Book Read Free

Delphi Complete Works of Lucian

Page 288

by Lucian Samosata


  Τιμόλαος [3] τοῦτο μὲν εὐγενείας, ὦ Λυκῖνε, σημεῖόν

  ἐστιν Αἰγυπτίας ἡ κόμη: ἅπαντες γὰρ αὐτὴν οἱ ἐλεύθεροι

  παῖδες ἀναπλέκονται ἔστε πρὸς τὸ ἐφηβικόν, ἔμπαλιν

  ἢ οἱ πρόγονοι ἡμῶν, οἷς ἐδόκει καλὸν εἶναι κομᾶν

  τοὺς γέροντας ἀναδουμένους κρωβύλον ὑπὸ τέττιγι χρυσῷ ἀνειλημμένον.

  Σάμιππος

  εὖ γε, ὦ Τιμόλαε, ὅτι ἡμᾶς ἀναμιμνήσκεις

  τῶν Θουκυδίδου συγγραμμάτων, ἃ ἐν τῷ προοιμίῳ περὶ

  τῆς ἀρχαίας ἡμῶν τρυφῆς εἶπεν ἐν τοῖς Ἴωσιν, ὁπότε οἱ

  τότε συναπῳκίσθησαν.

  Τιμόλαος [4] ἀτάρ, ὦ Σάμιππε, νῦν ἀνεμνήσθην, ὁπόθεν

  ἡμῶν ἀπελείφθη Ἀδείμαντος, ὅτε παρὰ τὸν ἱστὸν

  ἐπὶ πολὺ ἔστημεν ἀναβλέποντες, ἀριθμοῦντες τῶν βυρσῶν

  τὰς ἐπιβολὰς καὶ θαυμάζοντες ἀνιόντα τὸν ναύτην

  διὰ τῶν κάλων, εἶτα ἐπὶ τῆς κεραίας ἄνω ἀσφαλῶς διαθέοντα

  τῶν κεροιάκων ἐπειλημμένον.

  Σάμιππος

  εὖ λέγεις. τί δ᾽ οὖν χρὴ ποιεῖν ἡμᾶς ἐνταῦθα;

  καραδοκεῖν αὐτόν, ἢ ἐθέλεις ἐγὼ αὖθις ἐπάνειμι ἐς τὸ πλοῖον;

  Τιμόλαος

  μηδαμῶς, ἀλλὰ προΐωμεν: εἰκὸς γὰρ ἤδη

  παρεληλυθέναι ἐκεῖνον ἀποσοβοῦντα ἐς τὸ ἄστυ, ἐπεὶ

  μηκέθ᾽ ἡμᾶς εὑρεῖν ἐδύνατο: εἰ δὲ μή, ἀλλ᾽ οἶδε τὴν

  ὁδὸν Ἀδείμαντος, καὶ δέος οὐδὲν μὴ ἀπολειφθεὶς ἡμῶν ἀποβουκοληθῇ.

  Λυκῖνος

  ὁρᾶτε, μὴ σκαιὸν ᾖ φίλον ἀπολιπόντας αὐτοὺς

  ἀπιέναι. βαδίζωμεν δ᾽ ὅμως, εἰ καὶ Σαμίππῳ τοῦτο δοκεῖ.

  Σάμιππος

  καὶ μάλα δοκεῖ, ἤν πως ἀνεῳγυῖαν ἔτι τὴν

  παλαίστραν καταλάβωμεν. [5] ἀλλὰ μεταξὺ λόγων, ἡλίκη

  ναῦς, εἴκοσι καὶ ἑκατὸν πήχεων ἔλεγε τὸ μῆκος ὁ ναυπηγός,

  εὖρος δὲ ὑπὲρ τὸ τέταρτον μάλιστα τούτου, καὶ

  ἀπὸ τοῦ καταστρώματος ἐς τὸν πυθμένα, ᾗ βαθύτατον

  κατὰ τὸν ἄντλον, ἐννέα πρὸς τοῖς εἴκοσι. τὰ δ᾽ ἄλλα ἡλίκος

  μὲν ὁ ἱστός, ὅσην δὲ ἀνέχει τὴν κεραίαν, οἵῳ καὶ

  προτόνῳ κέχρηται καὶ συνέχεται, ὡς δὲ ἡ πρύμνα μὲν

  ἐπανέστηκεν ἠρέμα καμπύλη χρυσοῦν χηνίσκον ἐπικειμένη,

  καταντικρὺ δὲ ἀνάλογον ἡ πρῷρα ὑπερβέβηκεν ἐς

  τὸ πρόσω ἀπομηκυνομένη, τὴν ἐπώνυμον τῆς νεὼς θεὸν

  ἔχουσα τὴν Ἶσιν ἑκατέρωθεν: ὁ μὲν γὰρ ἄλλος κόσμος,

  αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον πυραυγές, πρὸ

  τούτων αἱ ἄγκυραι καὶ στροφεῖα καὶ περιαγωγεῖς καὶ αἱ

  κατὰ τὴν πρύμναν οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξε. [6] καὶ τὸ τῶν ναυτῶν πλῆθος στρατοπέδῳ ἄν τις εἰκάσειεν.

  ἐλέγετο δὲ καὶ τοσοῦτον ἄγειν σῖτον, ὡς ἱκανὸν

  εἶναι πᾶσι τοῖς ἐν τῇ Ἀττικῇ ἐνιαύσιον πρὸς τροφήν.

  κἀκεῖνα πάντα μικρός τις ἀνθρωπίσκος γέρων ἤδη ἔσωζεν

  ὑπὸ λεπτῇ κάμακι τὰ τηλικαῦτα πηδάλια περιστρέφων:

  ἐδείχθη γάρ μοι ἀναφαλαντίας τις, οὖλος, Ἥρων, οἶμαι, τοὔνομα.

  Τιμόλαος

  θαυμάσιος τὴν τέχνην, ὡς ἔφασκον οἱ ἐμπλέοντες,

  καὶ τὰ θαλάττια σοφὸς ὑπὲρ τὸν Πρωτέα. [7] ἠκούσατε δὲ ὅπως δεῦρο κατήγαγε τὸ πλοῖον, οἷα ἔπαθον

  πλέοντες ἢ ὡς ὁ ἀστὴρ αὐτοὺς ἔσωσεν;

  Λυκῖνος

  οὔκ, ὦ Τιμόλαε, ἀλλὰ νῦν ἡδέως ἂν ἀκούσαιμεν.

  Τιμόλαος

  ὁ ναύκληρος αὐτὸς διηγεῖτό μοι, χρηστὸς

  ἀνὴρ καὶ προσομιλῆσαι δεξιός. ἔφη δὲ ἀπὸ τῆς Φάρου

  ἀπάραντας οὐ πάνυ βιαίῳ πνεύματι ἑβδομαίους ἰδεῖν τὸν

  Ἀκάμαντα, εἶτα ζεφύρου ἀντιπνεύσαντος ἀπενεχθῆναι

  πλαγίους ἄχρι Σιδῶνος, ἐκεῖθεν δὲ χειμῶνι μεγάλῳ περιπεσόντας

  δεκάτῃ ἐπὶ Χελιδονέας διὰ τοῦ Αὐλῶνος ἐλθεῖν,

  ἔνθα δὴ παρὰ μικρὸν ὑποβρυχίους δῦναι ἅπαντας. [8] οἶδα δέ ποτε καὶ αὐτὸς παραπλεύσας Χελιδονέας ἡλίκον

  ἐν τῷ τόπῳ ἀνίσταται τὸ κῦμα, καὶ μάλιστα περὶ

  τὸν λίβα, ὁπόταν ἐπιλάβῃ καὶ τοῦ νότου: κατ᾽ ἐκεῖνο

  γὰρ δὴ συμβαίνει μερίζεσθαι τὸ Παμφύλιον ἀπὸ τῆς Λυκιακῆς

  θαλάττης, καὶ ὁ κλύδων ἅτε ἀπὸ πολλῶν ῥευμάτων

  περὶ τῷ ἀκρωτηρίῳ σχιζόμενος — ἀπόξυροι δέ εἰσι

  πέτραι καὶ ὀξεῖαι παραθηγόμεναι τῷ κλύσματι — καὶ

  φοβερωτάτην ποιεῖ τὴν κυματωγὴν καὶ τὸν ἦχον μέγαν,

  καὶ τὸ κῦμα πολλάκις αὐτῷ ἰσομέγεθες τῷ σκοπέλῳ. [9] τοιαῦτα καὶ σφᾶς καταλαβεῖν ἔφασκεν ὁ ναύκληρος

  ἔτι καὶ νυκτὸς οὔσης καὶ ζόφου ἀκριβοῦς: ἀλλὰ πρὸς τὴν

  οἰμωγὴν αὐτῶν ἐπικλασθέντας τοὺς θεοὺς πῦρ τε ἀναδεῖξαι

  ἀπὸ τῆς Λυκίας, ὡς γνωρίσαι τὸν τόπον ἐκεῖνον,

  καί τινα λαμπρὸν ἀστέρα Διοσκούρων τὸν ἕτερον ἐπικαθίσαι

  τῷ καρχησίῳ καὶ κατευθῦναι τὴν ναῦν ἐπὶ τὰ λαιὰ

  ἐς τὸ πέλαγος ἤδη τῷ κρημνῷ προσφερομένην: τοὐντεῦθεν

  δὲ ἅπαξ τῆς ὀρθῆς ἐκπεσόντας διὰ τοῦ Αἰγαίου

  πλεύσαντας ἑβδομηκοστῇ ἀπ᾽ Αἰγύπτου ἡμέρᾳ πρὸς ἀντίους

  τοὺς ἐτησίας π�
�αγιάζοντας ἐς Πειραιᾶ χθὲς καθορμίσασθαι

  τοσοῦτον ἀποσυρέντας ἐς τὸ κάτω, οὓς ἔδει τὴν

  Κρήτην δεξιὰν λαβόντας ὑπὲρ τὴν Μαλέαν πλεύσαντας

  ἤδη εἶναι ἐν Ἰταλίᾳ.

  Λυκῖνος

  νὴ Δία, θαυμάσιόν τινα φὴς κυβερνήτην

  τὸν Ἥρωνα ἢ τοῦ Νηρέως ἡλικιώτην, ὃς τοσοῦτον ἀπεσφάλη

  τῆς ὁδοῦ. [10] ἀλλὰ τί τοῦτο; οὐκ Ἀδείμαντος ἐκεῖνός ἐστι;

  Τιμόλαος

  πάνυ μὲν οὖν, Ἀδείμαντος αὐτός. ἐμβοήσωμεν

  οὖν. Ἀδείμαντε, σέ φημι τὸν Μυρρινούσιον τὸν

  Στρομβίχου. δυεῖν θάτερον, ἢ δυσχεραίνει καθ᾽ ἡμῶν

  ἢ ἐκκεκώφωται: Ἀδείμαντος γάρ, οὐκ ἄλλος τίς ἐστι.

  Λυκῖνος

  πάνυ ἤδη σαφῶς ὁρῶ, καὶ θοἰμάτιον αὐτοῦ

  καὶ τὸ βάδισμα ἐκείνου, καὶ ἐν χρῷ ἡ κουρά. ἐπιτείνωμεν

  δὲ ὅμως τὸν περίπατον, ὡς καταλάβωμεν αὐτόν. [11] ἢν μὴ τοῦ ἱματίου σε λαβόμενοι ἐπιστρέψωμεν, ὦ

  Ἀδείμαντε, οὐχ ὑπακούσει ἡμῖν βοῶσιν, ἀλλὰ καὶ φροντίζοντι

  ἔοικας ἐπὶ συννοίας τινὸς οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον

  πρᾶγμα, ὡς δοκεῖς, ἀνακυκλῶν.

  Ἀδείμαντος

  οὐδέν, ὦ Λυκῖνε, χαλεπόν, ἀλλά

  με κενή τις ἔννοια μεταξὺ βαδίζοντα ὑπελθοῦσα παρακοῦσαι

  ὑμῶν ἐποίησεν ἀτενὲς πρὸς αὐτὴν ἅπαντι τῷ λογισμῷ ἀποβλέποντα.

  Λυκῖνος

  τίς αὕτη; μὴ γὰρ ὀκνήσῃς εἰπεῖν, εἰ μή τίς

  ἐστι τῶν πάνυ ἀπορρήτων. καίτοι ἐτελέσθημεν, ὡς οἶσθα,

  καὶ στέγειν μεμαθήκαμεν.

  Ἀδείμαντος

  ἀλλ᾽ αἰσχύνομαι ἔγωγε εἰπεῖν πρὸς ὑμᾶς:

  οὕτω γὰρ μειρακιῶδες ὑμῖν δόξει τὸ φρόντισμα.

  Λυκῖνος

  μῶν ἐρωτικόν ἐστιν; οὐδὲ γὰρ οὐδὲ τοῦτο

  ἀμυήτοις ἡμῖν ἐξαγορεύσεις, ἀλλὰ ὑπὸ λαμπρᾷ τῇ δαδὶ

  καὶ αὐτοῖς τετελεσμένοις.

  Ἀδείμαντος [12] οὐδέν, ὦ θαυμάσιε, τοιοῦτον, ἀλλα

  τινα πλοῦτον ἐμαυτῷ ἀνεπλαττόμην, ἣν κενὴν μακαρίαν

  οἱ παλαιοὶ καλοῦσι, καί μοι ἐν ἀκμῇ τῆς περιουσίας καὶ τρυφῆς ἐπέστητε.

  Λυκῖνος

  οὐκοῦν τὸ προχειρότατον τοῦτο, κοινὸς Ἑρμᾶς

  φασι, καὶ ἐς μέσον κατατίθει φέρων τὸν πλοῦτον:

  ἄξιον γὰρ ἀπολαῦσαι τὸ μέρος φίλους ὄντας τῆς Ἀδειμάντου τρυφῆς.

  Ἀδείμαντος

  ἀπελείφθην μὲν ὑμῶν εὐθὺς ἐν τῇ πρώτῃ

  ἐς τὴν ναῦν ἐπιβάσει, ἐπεὶ σέ, ὦ Λυκῖνε, κατέστησα ἐς

  τὸ ἀσφαλές: περιμετροῦντος γάρ μου τῆς ἀγκύρας τὰ

  πάχος οὐκ οἶδα ὅπου ὑμεῖς ἀπέστητε. [13] ἰδὼν δὲ ὅμως

  τὰ πάντα ἠρόμην τινὰ τῶν ναυτῶν, ὁπόσην ἀποφέρει ἡ

  ναῦς τῷ δεσπότῃ ὡς ἐπὶ τὸ πολὺ κατ᾽ ἔτος ἕκαστον τὴν

  μισθοφορίαν. ὁ δέ μοι, Δώδεκα, ἔφη, Ἀττικὰ τάλαντα,

  εἰ πρὸς τοὐλάχιστόν τις λογίζοιτο. τοὐντεῦθεν οὖν ἐπανιὼν

  ἐλογιζόμην, εἴ τις θεῶν τὴν ναῦν ἄφνω ἐμὴν ποιήσειεν

  εἶναι, οἷον ἄν, ὡς εὐδαίμονα βίον ἐπεβίωσα εὖ

  ποιῶν τοὺς φίλους καὶ ἐπιπλέων ἐνίοτε μὲν αὐτός, ἐνίοτε

  δὲ οἰκέτας ἐκπέμπων: εἶτα ἐκ τῶν δώδεκα ἐκείνων ταλάντων

  οἰκίαν τε ἤδη ᾠκοδομησάμην ἐν ἐπικαίρῳ μικρὸν

  ὑπὲρ τὴν Ποικίλην, τὴν παρὰ τὸν Ἰλισσὸν ἐκείνην τὴν

  πατρῴαν ἀφείς, καὶ οἰκέτας ὠνούμην καὶ ἐσθῆτας καὶ

  ζεύγη καὶ ἵππους: νυνὶ δὲ καὶ ἔπλεον ὑφ᾽ ἁπάντων εὐδαιμονιζόμενος

  τῶν ἐπιβατῶν φοβερὸς τοῖς ναύταις καὶ

  μονονουχὶ βασιλεὺς νομιζόμενος. ἔτι δέ μοι τὰ κατὰ τὴν

  ναῦν εὐθετίζοντι καὶ ἐς λιμένα πόρρωθεν ἀποβλέποντι

  ἐπιστάς, ὦ Λυκῖνε, κατέδυσας τὸν πλοῦτον καὶ ἀνέτρεψας

  εὖ φερόμενον τὸ σκάφος οὐρίῳ τῆς εὐχῆς πνεύματι.

  Λυκῖνος [14] οὐκοῦν, ὦ γενναῖε, λαβόμενός μου ἄπαγε

  πρὸς τὸν στρατηγὸν ὥς τινα πειρατὴν ἢ καταποντιστήν,

  ὃς τηλικοῦτον ναυάγιον εἴργασμαι, καὶ ταῦτα ἐν γῇ κατὰ

  τὴν ἐκ Πειραιῶς ἐς τὸ ἄστυ. ἀλλὰ ὅρα ὅπως παραμυθήσομαί

  σου τὸ πταῖσμα: πέντε γάρ, εἰ βούλει, καλλίω καὶ

  μείζω τοῦ Αἰγυπτίου πλοίου ἤδη ἔχε, καὶ τὸ μέγιστον

  οὐδὲ καταδῦναι δυνάμενα, καὶ τάχα σοι πεντάκις ἐξ Αἰγύπτου

  κατ᾽ ἔτος ἕκαστον σιταγωγείτωσαν σιταγωγίαν,

  εἰ καί, ὦ ναυκλήρων ἄριστε, δῆλος εἶ ἀφόρητος ἡμῖν τότε

  γενησόμενος: ὃς γὰρ ἔτι ἑνὸς πλοίου τουτουὶ δεσπότης

  ὢν παρήκουες βοώντων, εἰ πέντε κτήσαιο πρὸς τούτῳ

  τριάρμενα πάντα καὶ ἀνώλεθρα, οὐδὲ ὄψει δηλαδὴ τοὺς

  φίλους. σὺ μὲν οὖν εὐπλόει, ὦ βέλτιστε, ἡμεῖς δὲ ἐν

  Πειραιεῖ καθεδούμεθα τοὺς ἐξ Αἰγύπτου ἢ Ἰταλίας καταπλέοντας

  ἀνακρίνοντες, εἴ που τὸ μέγα Ἀδειμάντου πλοῖον τὴν Ἶσίν τις εἶδεν.

  Ἀδείμαντος [15] ὁρᾷς; διὰ τοῦτο ὤκνουν εἰπεῖν ἃ ἐνενόουν,

  εἰδὼς ὅτι ἐν γέλωτι καὶ σκώμματι ποιήσεσθέ μου

  τὴν εὐχήν. ὥστε ἐπιστὰς μικρόν, ἔστ᾽ ἂν ὑμεῖς προχωρήσητε,

  ἀποπλευσοῦμαι πάλιν ἐπὶ τῆς νεώ
ς: πολὺ γὰρ

  ἄμεινον τοῖς ναύταις προσλαλεῖν ἢ ὑφ᾽ ὑμῶν καταγελᾶσθαι.

  Λυκῖνος

  μηδαμῶς, ἐπεὶ συνεμβησόμεθά σοι καὶ αὐτοὶ ὑποστάντες.

  Ἀδείμαντος

  ἀλλὰ ὑφαιρήσω τὴν ἀποβάθραν προεισελθών.

  Λυκῖνος

  οὐκοῦν ἡμεῖς γε προσνηξόμεθα ὑμῖν: μὴ

  γὰρ οἴου σοὶ μὲν εἶναι ῥᾴδιον τηλικαῦτα πλοῖα κτᾶσθαι

  μήτε πριαμένῳ μήτε ναυπηγησαμένῳ, ἡμεῖς δὲ οὐκ αἰτήσομεν

  παρὰ τῶν θεῶν ἐπὶ πολλοὺς σταδίους ἀκμῆτες δύνασθαι

  νεῖν; καίτοι πρῴην καὶ ἐς Αἴγιναν ἐπὶ τὴν τῆς

  Ἐνοδίας τελετὴν οἶσθα ἐν ἡλίκῳ σκαφιδίῳ πάντες ἅμα

  οἱ φίλοι τεττάρων ἕκαστος ὀβολῶν διεπλεύσαμεν, καὶ οὐδὲν

  ἐδυσχέραινες ἡμᾶς συμπλέοντας, νῦν δὲ ἀγανακτεῖς,

  εἰ συνεμβησόμεθά σοι, καὶ τὴν ἀποβάθραν προεισελθὼν

  ἀφαιρεῖς; ὑπερμαζᾷς γάρ, ὦ Ἀδείμαντε, καὶ ἐς τὸν κόλπον

  οὐ πτύεις, οὐδὲ οἶσθα ὅστις ὢν ναυκληρεῖς. οὕτως

  ἐπῆρέ σε καὶ ἡ οἰκία ἐν καλῷ τῆς πόλεως οἰκοδομηθεῖσα

 

‹ Prev