Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 583
Complete Works of Homer Page 583

by Homer


  βάλλον ἀμυνόμενοι σφῶν τ' αὐτῶν καὶ κλισιάων 155

  νηῶν τ' ὠκυπόρων: νιφάδες δ' ὡς πῖπτον ἔραζε,

  ἅς τ' ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας

  ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ:

  ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν

  ἠδὲ καὶ ἐκ Τρώων: κόρυθες δ' ἀμφ' αὖον ἀύ̈τευν 160

  βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.

  δή ῥα τότ' ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ

  Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα:

  Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο

  πάγχυ μάλ': οὐ γὰρ ἔγωγ' ἐφάμην ἥρωας Ἀχαιοὺς 165

  σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.

  οἳ δ', ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι

  οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,

  οὐδ' ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες

  ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων, 170

  ὣς οἵ γ' οὐκ ἐθέλουσι πυλάων καὶ δύ' ἐόντε

  χάσσασθαι πρίν γ' ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.

  ὣς ἔφατ', οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ' ἀγορεύων:

  Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.

  ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν: 175

  ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ' ἀγορεῦσαι:

  πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ

  λάϊνον: Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ

  νηῶν ἠμύνοντο: θεοὶ δ' ἀκαχήατο θυμὸν

  πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν. 180

  σὺν δ' ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.

  ἔνθ' αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης

  δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου:

  οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ

  αἰχμὴ χαλκείη ῥῆξ' ὀστέον, ἐγκέφαλος δὲ 185

  ἔνδον ἅπας πεπάλακτο: δάμασσε δέ μιν μεμαῶτα:

  αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.

  υἱὸν δ' Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος

  Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.

  αὖτις δ' ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ 190

  Ἀντιφάτην μὲν πρῶτον ἐπαί̈ξας δι' ὁμίλου

  πλῆξ' αὐτοσχεδίην: ὃ δ' ἄρ' ὕπτιος οὔδει ἐρείσθη:

  αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην

  πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.

  ὄφρ' οἳ τοὺς ἐνάριζον ἀπ' ἔντεα μαρμαίροντα, 195

  τόφρ' οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,

  οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα

  τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,

  οἵ ῥ' ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.

  ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν 200

  αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων

  φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον

  ζωὸν ἔτ' ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,

  κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν

  ἰδνωθεὶς ὀπίσω: ὃ δ' ἀπὸ ἕθεν ἧκε χαμᾶζε 205

  ἀλγήσας ὀδύνῃσι, μέσῳ δ' ἐνὶ κάββαλ' ὁμίλῳ,

  αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.

  Τρῶες δ' ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν

  κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.

  δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς: 210

  Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν

  ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε

  δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτ' ἐνὶ βουλῇ

  οὔτέ ποτ' ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν:

  νῦν αὖτ' ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. 215

  μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.

  ὧδε γὰρ ἐκτελέεσθαι ὀί̈ομαι, εἰ ἐτεόν γε

  Τρωσὶν ὅδ' ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν

  αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων

  φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον 220

  ζωόν: ἄφαρ δ' ἀφέηκε πάρος φίλα οἰκί' ἱκέσθαι,

  οὐδ' ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.

  ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν

  ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ' Ἀχαιοί,

  οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ' αὐτὰ κέλευθα: 225

  πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ

  χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.

  ὧδέ χ' ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ

  εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.

  τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ: 230

  Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις:

  οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.

  εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,

  ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,

  ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι 235

  βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε:

  τύνη δ' οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις

  πείθεσθαι, τῶν οὔ τι μετατρέπομ' �
�ὐδ' ἀλεγίζω

  εἴτ' ἐπὶ δεξί' ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε,

  εἴτ' ἐπ' ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. 240

  ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,

  ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.

  εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.

  τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;

  εἴ περ γάρ τ' ἄλλοι γε περὶ κτεινώμεθα πάντες 245

  νηυσὶν ἐπ' Ἀργείων, σοὶ δ' οὐ δέος ἔστ' ἀπολέσθαι:

  οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.

  εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν' ἄλλον

  παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,

  αὐτίκ' ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις. 250

  ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο

  ἠχῇ θεσπεσίῃ: ἐπὶ δὲ Ζεὺς τερπικέραυνος

  ὦρσεν ἀπ' Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,

  ἥ ῥ' ἰθὺς νηῶν κονίην φέρεν: αὐτὰρ Ἀχαιῶν

  θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε. 255

  τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι

  ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.

  κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,

  στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρ' Ἀχαιοὶ

  πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων. 260

  τὰς οἵ γ' αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν

  ῥήξειν: οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,

  ἀλλ' οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις

  βάλλον ἀπ' αὐτάων δηί̈ους ὑπὸ τεῖχος ἰόντας.

  ἀμφοτέρω δ' Αἴαντε κελευτιόωντ' ἐπὶ πύργων 265

  πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.

  ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι

  νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν:

  ὦ φίλοι Ἀργείων ὅς τ' ἔξοχος ὅς τε μεσήεις

  ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι 270

  ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι:

  καὶ δ' αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω

  τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,

  ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,

  αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς 275

  νεῖκος ἀπωσαμένους δηί̈ους προτὶ ἄστυ δίεσθαι.

  ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.

  τῶν δ', ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ

  ἤματι χειμερίῳ, ὅτε τ' ὤρετο μητίετα Ζεὺς

  νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα: 280

  κοιμήσας δ' ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ

  ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους

  καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,

  καί τ' ἐφ' ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,

  κῦμα δέ μιν προσπλάζον ἐρύκεται: ἄλλά τε πάντα 285

  εἴλυται καθύπερθ', ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος:

  ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,

  αἱ μὲν ἄρ' ἐς Τρῶας, αἱ δ' ἐκ Τρώων ἐς Ἀχαιούς,

  βαλλομένων: τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.

  οὐδ' ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ 290

  τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,

  εἰ μὴ ἄρ' υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς

  ὦρσεν ἐπ' Ἀργείοισι λέονθ' ὣς βουσὶν ἕλιξιν.

  αὐτίκα δ' ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσ' ἐί̈σην

  καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς 295

  ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς

  χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.

  τὴν ἄρ' ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων

  βῆ ῥ' ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τ' ἐπιδευὴς

  δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ 300

  μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν:

  εἴ περ γάρ χ' εὕρῃσι παρ' αὐτόφι βώτορας ἄνδρας

  σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,

  οὔ ῥά τ' ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,

  ἀλλ' ὅ γ' ἄρ' ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς 305

  ἔβλητ' ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι:

  ὥς ῥα τότ' ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε

  τεῖχος ἐπαί̈ξαι διά τε ῥήξασθαι ἐπάλξεις.

  αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδ' Ἱππολόχοιο:

  Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα 310

  ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν

  ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,

  καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ' ὄχθας

  καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;

  τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας 315

  ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,

  ὄφρά τις ὧδ' εἴπῃ Λυκίων πύκα θωρηκτάων:

  οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν

  ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα

  οἶνόν τ' ἔξαιτον μελιηδέα: ἀλλ' ἄρα καὶ ἲς 320

  ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.

  ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε

  αἰεὶ δὴ μ
έλλοιμεν ἀγήρω τ' ἀθανάτω τε

  ἔσσεσθ', οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην

  οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν: 325

  νῦν δ' ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο

  μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ' ὑπαλύξαι,

  ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.

  ὣς ἔφατ', οὐδὲ Γλαῦκος ἀπετράπετ' οὐδ' ἀπίθησε:

  τὼ δ' ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. 330

  τοὺς δὲ ἰδὼν ῥίγησ' υἱὸς Πετεῶο Μενεσθεύς:

  τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.

  πάπτηνεν δ' ἀνὰ πύργον Ἀχαιῶν εἴ τιν' ἴδοιτο

  ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι:

  ἐς δ' ἐνόησ' Αἴαντε δύω πολέμου ἀκορήτω 335

  ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα

  ἐγγύθεν: ἀλλ' οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν:

  τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δ' οὐρανὸν ἷκε,

  βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν

  καὶ πυλέων: πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ' αὐτὰς 340

  ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.

  αἶψα δ' ἐπ' Αἴαντα προί̈ει κήρυκα Θοώτην:

  ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,

  ἀμφοτέρω μὲν μᾶλλον: ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων

  εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. 345

  ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ

  ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.

 

‹ Prev