Book Read Free

Delphi Complete Works of Lucian

Page 283

by Lucian Samosata


  Ἑρμότιμος [53] καί τί σοι ἀποκριναίμην ἂν ἔτι, ὃς οὔτε αὐτόν τινα κρίνειν οἷόν τε εἶναι φής, ἢν μὴ φοίνικος ἔτη βιώσῃ πάντας ἐν κύκλῳ περιιὼν καὶ πειρώμενος, οὔτε τοῖς προπεπειραμένοις πιστεύειν ἀξιοῖς οὔτε τοῖς πολλοῖς ἐπαινοῦσι καὶ μαρτυροῦσι;

  Λυκῖνος

  τίνας φὴς τοὺς πολλοὺς εἰδότας καὶ πεπειραμένους ἁπάντων; εἰ γάρ τις τοιοῦτός ἐστιν, ἱκανὸς ἔμοιγε καὶ εἷς, καὶ οὐκέτι πολλῶν δεήσει. ἢν δὲ τοὺς οὐκ εἰδότας λέγῃς, οὐδέν τι τὸ πλῆθος αὐτῶν προσάξεταί με πιστεύειν, ἄχρι ἂν ἢ μηδὲν ἢ ἓν εἰδότες περὶ ἁπάντων ἀποφαίνωνται.

  Ἑρμότιμος

  μόνος δὲ σὺ τἀληθὲς κατεῖδες, οἱ δὲ ἄλλοι ἀνόητοι ἅπαντες, ὅσοι φιλοσοφοῦσι.

  Λυκῖνος

  καταψεύδῃ μου, ὦ Ἑρμότιμε, λέγων ὡς ἐγὼ προτίθημί πῃ ἐμαυτὸν τῶν ἄλλων ἤ τάττω ὅλως ἐν τοῖς εἰδόσι, καὶ οὐ μνημονεύεις ὧν ἔφην, οὐκ αὐτὸς εἰδέναι τἀληθὲς ὑπὲρ τοὺς ἄλλους διατεινόμενος, ἀλλὰ μετὰ πάντων αὐτὸ ἀγνοεῖν ὁμολογῶν.

  Ἑρμότιμος [54] ἀλλ᾽, ὦ Λυκῖνε, τὸ μὲν ἐπὶ πάντας ἐλθεῖν χρῆναι καὶ πειραθῆναι ὧν φασι καὶ τὸ μὴ ἂν ἄλλως ἑλέσθαι τὸ βέλτιον ἢ οὕτως, εὔλογον ἴσως, τὸ δὲ τῇ πείρᾳ ἑκάστῃ τοσαῦτα ἔτη ἀποδιδόναι, παγγέλοιον, ὥσπερ οὐχ οἷόν τε ὂν ἀπ᾽ ὀλίγων καταμαθεῖν τὰ πάντα. ἐμοὶ δὲ καὶ πάνυ ῥᾴδιον εἶναι δοκεῖ τὸ τοιοῦτον καὶ οὐ πολλῆς διατριβῆς δεόμενον: φασί γέ τοι τῶν πλαστῶν τινα, Φειδίαν οἶμαι, ὄνυχα μόνον λέοντος ἰδόντα ἀπ᾽ ἐκείνου ἀναλελογίσθαι, ἡλίκος ἂν ὁ πᾶς λέων γένοιτο κατ᾽ ἀξίαν τοῦ ὄνυχος ἀναπλασθείς. καὶ σὺ δέ, ἤν τίς σοι χεῖρα μόνην ἀνθρώπου δείξῃ τὸ ἄλλο σῶμα κατακαλύψας, εἴσῃ, οἶμαι, αὐτίκα ὅτι ἄνθρωπός ἐστι τὸ κατακεκαλυμμένον, κἂν μὴ τὸ πᾶν σῶμα ἴδῃς. καὶ τοίνυν τὰ μὲν κεφαλαιώδη ὧν ἅπαντες λέγουσι, ῥᾴδιον καταμαθεῖν ἐν ὀλίγῳ μορίῳ ἡμέρας, τὸ δὲ ὑπερακριβὲς τοῦτο καὶ μακρᾶς τῆς ἐξετάσεως δεόμενον οὐ πάνυ ἀναγκαῖον ἐς τὴν αἵρεσιν τοῦ βελτίονος, ἀλλ᾽ ἔστι κρῖναι καὶ ἀπ᾽ ἐκείνων.

  Λυκῖνος [55] παπαῖ, ὦ Ἑρμότιμε, ὡς ἰσχυρὰ ταῦτα εἴρηκας ἀπὸ τῶν μερῶν ἀξιῶν τὰ ὅλα εἰδέναι: καίτοι ἐγὼ τὰ ἐναντία ἀκούσας μέμνημαι ὡς ὁ μὲν τὸ ὅλον εἰδὼς εἰδείη ἂν καὶ τὸ μέρος, ὁ δὲ μόνον τὸ μέρος οὐκέτι καὶ τὸ ὅλον. οὕτως καί μοι τόδε ἀπόκριναι, ὁ Φειδίας ἄν ποτε ἰδὼν ὄνυχα λέοντος ἔγνω ἄν, ὅτι λέοντός ἐστιν, εἰ μὴ ἑωράκει ποτὲ λέοντα ὅλον; ἢ σὺ ἀνθρώπου χεῖρα ἰδὼν ἔσχες ἂν εἰπεῖν ὅτι ἀνθρώπου ἐστὶ μὴ πρότερον εἰδὼς μηδὲ ἑωρακὼς ἄνθρωπον; τί σιγᾷς; ἢ βούλει ἐγὼ ἀποκρίνωμαι ὑπὲρ σοῦ τά γε ἀναγκαῖα, ὅτι οὐκ ἂν εἶχες; ὥστε κινδυνεύει ὁ Φειδίας ἄπρακτος ἀπεληλυθέναι μάτην ἀναπλάσας τὸν λέοντα: οὐδὲν γὰρ πρὸς τὸν Διόνυσον ὦπται λέγων. ἢ πῶς ταῦτα ἐκείνοις ὅμοια; τῷ μὲν γὰρ Φειδίᾳ καὶ σοὶ οὐδὲν ἄλλο τοῦ γνωρίζειν τὰ μέρη αἴτιον ἦν ἢ τὸ εἰδέναι τὸ ὅλον, ἄνθρωπον λέγω καὶ λέοντα, ἐν φιλοσοφίᾳ δέ, οἷον τῇ Στωϊκῶν, πῶς ἂν ἀπὸ τοῦ μέρους καὶ τὰ λοιπὰ ἴδοις; ἢ πῶς ἂν ἀποφαίνοιο ὡς καλά; οὐ γὰρ οἶσθα τὸ ὅλον, οὗ μέρη ἐκεῖνά ἐστιν. [56] ὃ δὲ φής, ὅτι τὰ κεφάλαια ῥᾴδιον ἀκοῦσαι ἁπάσης φιλοσοφίας ἐν ὀλίγῳ μορίῳ ἡμέρας, οἷον ἀρχὰς αὐτῶν καὶ τέλη καὶ τί θεοὺς οἴονται εἶναι, τί ψυχήν, καὶ τίνες μὲν σώματα πάντα φασί, τίνες δὲ καὶ ἀσώματα εἶναι ἀξιοῦσι, καὶ ὅτι οἱ μὲν ἡδονήν, οἱ δὲ τὸ καλὸν ἀγαθὸν καὶ εὔδαιμον τίθενται καὶ τὰ τοιαῦτα, οὑτωσὶ μὲν ἀκούσαντας ἀποφήνασθαι ῥᾴδιον καὶ ἔργον οὐδέν: εἰδέναι δὲ ὅστις ὁ τἀληθῆ λέγων ἐστίν, ὅρα μὴ οὐχὶ μορίου ἐστὶν ἡμέρας, ἀλλὰ πολλῶν ἡμερῶν δέηται. ἢ τί γὰρ ἐκεῖνοι παθόντες ὑπὲρ αὐτῶν τούτων ἑκατοντάδας καὶ χιλιάδας βιβλίων ἕκαστοι συγγεγράφασιν, ὡς πείσαιεν, οἶμαι, ἀληθῆ εἶναι τὰ ὀλίγα ἐκεῖνα καὶ ἅ σοι δοκεῖ ῥᾴδια καὶ εὐμαθῆ; νῦν δὲ μάντεως, οἶμαι, δεήσει σοι κἀνταῦθα πρὸς τὴν αἵρεσιν τῶν κρειττόνων, εἰ μὴ ἀνέχῃ τὴν διατριβήν, ὡς ἀκριβῶς ἑλέσθαι, αὐτὸς ἅπαντα καὶ ὅλον ἕκαστον κατανοήσας: ἐπίτομος γὰρ αὕτη γένοιτ᾽ ἄν, οὐκ ἔχουσα περιπλοκὰς οὐδ᾽ ἀναβολάς, εἰ μεταστειλάμενος τὸν μάντιν ἀκούσας τῶν κεφαλαίων ἁπάντων σφαγιάζοιο ἐφ᾽ ἑκάστοις: ἀπαλλάξει γάρ σε ὁ θεὸς μυρίων πραγμάτων δείξας ἐν τῷ τοῦ ἱερείου ἥπατι ἅτινά σοι αἱρετέον. [57] εἰ δὲ βούλει, καὶ ἄλλο τι ἀπραγμονέστερον ὑποθήσομαί σοι, ὡς μὴ ἱερεῖα καταθύῃς ταυτὶ καὶ θυσιάζῃς τῳ μηδὲ ἱερέα τινὰ τῶν μεγαλομίσθων παρακαλῇς, ἀλλ᾽ ἐς κάλπιν ἐμβαλὼν γραμμάτια ἔχοντα τῶν φιλοσόφων ἑκάστου τοὔνομα κέλευε παῖδα τῶν ἀνήβων ἀμφιθαλῆ τινα, προσελθόντα πρὸς τὴν κάλπιν, ἀνελέσθαι ὅ τι ἂν πρῶτον ὑπὸ τὴν χεῖρα ἔλθῃ τῶν γραμματίων, καὶ τὸ λοιπὸν κατὰ τὸν λαχόντα ἐκεῖνον, ὅστις ἂν ᾖ, φιλοσόφει.

  Ἑρμότιμος [58] ταυτὶ μέν, ὦ Λυκῖνε, βωμολοχικὰ καὶ οὐ κατὰ σέ. σὺ δὲ εἰπέ μοι, ἤδη ποτὲ οἶνον ἐπρίω αὐτός;

  Λυκῖνος

  καὶ μάλα πολλάκις.

  Ἑρμότιμος

  ἆρ᾽ οὖν περιῄεις ἅπαντας ἐν κύκλῳ τοὺς ἐν τῇ πόλει καπήλους ἀπογευόμενος καὶ παραβάλλων καὶ ἀντεξετάζων τοὺς οἴνους;

  Λυκῖνος

  οὐδαμῶς.

  Ἑρμότιμος

  χρὴ γάρ, οἶ
μαι, σοι τῷ πρώτῳ χρηστῷ καὶ ἀξίῳ ἐντυχόντι ἀποφέρεσθαι.

  Λυκῖνος

  νὴ Δία.

  Ἑρμότιμος

  καὶ ἀπό γε τοῦ ὀλίγου ἐκείνου γεύματος εἶχες ἂν εἰπεῖν ὁποῖος ἅπας ὁ οἶνός ἐστιν;

  Λυκῖνος

  εἶχον γάρ.

  Ἑρμότιμος

  εἰ δὲ δὴ ἔλεγες προσελθὼν τοῖς καπήλοις, Ἐπειδὴ κοτύλην πρίασθαι βούλομαι, δότε μοι, ὦ οὗτοι, ἐκπιεῖν ὅλον ἕκαστος ὑμῶν τὸν πίθον, ὡς διὰ παντὸς ἐπεξελθὼν μάθοιμι ὅστις ἀμείνω τὸν οἶνον ἔχει καὶ ὅθεν μοι ὠνητέον: εἰ ταῦτ᾽ ἔλεγες, οὐκ ἂν οἴει καταγελάσαι σου αὐτούς, εἰ δὲ καὶ ἐπὶ πλέον ἐνοχλοίης, τάχ᾽ ἂν καὶ προσχέαι τοῦ ὕδατος;

  Λυκῖνος

  οἶμαι ἔγωγε καὶ δίκαιά γ᾽ ἂν πάθοιμι.

  Ἑρμότιμος

  κατὰ ταὐτὰ δὴ καὶ ἐν φιλοσοφίᾳ. τί δεῖ ἐκπιεῖν τὸν πίθον δυναμένους γε ἀπ᾽ ὀλίγου τοῦ γεύματος εἰδέναι ὁποῖον τὸ πᾶν ἐστιν;

  Λυκῖνος [59] ὡς ὀλισθηρὸς εἶ, ὦ Ἑρμότιμε, καὶ διαδιδράσκεις ἐκ τῶν χειρῶν. πλὴν ἀλλ᾽ ὤνησάς γε: οἰόμενος γὰρ ἐκπεφευγέναι ἐς τὸν αὐτὸν κύρτον ἐμπέπτωκας.

  Ἑρμότιμος

  πῶς τοῦτ᾽ ἔφης;

  Λυκῖνος

  ὅτι αὐθομολογούμενον πρᾶγμα λαβὼν καὶ γνώριμον ἅπασι τὸν οἶνον εἰκάζεις αὐτῷ τὰ ἀνομοιότατα καὶ περὶ ὧν ἀμφισβητοῦσιν ἅπαντες ἀφανῶν ὄντων. ὥστε ἔγωγε οὐκ ἔχω εἰπεῖν καθ᾽ ὅ τι σοι ὅμοιος φιλοσοφία καὶ οἶνος, εἰ μὴ ἄρα κατὰ τοῦτο μόνον, ὅτι καὶ οἱ φιλόσοφοι ἀποδίδονται τὰ μαθήματα ὥσπερ οἱ κάπηλοι, κερασάμενοί γε οἱ πολλοὶ καὶ δολώσαντες καὶ κακομετροῦντες. οὑτωσὶ δὲ ἐπισκοπήσωμεν ὅ τι καὶ λέγεις: τὸν οἶνον φὴς τὸν ἐν τῷ πίθῳ ὅλον αὐτὸν αὑτῷ ὅμοιον εἶναι, καὶ μὰ Δί᾽ οὐδὲν ἄτοπον: ἀλλὰ καὶ εἴ τις γεύσαιτο ἀρυσάμενος ὀλίγον ὅσον αὐτοῦ, εἴσεσθαι αὐτίκα ὁποῖος ἅπας ὁ πίθος ἐστίν, ἀκόλουθον καὶ τοῦτο, καὶ οὐδὲν ἂν ἔγωγέ τι ἀντεῖ πον. ὅρα δὴ καὶ τὸ μετὰ τοῦτο: φιλοσοφία καὶ οἱ φιλοσοφοῦντες οἷον ὁ διδάσκαλος ὁ σός, ἆρα ταὐτὰ πρὸς ὑμᾶς λέγει ὁσημέραι καὶ περὶ τῶν αὐτῶν, ἢ ἄλλα ἄλλοτε; πολλὰ γάρ ἐστι, πρόδηλον, ὦ ἑταῖρε: ἢ οὐκ ἂν εἴκοσιν ἔτη παρέμενες αὐτῷ κατὰ τὸν Ὀδυσσέα περινοστῶν καὶ περιπλανώμενος, εἰ τὰ αὐτὰ ἔλεγεν, ἀλλ᾽ ἀπέχρη ἄν σοι καὶ ἅπαξ ἀκούσαντι.

  Ἑρμότιμος [60] πῶς γὰρ οὔ;

  Λυκῖνος

  πῶς οὖν οἷόν τέ σοι ἦν ἀπὸ τοῦ πρώτου γεύματος εἰδέναι τὰ πάντα; οὐ γὰρ τὰ αὐτά γε, ἀλλ᾽ ἀεὶ ἔτερα καινὰ ἐπὶ καινοῖς ἐλέγετο, οὐχ ὥσπερ ὁ οἶνος ἀεὶ ὁ αὐτὸς ἦν. ὥστε, ὦ ἑταῖρε, ἢν μὴ ὅλον ἐκπίῃς τὸν πίθον, καὶ ἄλλως μεθύων περιῄεις: ἀτεχνῶς γὰρ ἐν τῷ πυθμένι δοκεῖ μοι ὁ θεὸς κατακρύψαι τὸ φιλοσοφίας ἀγαθὸν ὑπὸ τὴν τρύγα αὐτήν. δεήσει οὖν ὅλον ἐξαντλῆσαι ἐς τέλος, ἢ οὔποτ᾽ ἂν εὕροις τὸ νεκτάρεον ἐκεῖνο πόμα, οὗ πάλαι διψῆν μοι δοκεῖς. σὺ δὲ οἴει τὸ τοιοῦτον αὐτὸ εἶναι, ὡς εἰ μόνον γεύσαιο αὐτοῦ καὶ σπάσαις μικρὸν ὅσον, αὐτίκα σε πάνσοφον γενησόμενον, ὥσπερ φασὶν ἐν Δελφοῖς τὴν πρόμαντιν, ἐπειδὰν πίῃ τοῦ ἱεροῦ νάματος, ἔνθεον εὐθὺς γίγνεσθαι καὶ χρᾶν τοῖς προσιοῦσιν. ἀλλ᾽ οὐχ οὕτως ἔχειν ἔοικε: σύ γ᾽ οὖν ὑπὲρ ἥμισυ τοῦ πίθου ἐκπεπωκὼς ἐνάρχεσθαι ἔτι ἔλεγες.

  [61] ὅρα τοίνυν μὴ τῷδε μᾶλλον φιλοσοφία ἔοικεν: ὁ μὲν γὰρ πίθος ἔτι μενέτω σοὶ καὶ ὁ κάπηλος, ἐνέστω δὲ μὴ οἶνος, ἀλλὰ πανσπερμία τις, πυρὸς ὑπεράνω καὶ μετὰ τοῦτον κύαμοι, εἶτα κριθαὶ καὶ ὐπὸ ταύταις φακοί, εἶτα ἐρέβινθοι καὶ ἄλλα ποικίλα. πρόσει δὴ σὺ ὠνήσασθαι ἐθέλων τῶν σπερμάτων, καὶ ὃς ἀφελὼν τοῦ πυροῦ, οὗπερ ἦν, ἀνέδωκέ σοι δεῖγμα ἐς τὴν χεῖρα, ὡς ἴδοις, ἆρα οὖν ἔχοις ἂν εἰπεῖν εἰς ἐκεῖνο ἀποβλέπων εἰ καὶ οἱ ἐρέβινθοι καθαροὶ καὶ οἱ φακοὶ εὐτακεῖς καὶ οἱ κύαμοι οὐ διάκενοι;

  Ἑρμότιμος

  οὐδαμῶς.

  Λυκῖνος

  οὐ τοίνυν οὐδὲ φιλοσοφίαν ἀφ᾽ ἑνὸς ὧν φησει τις τοῦ πρώτου, μάθοις ἂν ἅπασαν ὁποία ἐστίν: οὐ γὰρ ἕν τι ἦν ὥσπερ ὁ οἶνος, ᾧπερ σὺ αὐτὴν ἀπεικάζεις ἀξιῶν ὁμοίαν εἶναι τῷ γεύματι, τὸ δὲ ἑτεροῖόν τι ὤφθη οὐ παρέργου τῆς ἐξετάσεως δεόμενον. οἶνον μὲν γὰρ φαῦλον πρίασθαι ἐν δυοῖν ὀβολοῖν ὁ κίνδυνος, αὐτὸν δέ τινα ἐν τῷ συρφετῷ παραπολεῖσθαι, ὡς καὶ αὐτὸς ἐν ἀρχῇ ἔφησθα, οὐ μικρὸν εἶναι κακόν. ἄλλως τε ὁ μὲν ὅλον ἀξιῶν ἐκπιεῖν τὸν πίθον, ὡς κοτύλην πρίαιτο, ζημιώσαι ἂν τὸν κάπηλον οὕτως ἀπίθανα γευόμενος, φιλοσοφία δὲ οὐδὲν ἂν τοιοῦτο πάθοι, ἀλλὰ κἂν ὅτι πάμπολλα πίῃς, οὐδέν τι ἐλάττων ὁ πίθος γίγνεται οὐδὲ ζημιώσεται ὁ κάπηλος: ἐπιρρεῖ γὰρ κατὰ τὴν παροιμίαν τὸ πρᾶγμα ἐξαντλούμενον ἐς τὸ ἔμπαλιν ἢ ὁ τῶν Δαναΐδων πίθος: ἐκεῖνος μὲν γὰρ τὸ ἐμβαλλόμενον οὐ συνεῖχεν, ἀλλὰ διέρρει εὐθύς, ἐντεῦθεν δὲ ἢν ἀφέλῃς τι, πλεῖον: τὸ λοιπὸν γίγνεται. [62] ἐθέλω δέ σοι καὶ ἄλλο ὅμοιον εἰπεῖν φιλοσοφίας περὶ γεύματος, καὶ μή με νομίσῃς βλασφημεῖν περὶ αὐτῆς, ἢν εἴπω ὅτι φαρμάκῳ ὀλεθρίῳ ἔοικεν, οἷον κωνείῳ ἢ ἀκονίτῳ ἢ ἄλλῳ τῶν τοιούτων: οὐδὲ γὰρ ταῦτα, ἐπείπερ θανατηφόρα ἐστίν, ἀποκτείνειεν ἄν, εἴ τις ὀλίγον ὅσον ἀκαριαῖον ἀποξύσας αὐτῶν ἄκρῳ τῷ ὄνυχι ἀπογεύσαιτο, ἀλλὰ ἢν μὴ τοσοῦτον ὅσ
ον χρή, καὶ ὅπως καὶ ξὺν οἷς, οὐκ ἂν ἀποθάνοι ὁ προσενεγκάμενος: σὺ δὲ ἠξίους τοὐλάχιστον ἐξαρκεῖν, ὡς ἀποτελέσαι τὴν τοῦ ὅλου γνῶσιν.

  Ἑρμότιμος [63] ἔστω ταῦτα ὡς βούλει, Λυκῖνε. τί οὖν; ἑκατὸν ἔτη χρὴ βιῶναι καὶ τοσαῦτα ὑπομεῖναι πράγματα; ἢ οὐκ ἂν ἄλλως φιλοσοφήσαιμεν;

  Λυκῖνος

  οὐ γάρ, ὦ Ἑρμότιμε: καὶ δεινὸν οὐδέν, εἴ γε ἀληθῆ ἔλεγες ἐν ἀρχῇ, ὡς ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή. νῦν δὲ οὐκ οἶδ᾽ ὅ τι παθὼν ἀγανακτεῖς, εἰ μὴ αὐθημερὸν ἡμῖν πρὶν ἥλιον δῦναι Χρύσιππος ἢ Πλάτων ἢ Πυθαγόρας γένοιο.

 

‹ Prev