Book Read Free

Delphi Complete Works of Lucian

Page 258

by Lucian Samosata


  Ζεύς [22] οἷα, ὦ θεοί, πέπονθεν ἡμῖν ἡ Φιλοσοφία πρὸς τῶν καταράτων ἐκείνων. ὥστε ὥρα σκοπεῖν ὅ τι καὶ πρακτέον ἢ ὅπως αὐτοὺς μετελευστέον. ὁ μὲν γὰρ κεραυνὸς ἀπάγει μιᾷ πληγῇ καὶ ὁ θάνατος ταχύς.

  Ἀπόλλων

  ἐγώ σοι,^ ὦ πάτερ, ὑποθήσομαι: μισῶ γὰρ καὶ αὐτὸς ἤδη τοὺς ἀλαζόνας ἀμούσους ὄντας, ὑπὲρ τῶν Μουσῶν ἀγανακτῶν κεραυνοῦ. μὲν γὰρ ἢ τῆς σῆς δεξιᾶς οὐδαμῶς ἐκεῖνοι ἄξιοι, τὸν Ἑρμῆν δὲ αὐτοκράτορα, εἰ δοκεῖ, τῆς κολάσεως κατάπεμψον ἐπ᾽ αὐτούς, ὃς ἅτε δὴ περὶ λόγους ἔχων καὶ αὐτὸς τάχιστα εἴσεται τούς τε ὀρθῶς φιλοσοφοῦντας καὶ τοὺς μή. εἶτα τοὺς μὲν ἐπαινέσεται, ὡς τὸ εἰκός, οἱ δὲ κολασθήσονται ὅπως ἂν ἐκείνῳ παρὰ τὸν καιρὸν δοκῇ.

  Ζεύς

  [23] εὖ λέγεις, ὦ Ἄπολλον. ἀλλὰ καὶ σύ, ὦ Ἡράκλεις, ἅμα καὶ τὴν Φιλοσοφίαν αὐτὴν ἔχοντες ἄπιτε ὡς τάχιστα εἰς τὸν βίον. τρισκαιδέκατον γοῦν ἆθλον οἴου τοῦτον οὐ σμικρὸν ἐκτελέσειν, ἢν ἐκκόψῃς μιαρὰ οὕτω καὶ ἀναίσχυντα θηρία.

  Ἡρακλῆς

  καὶ μὴν ἄμεινον ἦν, ὦ πάτερ, τὴν κόπρον ἐκκαθᾶραι αὖθις τὴν Αὐγέου ἢ τούτοις συμπλέκεσθαι. ἀπίωμεν δ᾽ ὅμως.

  Φιλοσοφία

  ἄκουσα μέν, ἀκολουθητέον δὲ κατὰ τὰ δόξαντα τῷ πατρί.

  Ἑρμῆς [24] ^ Κατίωμεν, ὡς κἂν ὀλίγους αὐτῶν ἐπιτρίψωμεν σήμερον. ποίαν δὲ χρὴ τραπέσθαι, ὦ Φιλοσοφία; σὺ γὰρ οἶσθα ὅπου εἰσίν. ἢ πρόδηλον ὅτι ἐν τῇ Ἑλλάδι;

  Φιλοσοφία

  οὐδαμῶς, ἢ πάνυ ὀλίγοι, ὅσοι ὀρθῶς φιλοσοφοῦσιν, ὦ Ἑρμῆ. οὗτοι δὲ οὐδὲν Ἀττικῆς πενίας δέονται, ἀλλ᾽ ἔνθα πολὺς χρυσὸς ἢ ἄργυρος ὀρύττεται, ἐκεῖ που ζητητέοι εἰσὶν ἡμῖν.

  Ἑρμῆς

  οὐκοῦν εὐθὺ τῆς Θρᾴκης ἀπιτέον.

  Ἡρακλῆς

  εὖ λέγεις, καὶ ἡγήσομαί γε ὑμῖν τῆς ὁδοῦ. οἶδα γὰρ τὰ Θρᾳκῶν ἅπαντα, συχνάκις ἐπελθών. καί μοι τήνδε ἤδη τραπώμεθα.

  Ἑρμῆς

  ποίαν λέγεις;

  Ἡρακλῆς [25] ὁρᾶτε, ὦ Ἑρμῆ καὶ Φιλοσοφία, δύο μὲν ὄρη μέγιστα καὶ κάλλιστα ὀρῶν ἁπάντων Αἷμός ἐστιν τὸ μεῖζον, ἡ καταντικρὺ δὲ Ῥοδόπη πεδίον δ᾽ ὑποπεπταμένον πάμφορον, ἀπὸ τῶν προπόδων ἑκατέρων εὐθὺς ἀρξάμενον, καί τινας λόφους τρεῖς πάνυ καλοὺς ἀνεστηκότας, οὐκ ἀμόρφους τὴν τραχύτητα, οἷον ἀκροπόλεις πολλὰς τῆς ὑποκειμένης πόλεως. καὶ ἡ πόλις γάρ ἤδη φαίνεται.

  Ἑρμῆς

  νὴ Δί᾽, ὦ Ἡράκλεις, μεγίστη καὶ καλλίστη ἁπασῶν πόρρωθεν γοῦν ἀπολάμπει τὸ κάλλος. καί τις καὶ ποταμὸς μέγιστος παραμείβεται, πάνυ ἐν χρῷ ψαύων αὐτῆς.

  Ἡρακλῆς

  Ἕβρος μὲν οὗτος, ἡ δὲ πόλις ἔργον Φιλίππου ἐκείνου. καὶ ἡμεῖς ἤδη πρόσγειοι καὶ ὑπονέφελοι ὥστε ἐπιβαίνωμεν ἀγαθῇ τύχῃ.

  Ἑρμῆς [26] οὕτω γινέσθω. τί δ᾽ οὖν χρὴ ποιεῖν, ἢ πῶς τὰ θηρία ἐξιχνευτέον;

  Ἡρακλῆς

  τοῦτο μὲν σὸν ἤδη ἔργον, ὦ Ἑρμῆ: κῆρυξ γὰρ εἶ, ὥστε οὐκ ἂν φθάνοις κηρύττων.

  Ἑρμῆς

  οὐδὲν τοῦτο χαλεπόν, ἀλλὰ τά γε ὀνόματα οὐκ ἐπίσταμαι αὐτῶν. σὺ οὖν, Φιλοσοφία, λέγε οὕστινας ὀνομαστέον, καὶ τὰ σημεῖα προσέτι.

  Φιλοσοφία

  οὐδὲ αὐτὴ μὲν οἶδα τὸ σαφὲς οἵτινες ὀνομάζονται διὰ τὸ μὴ ξυγγεγενῆσθαί ποτε αὐτοῖς: ἀπὸ δ᾽ οὖν τῆς ἐπιθυμίας ἣν ἔχουσι περὶ τὰ κτήματα, οὐκ ἂν ἁμάρτοις προσκαλῶν Κτήσωνας ἢ Κτησίππους ἢ Κτησικλέας ἢ Εὐκτήμονας ἢ Πολυκτήτους.

  Ἑρμῆς [27] εὖ λέγεις. ἀλλά τίνες οὗτοὶ εἰσιν ἢ τί περισκοποῦσιν καὶ αὐτοί; μᾶλλον δὲ καὶ προσίασιν καὶ τι καὶ ἐρέσθαι θέλουσιν.

  Ἀνήρ

  ἆρ᾽ ἂν ἔχοιτε ἡμῖν, ὦ ἄνδρες, εἰπεῖν, ἢ σύ, ὦ βελτίστη, εἴ τινας τρεῖς γόητας ἅμα εἴδετε καί τινα γυναῖκα ἐν χρῷ κεκαρμένην εἰς τὸ Λακωνικόν, ἀρρενωπὴν καὶ κομιδῇ ἀνδρικήν;

  Φιλοσοφία

  παπαῖ, τὰ ἡμέτερα οὗτοι ζητοῦσιν.

  Ἀνήρ

  πῶς τὰ ὑμέτερα; δραπέται γὰρ ἐκεῖνοι ἅπαντες. ἡμεῖς δὲ τὴν γυναῖκα μάλιστα μέτιμεν ἠνδραποδισμένην πρὸς αὐτῶν.

  Ἑρμῆς

  εἴσεσθε δὴ καθ᾽ ὅ τι καὶ ζητοῦμεν αὐτούς. τὸ νῦν δὲ ἅμα κηρύττωμεν. εἴ τις εἶδεν ἀνδράποδον Παφλαγονικὸν τῶν ἀπὸ Σινώπης βαρβάρων, ὄνομα τοιοῦτον οἷον ἀπὸ κτημάτων, ὕπωχρον, ἐν χρῷ κουρίαν, ἐν γενείῳ βαθεῖ, πήραν ἐξημμένον καὶ τριβώνιον ἀμπεχόμενον, ὀργίλον, ἄμουσον, τραχύφωνον, λοίδορον, μηνύειν ἐπὶ ῥητῷ αὐτόν.

  Δεσπότης α [28] ἀνόμοιον, ὦ οὗτος, ὃ κηρύττεις: ὡς ἐκείνῳ γε ὄνομα ἦν παρ᾽ ἐμοὶ Κάνθαρος, καὶ ἐκόμα δὲ καὶ τό γένειον ἐτίλλετο καὶ τέχνην τὴν ἐμὴν ἠπίστατο ‘ ἀπέκειρεν γὰρ ἐν τῷ γναφείῳ καθήμενος ὁπόσον περιττὸν τοῖς ἱματίοις τῶν κροκύδων ἐπανθεῖ.

  Φιλοσοφία

  ἐκεῖνος αὐτός ἐστιν, ὁ οἰκέτης ὁ σός, ἀλλὰ νῦν φιλοσόφῳ ἔοικεν ἀκριβῶς ἑαυτὸν ἐπιγνάψας.^

  Δεσπότης α

  ὢ τῆς τόλμης, ὁ Κάνθαρος φιλοσοφεῖ, φησίν, ἡμῶν δὲ οὐδεὶς λόγος.^

  Δεσπότης

  β Ἀμέλει ἅπαντας ἀνευρήσομεν: ξυνίησιν γάρ, ὥς φησιν, αὕτη.

  Ἑρμῆς [29] τίς δ᾽ οὗτος ἄλλος ὁ προσιών ἐστιν, ὦ Ἡράκλεις, ὁ καλός, ὁ τὴν κιθάραν;

  Ἡρακλῆς

  Ὀρφεύς ἐστιν, σύμπλους ἐπὶ τῆς Ἀργοῦς ἐμός, ἥ�
�ιστος κελευστῶν ἁπάντων πρὸς γοῦν τὴν ᾠδὴν αὐτοῦ ἥκιστα ἐκάμνομεν ἐρέττοντες. χαῖρε, ὦ ἄριστε καὶ μουσικώτατε Ὀρφεῦ: οὐκ ἐπιλέλησαι γάρ που Ἡρακλέους.

  Ὀρφεύς

  νὴ καὶ ὑμεῖς γε, ὦ Φιλοσοφία καὶ Ἡράκλεις καὶ Ἑρμῆ. ἀλλὰ καιρὸς ἀποδιδόναι τὰ μήνυτρα, ὡς ἔγωγε πάνυ σαφῶς ὃν ζητεῖτε οἶδα.

  Ἑρμῆς

  οὐκοῦν δεῖξον, ὦ παῖ Καλλιόπης, ἔνθα ἐστὶν χρυσίου γάρ οὐδέν, οἶμαι, δέῃ σοφὸς ὤν.

  Ὀρφεύς

  εὖ φής. ἐγὼ δὲ τὴν μὲν οἰκίαν δείξαιμ᾽ ἂν ὑμῖν ἔνθα οἰκεῖ, αὐτὸν δὲ οὐκ ἄν, ὡς μὴ κακῶς ἀκούοιμι πρὸς αὐτοῦ: μιαρὸς γάρ εἰς ὑπερβολὴν καὶ μόνον τοῦτο ἐκμεμελέτηκεν.

  Ἑρμῆς

  δεῖξον μόνον.

  Ὀρφεύς

  αὕτη πλησίον. ἐγὼ δὲ ἄπειμι ὑμῖν ἐκποδών, ὡς μηδ᾽ ἴδοιμι αὐτόν.

  Φιλοσοφία [30] ἐπίσχες. οὐ γυναικός ἐστι φωνὴ ῥαψῳδούσης τι τῶν Ὁμήρου;

  Ἑρμῆς

  νὴ Δία: ἀλλ᾽ ἀκούσωμεν ὅ τι καὶ λέγει.

  Γυνή

  ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν, ὃς χρυσὸν φιλέει μὲν ἐνὶ φρεσίν, ἄλλο δ᾽ εἴπῃ.

  Ἑρμῆς

  οὐκοῦν τὸν Κάνθαρόν σοι μισητέον.

  Γυνή

  ξεινοδόκον κακὰ ῥέξεν, ὅ κεν φιλότητα παράσχῃ.

  Ἀνήρ

  περὶ ἐμοῦ τοῦτο τὸ ἔπος, οὗ τὴν γυναῖκα ᾤχετο ἀπάγων διότι αὐτὸν ὑπεδεξάμην.

  Γυνή

  οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἐλάφοιο, οὔτε ποτ᾽ ἐν πολέμῳ ἐναρίθμιος οὔτ᾽ ἐνὶ βουλῇ, Θερσίτ᾽ ἀκριτόμυθε, κακῶν πανάριστε κολοιῶν μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν.

  Δεσπότης

  α Εἰκότως τῷ καταράτῳ ^ τὰ ἔπη. Πρόσθε κύων, ὄπιθεν δὲ λέων, μέσση δὲ χίμαιρα ‘ δεινὸν ἀποπνείουσα τρίτου κυνὸς ἄγριον ^ ὁρμήν.

  Ἀνήρ [31] οἴμοι, γύναι, ὅσα πέπονθας ὑπὸ κυνῶν τοσούτων. φασὶ δ᾽ αὐτὴν καὶ κυεῖν ἀπ᾽ αὐτῶν.

  Ἑρμῆς

  θάρρει, Κέρβερόν τινα τέξεταί σοι ἢ Γηρυόνην, ὡς ἔχοι ὁ Ἡρακλῆς οὗτος αὖθις πόνον. ἀλλὰ καὶ προΐασιν, ὥστε οὐδὲν δεῖ κόπτειν τὴν θύραν.

  Δεσπότης α

  ἔχω σε, ὦ Κάνθαρε. νῦν σιωπᾷς; φέρ᾽ ἴδωμεν ἅτινά σοι ἡ πήρα ἔχει, θέρμους ἴσως ἢ ἄρτου τρύφος. οὐ μὰ Δί᾽, ἀλλὰ ζώνην χρυσίου.

  Ἡρακλῆς

  μὴ θαυμάσῃς: κυνικὸς γὰρ ἔφασκεν εἶναι τὸ πρόσθεν ἐπὶ τῆς Ἑλλάδος, ἐνταῦθα δὲ Χρυσίππειος ἀκριβῶς ἐστιν. τοιγαροῦν Κλεάνθην οὐκ εἰς μακρὰν αὐτὸν ὄψει: κρεμήσεται γὰρ ἀπὸ τοῦ πώγωνος οὕτω μιαρὸς ὤν.

  Δεσπότης β [32] σὺ δέ, ὦ κακέ, οὐ Ληκυθίων οὑμὸς δραπέτης τυγχάνεις οὐ μὲν οὖν ἄλλος. ὢ τοῦ γέλωτος. εἶτα τί οὐκ ἂν γένοιτο; καὶ Ληκυθίων φιλοσοφεῖ.

  Ἑρμῆς

  ὁ τρίτος δὲ οὗτος ἀδέσποτος ὑμῖν ἐστιν;

  Δεσπότης

  Γ Οὐδαμῶς, ἀλλ᾽ ὁ δεσπότης ἐγὼ ἑκὼν ἀφίημι αὐτὸν ἀπολωλέναι.

  Ἑρμῆς

  ὅτι τί;

  Δεστότης γ

  ὅτι δεινῶς τῶν ὑποσάθρων ἐστίν. τὸ δ᾽ ὄνομα Μυρόπνουν αὐτὸν ἐκαλοῦμεν.

 

‹ Prev