, σοφώτατος ἀνήρ, εἴ γε πιστευτέον τοῦτο περὶ αὐτοῦ λέγοντι τῷ Πυθίῳ, οὐ μόνον ἐπῄνει τὴν ὀρχηστικὴν ἀλλὰ καὶ ἐκμαθεῖν αὐτὴν ἠξίου, μέγιστον νέμων ^ εὐρυθμίᾳ καὶ εὐμουσίᾳ καὶ κινήσει ἐμμελεῖ καὶ εὐσχημοσύνῃ τοῦ κινουμένου: καὶ οὐκ ᾐδεῖτο γέρων ἀνὴρ ἕν τῶν σπουδαιοτάτων μαθημάτων καὶ τοῦτο ἡγούμενος εἶναι. καὶ ἔμελλέν γε ἐκεῖνος περὶ ὀρχηστικὴν οὐ μετρίως σπουδάσεσθαι, ὅς γε καὶ τὰ μικρὰ οὐκ ὤκνει μανθάνειν, ἀλλὰ καὶ εἰς τὰ διδασκαλεῖα τῶν αὐλητρίδων ἐφοίτα καὶ παρ᾽ ἑταίρας γυναικὸς οὐκ ἀπηξίου σπουδαῖόν τι ἀκούειν, τῆς Ἀσπασίας. καίτοι ἐκεῖνος ἄρτι ἀρχομένην ἑώρα τότε τὴν τέχνην καὶ οὐδέπω εἰς τοσοῦτον κάλλος διηρθρωμένην. εἰ δὲ τοὺς νῦν ἐπὶ μέγιστον αὐτὴν προαγαγόντας ἐθεᾶτο, εὖ οἶδα, πάντων ἂν ἐκεῖνός γε ἀφέμενος μόνῳ τῷ θεάματι τούτῳ τὸν νοῦν ἂν προσεῖχεν καὶ τοὺς παῖδας οὐκ ἂν ἄλλο τι πρὸ αὐτοῦ ἐδιδάξατο.

  [26] δοκεῖς δέ μοι, ὅταν κωμῳδίαν καὶ τραγῳδίαν ἐπαινῇς, ἐπιλελῆσθαι ὅτι καὶ ἐν ἑκατέρᾳ ἐκείνων ὀρχήσεως ἴδιόν τι εἶδός ἐστιν, οἷον τραγικὴ ^ μὲν ἡ ἐμμέλεια, κωμῳδικὴ δὲ ὁ κόρδαξ, ἐνίοτε δὲ καὶ τρίτης, ^ σικιννίδος, προσλαμβανομένης. ἐπεὶ δὲ ἐν ἀρχῇ καὶ προετίμησας τῆς ὀρχήσεως τὴν τραγῳδίαν καὶ κωμῳδίαν καὶ αὐλητὰς κυκλίους καὶ κιθαρῳδίαν, ἐναγώνια ταῦτα καὶ διὰ τοῦτο σεμνὰ προσειπών, φέρε νῦν ἀντεξετάσωμεν τῇ ὀρχήσει ἕκαστον αὐτῶν. καίτοι τὸν μὲν αὐλόν, εἰ δοκεῖ, καὶ τὴν κιθάραν παρῶμεν: μέρη γάρ τῆς τοῦ ὀρχηστοῦ ὑπηρεσίας καὶ ταῦτα.

  [27] τὴ
ν τραγῳδίαν δέ γε ἀπὸ τοῦ σχήματος πρώτου καταμάθωμεν οἵα ἐστίν, ὡς εἰδεχθὲς ἅμα καὶ φοβερὸν θέαμα εἰς μῆκος ἄρρυθμον ἠσκημένος ἄνθρωπος, ἐμβάταις ὑψηλοῖς ἐποχούμενος, πρόσωπον ὑπὲρ κεφαλῆς ἀνατεινόμενον ἐπικείμενος καὶ στόμα κεχηνὸς πάμμεγα ὡς καταπιόμενος τοὺς θεατάς. ἐῶ λέγειν προστερνίδια καὶ προγαστρίδια, προσθετὴν καὶ ἐπιτεχνητὴν παχύτητα προσποιούμενος, ὡς μὴ τοῦ μήκους ἡ ἀρρυθμία ἐν λεπτῷ μᾶλλον ἐλέγχοιτο: εἶτ᾽ ἔνδοθεν αὐτὸς κεκραγώς, ἑαυτὸν ἀνακλῶν καὶ κατακλῶν, ἐνίοτε καὶ περιᾴδων τὰ ἰαμβεῖα καί, τὸ δὴ αἴσχιστον, μελῳδῶν τὰς συμφοράς, καὶ μόνης τῆς φωνῆς ὑπεύθυνον παρέχων ἑαυτόν: τὰ γὰρ ἄλλα τοῖς ποιηταῖς ἐμέλησεν πρὸ πολλοῦ ποτε γενομένοις. καὶ μέχρι μὲν Ἀνδρομάχη τις ἢ Ἑκάβη ἐστίν, φορητὸς ἡ ᾠδή: ὅταν δὲ Ἡρακλῆς αὐτὸς εἰσελθὼν μονῳδῇ, ἐπιλαθόμενος αὑτοῦ καὶ μήτε τὴν λεοντῆν αἰδεσθεὶς μήτε τὸ ῥόπαλον ὃ περίκειται, σολοικίαν εὖ φρονῶν εἰκότως φαίη ἄν τις τὸ πρᾶγμα.

 

‹ Prev